← 伊索克拉底

致腓力

§129-137

向腓力进言的缘由与追求不朽名声

作者解释了自己越过雅典而向腓力进言的缘由,力劝他追求流芳百世的不朽荣名而非仅仅谋求财富或权柄,并指出先祖之德、蛮族之怯以及天赐良机皆在召唤他发动东征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§129

ἐγὼ δʼ εἰ μὲν πρὸς ἄλλους τινὰς πρότερον ἐπεχείρουν διαλέγεσθαι περὶ τούτων ἢ πρὸς τὴν πατρίδα τὴν αὑτοῦ τὴν τρὶς τοὺς Ἕλληνας ἐλευθερώσασαν, δὶς μὲν ἀπὸ τῶν βαρβάρων, ἅπαξ δʼ ἀπὸ τῆς Λακεδαιμονίων ἀρχῆς, ὡμολόγουν ἂν πλημμελεῖν· νῦν δʼ ἐκείνην μὲν φανήσομαι πρώτην ἐπὶ ταῦτα προτρέπων ὡς ἠδυνάμην μετὰ πλείστης σπουδῆς, αἰσθανόμενος δʼ ἔλαττον αὐτὴν φροντίζουσαν τῶν ὑπʼ ἐμοῦ λεγομένων ἢ τῶν ἐπὶ τοῦ βήματος μαινομένων ἐκείνην μὲν εἴασα, τῆς δὲ πραγματείας οὐκ ἀπέστην.

倘若在向那三次解放希腊人——两次摆脱蛮族,一次摆脱拉刻代蒙人统治——的祖国进言之前,我曾试图同其他人商讨这些事宜,那么我自当承认这是过失。然而事实上,世人自会看到,我曾以最大的热忱、尽我所能最先劝导祖国致力于此;而当我察觉到她对我的言论之重视,反倒不如对讲坛上那些狂悖之徒时,我便听任她去,却并未放弃这一事业。

§130

διὸ δικαίως ἄν με πάντες ἐπαινοῖεν ὅτι, τῇ δυνάμει ταύτῃ χρώμενος ἣν ἔχων τυγχάνω, διατετέλεκα πάντα τὸν χρόνον πολεμῶν μὲν τοῖς βαρβάροις, κατηγορῶν δὲ τῶν μὴ τὴν αὐτὴν ἐμοὶ γνώμην ἐχόντων, προτρέπειν δʼ ἐπιχειρῶν οὓς ἂν ἐλπίσω μάλιστα δυνήσεσθαι τοὺς μὲν Ἕλληνας ἀγαθόν τι ποιῆσαι, τοὺς δὲ βαρβάρους ἀφελέσθαι τὴν ὑπάρχουσαν εὐδαιμονίαν.

因此,所有人理应称赞我,因为我凭借着自身碰巧拥有的这项才能,始终不渝地与蛮族交战,谴责那些与我见解不同的人,并试图激励那些我认为最有能力为希腊人造福、且从蛮族手中夺走其现有繁荣的人。

§131

διόπερ καὶ νῦν πρὸς σὲ ποιοῦμαι τοὺς λόγους, οὐκ ἀγνοῶν ὅτι τούτοις ὑπʼ ἐμοῦ μὲν λεγομένοις πολλοὶ φθονήσουσι, τοῖς δʼ αὐτοῖς τούτοις ὑπὸ σοῦ πραττομένοις ἅπαντες συνησθήσονται. τῶν μὲν γὰρ εἰρημένων οὐδεὶς κεκοινώνηκε, τῶν δʼ ὠφελιῶν τῶν κατεργασθησομένων οὐκ ἔστιν ὅστις οὐκ οἰήσεται μεθέξειν.

正因如此,我现在才向你陈辞,我并非不知道,当这些由我说出时,许多人会心怀嫉妒,但当同样的事由你实行时,所有人都会同感欣悦。因为对于已经说出的言论,无人得以分有其功,但对于将要成就的实利,没有谁会认为自己不能分享其泽。

§132

σκέψαι δʼ ὡς αἰσχρὸν περιορᾶν τὴν Ἀσίαν ἄμεινον πράττουσαν τῆς Εὐρώπης καὶ τοὺς βαρβάρους εὐπορωτέρους τῶν Ἑλλήνων ὄντας, ἔτι δὲ τοὺς μὲν ἀπὸ Κύρου τὴν ἀρχὴν ἔχοντας, ὃν ἡ μήτηρ εἰς τὴν ὁδὸν ἐξέβαλε, βασιλέας μεγάλους προσαγορευομένους, τοὺς δʼ ἀφʼ Ἡρακλέους πεφυκότας, ὃν ὁ γεννήσας διὰ τὴν ἀρετὴν εἰς θεοὺς ἀνήγαγε, ταπεινοτέροις ὀνόμασιν ἢ ʼκείνους προσαγορευομένους. ὧν οὐδὲν ἐατέον οὕτως ἔχειν, ἀλλʼ ἀναστρεπτέον καὶ μεταστατέον ἅπαντα ταῦτʼ ἐστίν.

