- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:147-155
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底通过历史先例阐明真正的荣耀在于造福希腊同胞,并在谈及自身年迈的同时向腓力提出总结性建言:施惠于希腊人、以王者之道统治马其顿人并征服蛮族,以此为全篇演说作结。
πάντα γὰρ ταῦτα παρῆν αὐτῇ πράττειν· ἀλλʼ ἐκ τούτων μὲν πολλαὶ κατηγορίαι κατʼ αὐτῆς γεγόνασιν, ἐκ δὲ τῆς Μαραθῶνι μάχης καὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας, καὶ μάλισθʼ ὅτι τὴν αὑτῶν ἐξέλιπον ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας, ἅπαντες αὐτὴν ἐγκωμιάζουσιν.
事实上,我们的城邦完全有能力做出这一切;然而,从这些事中,针对她的诸多指责油然而生,而由于马拉松之战和萨拉米斯海战,尤其是由于为了希腊人的得救而舍弃了自己的家园,所有人都在颂扬她。
τὴν αὐτὴν δὲ γνώμην καὶ περὶ Λακεδαιμονίων ἔχουσιν· καὶ γὰρ ἐκείνων μᾶλλον ἄγανται τὴν ἧτταν1 τὴν ἐν Θερμοπύλαις ἢ τὰς ἄλλας νίκας, καὶ τὸ τρόπαιον τὸ μὲν κατʼ ἐκείνων ὑπὸ τῶν βαρβάρων σταθὲν ἀγαπῶσι καὶ θεωροῦσι, τὰ δʼ ὑπὸ Λακεδαιμονίων κατὰ τῶν ἄλλων οὐκ ἐπαινοῦσιν ἀλλʼ ἀηδῶς ὁρῶσιν· ἡγοῦνται γὰρ τὸ μὲν ἀρετῆς εἶναι σημεῖον, τὰ δὲ πλεονεξίας.
他们对拉刻代蒙人亦抱有同样的看法;因为与他们的其他胜利相比,世人甚至更赞赏他们在温泉关的溃败,蛮族人针对他们立起的凯旋碑,人们怀着爱敬瞻仰,而拉刻代蒙人针对其他人立起的,人们不仅不赞扬,反而带着厌恶注视;因为他们认为前者是美德的明证,而后者是贪得无厌的标记。
ταῦτʼ οὖν ἐξετάσας ἅπαντα καὶ διελθὼν πρὸς αὑτόν, ἢν μέν τι τῶν εἰρημένων ᾖ μαλακώτερον ἢ καταδεέστερον, αἰτιῶ τὴν ἡλικίαν τὴν ἐμήν, ᾗ δικαίως ἂν ἅπαντες συγγνώμην ἔχοιεν· ἢν δʼ ὅμοια τοῖς πρότερον διαδεδομένοις, νομίζειν αὐτὰ χρὴ μὴ τὸ γῆρας τοὐμὸν εὑρεῖν ἀλλὰ τὸ δαιμόνιον ὑποβαλεῖν, οὐκ ἐμοῦ φροντίζον, ἀλλὰ τῆς Ἑλλάδος κηδόμενον, καὶ βουλόμενον ταύτην τε τῶν κακῶν ἀπαλλάξαι τῶν παρόντων καὶ σοὶ πολὺ μείζω περιθεῖναι δόξαν τῆς νῦν ὑπαρχούσης.
因此,在你考察了这一切并在心中反复思量之后,如果所说的话中有什么过于软弱或欠缺之处,请归咎于我的年龄,对于这一年纪,所有人理当予以宽宥;但如果它与我先前发表的著作相称,你便应当认为,这并非我的垂暮之年所构想,而是神明所启示——神明并非顾及我,而是关怀希腊,既愿使她从眼前的灾祸中解脱出来,又愿赋予你远迈于当下的威望。
οἶμαι δέ σʼ οὐκ ἀγνοεῖν ὃν τρόπον οἱ θεοὶ τὰ τῶν ἀνθρώπων διοικοῦσιν. οὐ γὰρ αὐτόχειρες οὔτε τῶν ἀγαθῶν οὔτε τῶν κακῶν γίγνονται τῶν συμβαινόντων αὐτοῖς, ἀλλʼ ἑκάστοις τοιαύτην ἔννοιαν ἐμποιοῦσιν, ὥστε διʼ ἀλλήλων ἡμῖν ἑκάτερα παραγίγνεσθαι τούτων. οἷον ἴσως καὶ νῦν τοὺς μὲν λόγους ἡμῖν ἀπένειμαν, ἐπὶ δὲ τὰς πράξεις σὲ τάττουσι, νομίζοντες τούτων μὲν σὲ κάλλιστʼ ἂν ἐπιστατῆσαι, τὸν δὲ λόγον τὸν ἐμὸν ἥκιστʼ ἂν ὀχληρὸν γενέσθαι τοῖς ἀκούουσιν. ἡγοῦμαι δὲ καὶ τὰ πεπραγμένα πρότερον οὐκ ἄν ποτέ σοι γενέσθαι τηλικαῦτα τὸ μέγεθος, εἰ μή τις θεῶν αὐτὰ συγκατώρθωσεν, οὐχ ἵνα τοῖς βαρβάροις μόνον τοῖς ἐπὶ τῆς Εὐρώπης κατοικοῦσι πολεμῶν διατελῇς, ἀλλʼ ὅπως ἂν ἐν τούτοις γυμνασθεὶς καὶ λαβὼν ἐμπειρίαν καὶ γνωσθεὶς οἷος εἶ τούτων ἐπιθυμήσῃς ὧν ἐγὼ τυγχάνω συμβεβουλευκώς. αἰσχρὸν οὖν ἐστι καλῶς τῆς τύχης ἡγουμένης ἀπολειφθῆναι, καὶ μὴ παρασχεῖν σαυτὸν εἰς ὃ βούλεταί σε προαγαγεῖν.