请你思量,放任亚洲比欧洲更为繁荣、蛮族比希腊人更为富足,这是何等可耻之事;况且,拥有源自那被生母弃于道旁的居鲁士之统治权的人被称为伟大的国王,而那因美德被生父引入神列的赫拉克勒斯的子孙,所享有的名号却比他们还要卑微。这一切绝不能听之任之,而必须予以彻底颠覆与改变。

§133

εὖ δʼ ἴσθι μηδὲν ἄν με τούτων ἐπιχειρήσαντά σε πείθειν, εἰ δυναστείαν μόνον καὶ πλοῦτον ἑώρων ἐξ αὐτῶν γενησόμενον·1 ἡγοῦμαι γὰρ τά γε τοιαῦτα καὶ νῦν σοι πλείω τῶν ἱκανῶν ὑπάρχειν, καὶ πολλὴν ἀπληστίαν ἔχειν ὅς τις προαιρεῖται κινδυνεύειν ὥστʼ ἤ ταῦτα λαβεῖν ἢ στερηθῆναι τῆς ψυχῆς.

但请你深知,若是我看到由此产生的仅是权柄与财富,我绝不会试图说服你做任何此类事情;因为我认为,此类东西你如今所拥有的已然绰绰有余,而任何选择甘冒奇险去夺取它们、否则便丧失性命之人,皆怀有极大的贪婪。

§134

ἀλλὰ γὰρ οὐ πρὸς τὰς τούτων κτήσεις ἀποβλέψας ποιοῦμαι τοὺς λόγους, ἀλλʼ οἰόμενος ἐκ τούτων μεγίστην σοι καὶ καλλίστην γενήσεσθαι δόξαν. ἐνθυμοῦ δʼ ὅτι τὸ μὲν σῶμα θνητὸν ἅπαντες ἔχομεν, κατὰ δὲ τὴν εὔνοιαν καὶ τοὺς ἐπαίνους καὶ τὴν φήμην καὶ τὴν μνήμην τὴν τῷ χρόνῳ συμπαρακολουθοῦσαν ἀθανασίας μεταλαμβάνομεν, ἧς ἄξιον ὀρεγομένους καθʼ ὅσον οἷοί τʼ ἐσμὲν ὁτιοῦν πάσχειν.2

然而,我发表这篇言论并非着眼于获取这些身外之物,而是认为由此将为你带来最大且最辉煌的名声。请你谨记,我们所有人皆有一具必死的肉躯,但凭借善意、赞誉、令名以及随岁月流转而不泯的记忆,我们得以分有不朽;为了追求这不朽,在我们力所能及的范围内忍受任何苦难都是值得的。

§135

ἴδοις δʼ ἂν καὶ τῶν ἰδιωτῶν τοὺς ἐπιεικεστάτους ὑπὲρ ἄλλου μὲν οὐδενὸς ἂν τὸ ζῆν ἀντικαταλλαξαμένους,3 ὑπὲρ δὲ τοῦ τυχεῖν καλῆς δόξης ἀποθνήσκειν ἐν τοῖς πολέμοις ἐθέλοντας, ὅλως δὲ τοὺς μὲν τιμῆς ἐπιθυμοῦντας ἀεὶ μείζονος ἧς ἔχουσιν ὑπὸ πάντων ἐπαινουμένους, τοὺς δὲ πρὸς ἄλλο τι τῶν ὄντων ἀπλήστως διακειμένους ἀκρατεστέρους καὶ φαυλοτέρους εἶναι δοκοῦντας.