我认为你并非不知神明是如何治理人事。因为神明并不亲自动手降下发生于人类身上的善事或恶事,而是将这样的意念植入每个人的心中,以致通过彼此之间的相互作用,这二者降临于我们。正如或许在如今,他们将言论分配给了我们,而将行动委派于你,认为你最能妥善统御这些事业,而我的言论在听者听来最不易招致厌烦。我也认为,先前所成就的伟业,若非有某位神明与你共同促成,于你而言其规模决不至于达到如此浩大,这并非为了让你仅止于与居住在欧洲的蛮族连绵征战,而是为了让你在这些战事中历练并获取经验,且让世人知晓你是何等人物之后,能够渴望我所建议的那些事业。因此,在命运予以妥善引导之时若落于人后,不将自身奉献给命运欲引领你迈向的目标,乃是可耻之事。
νομίζω δὲ χρῆναί σε πάντας μὲν τιμᾶν τοὺς περὶ τῶν σοι πεπραγμένων ἀγαθόν τι λέγοντας, κάλλιστα μέντοι νομίζειν ἐκείνους ἐγκωμιάζειν, τοὺς μειζόνων ἔργων ἢ τηλικούτων τὴν σὴν φύσιν ἀξιοῦντας, καὶ τοὺς μὴ μόνον ἐν τῷ παρόντι κεχαρισμένως διειλεγμένους, ἀλλʼ οἵ τινες ἂν τοὺς ἐπιγιγνομένους οὕτω ποιήσωσι τὰς σὰς πράξεις θαυμάζειν ὡς οὐδενὸς ἄλλου τῶν προγεγενημένων. πολλὰ δὲ βουλόμενος τοιαῦτα λέγειν οὐ δύναμαι· τὴν δʼ αἰτίαν διʼ ἥν, πλεονάκις τοῦ δέοντος εἴρηκα.
我认为你应当尊重所有对你的作为美言称颂之人,但更应认为,唯有那些判定你的资质配得上比这些功业更为伟大的壮举、且不仅在眼下言辞悦耳,更能使后世之人像对先代任何其他人的功业都未曾有过的那样钦佩你的功业之人,方才是最得体地赞扬了你。我虽极愿多说此类话语,却力不能逮;至于其缘由,我已述及得超出必要的次数了。
λοιπὸν οὖν ἐστι τὰ προειρημένα συναγαγεῖν, ἵνʼ ὡς ἐν ἐλαχίστοις κατίδοις τὸ κεφάλαιον τῶν συμβεβουλευμένων. φημὶ γὰρ χρῆναί σε τοὺς μὲν Ἕλληνας εὐεργετεῖν, Μακεδόνων δὲ βασιλεύειν, τῶν δὲ βαρβάρων ὡς πλείστων ἄρχειν. ἢν γὰρ ταῦτα πράττῃς, ἅπαντές σοι χάριν ἕξουσιν, οἱ μὲν Ἕλληνες ὑπὲρ ὧν εὖ πάσχουσι, Μακεδόνες δʼ ἢν βασιλικῶς ἀλλὰ μὴ τυραννικῶς αὐτῶν ἐπιστατῇς, τὸ δὲ τῶν ἄλλων γένος, ἢν διὰ σὲ βαρβαρικῆς δεσποτείας ἀπαλλαγέντες Ἑλληνικῆς ἐπιμελείας τύχωσι.
因此,剩下要做的便是归纳先前所言,以便你能以尽可能简略的文字领会劝谕的要领。我断言,你应当施惠于希腊人,以王者之道君临马其顿人,并统辖尽可能多的蛮族人。因为若你如此行事,所有人皆将对你心怀感激:希腊人因其所蒙受的善待,马其顿人则是若你以王者而非僭主之法统御他们,而其余各族则是若托你的福脱离蛮族的专制统治而蒙受希腊式的照拂。
ταῦθʼ ὅπως μὲν γέγραπται τοῖς καιροῖς καὶ ταῖς ἀκριβείαις,2 παρʼ ὑμῶν τῶν ἀκουόντων πυνθάνεσθαι δίκαιόν ἐστιν· ὅτι μέντοι βελτίω τούτων καὶ μᾶλλον ἁρμόττοντα τοῖς ὑπάρχουσιν οὐδεὶς ἄν σοι συμβουλεύσειεν, σαφῶς εἰδέναι νομίζω.
至于这些言辞在时机把握与精确严谨上写得如何,理当向倾听此言的你们垂询;然而,决不会有人能给你提出比这更好、且更切合当下情势的建议,对此我相信自己心知肚明。
- 148ἐκείνων μᾶλλον ἄγανται τὴν ἧτταν
动词 ἄγαμαι 在此支配表示被赞赏之人的属格(ἐκείνων)以及表示被赞赏之事的宾格(τὴν ἧτταν)。虽然 ἐκείνων 亦可从句法上视为修饰 τὴν ἧτταν 的领属属格(“他们的溃败”),但按照古典希腊语中 ἄγαμαί τινος τι(“因某事而赞赏某人”)的标准句构,此处应将 ἐκείνων 视作动词所支配的对象属格。
- 155ταῦθʼ ὅπως μὲν γέγραπται τοῖς καιροῖς καὶ ταῖς ἀκριβείαις
句首的指示代词 ταῦτα 乃是先取构词(prolepsis),将间接疑问句(ὅπως... γέγραπται)的主语前置于句首(“至于这些事……写得如何”)。此外,与格复数 τοῖς καιροῖς καὶ ταῖς ἀκριβείαις 用作关系或方式与格(datives of respect/manner),表示“就时机恰切与详尽严谨而言”。