你亦可见,纵使在普通人中最具美德者,也绝不肯为了其他任何事物换掉生命,却甘愿为了获取美好的名声而战死于沙场;总而言之,那些始终渴求比现状更高荣誉的人受到所有人赞赏,而对其他任何现存事物抱有贪得无厌之心的人,则被视为更为放纵和卑劣。

§136

τὸ δὲ μέγιστον τῶν εἰρημένων, ὅτι συμβαίνει τοῦ μὲν πλούτου καὶ τῶν δυναστειῶν πολλάκις τοὺς ἐχθροὺς κυρίους γίγνεσθαι, τῆς δʼ εὐνοίας τῆς παρὰ τῶν πολιτῶν καὶ τῶν ἄλλων τῶν προειρημένων μηδένας ἄλλους καταλείπεσθαι κληρονόμους πλὴν τοὺς ἐξ ἡμῶν γεγονότας. ὥστʼ ᾐσχυνόμην ἄν, εἰ μὴ τούτων ἕνεκα συνεβούλευον καὶ τὴν στρατείαν ποιεῖσθαι ταύτην καὶ πολεμεῖν καὶ κινδυνεύειν.

而在所言诸事中最为重大者,乃在于财富与权柄往往沦落于敌手,但源于同胞的善意及前述其他荣名,除了由我们所出的子嗣之外,绝无他人可作为继承者留存。因此,若非为了这些缘故,我若是建议你进行这场远征、去交战并甘冒危险,我必会深感羞愧。

§137

οὕτω δʼ ἄριστα βουλεύσει περὶ τούτων, ἢν ὑπολάβῃς μὴ μόνον τὸν λόγον τοῦτόν σε παρακαλεῖν, ἀλλὰ καὶ τοὺς προγόνους καὶ τὴν τῶν βαρβάρων ἀνανδρίαν καὶ τοὺς ὀνομαστοτάτους γενομένους καὶ δόξαντας ἡμιθέους εἶναι διὰ τὴν στρατείαν τὴν ἐπʼ ἐκείνους, μάλιστα δὲ πάντων τὸν καιρόν, ἐν ᾧ σὺ μὲν τυγχάνεις τοσαύτην δύναμιν κεκτημένος ὅσην οὐδεὶς τῶν τὴν Εὐρώπην κατοικησάντων, πρὸς ὃν δὲ πολεμήσεις, οὕτω σφόδρα μεμισημένος καὶ καταπεφρονημένος ὑφʼ ἁπάντων ὡς οὐδεὶς πώποτε τῶν βασιλευσάντων.

关于这些事,你若不仅将这篇言论视为对你的召唤,更将你的先祖、蛮族的怯懦、那些因远征蛮族而名垂青史并被视为半神的人们,尤其是将当下的良机视为对你的催促,你便能做出最明智的决断——在这良机之中,你所拥有的力量超越了任何曾定居欧洲之人,而你将与之交战的对手,遭受所有人的深恶痛绝与鄙夷蔑视,乃是历来掌王者所未曾有过的。

语法注3 条
  1. 133μηδὲν ἄν με τούτων ἐπιχειρήσαντά σε πείθειν, εἰ δυναστείαν μόνον καὶ πλοῦτον ἑώρων ἐξ αὐτῶν γενησόμενον

    在由 εὖ ἴσθι 统领的间接引语中,一个与过去/现在事实相反的条件句主句(直接引语中本为 οὐδὲν ἂν ἐπεχείρησα)通过带有 ἄν 的分词 ἐπιχειρήσαντα 与不定式 πείθειν 表达出来,与条件从句 εἰ... ἑώρων(未完成过去时表非真实条件)相呼应,意为“若我看到……我绝不会尝试劝说你”。

  2. 134ἧς ἄξιον ὀρεγομένους καθʼ ὅσον οἷοί τʼ ἐσμὲν ὁτιοῦν πάσχειν

    关系代词 ἧς 指代先行词 ἀθανασίας,作分词 ὀρεγομένους 的属格宾语。ἄξιον [ἐστί] 为无人称谓语,意为“是值得的”,支配不定式 πάσχειν,而宾格分词 ὀρεγομένους 则是该不定式的逻辑主语,整体骨架为:“在力所能及的范围内,为了追求它(不朽)而忍受任何苦难都是值得的”。

  3. 135ὑπὲρ ἄλλου μὲν οὐδενὸς ἂν τὸ ζῆν ἀντικαταλλαξαμένους

    该分词结构依附于主句谓语 ἴδοις ἄν(“你可能会看到”),以 τοὺς ἐπιεικεστάτους 作为逻辑主语。小词 ἄν 与不定过去时分词 ἀντικαταλλαξαμένους 连用,在间接知觉结构中表达潜在或虚拟的断言(“他们绝不会为了其他任何事物而换取生命”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:129-137