← 伊索克拉底

致腓力

§120-128

远征亚洲与建城安抚流民的建言

作者以仅凭言论便扬名的雅松为对照,敦促腓力采取实际行动远征亚洲,开拓疆土并建立城邦以安顿流民佣兵,使之成为全希腊的屏障;进而指出希腊诸邦内耗怯懦,勉励腓力作为不受单一城邦束缚的赫拉克勒斯后裔,应当视全希腊为祖国并肩负起领导对波斯战争的重任。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§120

ὅπου δʼ Ἰάσων λόγῳ μόνον χρησάμενος οὕτως αὑτὸν ηὔξησεν, ποίαν τινὰ χρὴ προσδοκᾶν περὶ σοῦ γνώμην αὐτοὺς ἕξειν, ἢν ἔργῳ ταῦτα πράξῃς, καὶ μάλιστα μὲν πειραθῇς ὅλην τὴν βασιλείαν ἑλεῖν, εἰ δὲ μή, χώραν ὅτι πλείστην ἀφορίσασθαι καὶ διαλαβεῖν τὴν Ἀσίαν, ὡς λέγουσί τινες, ἀπὸ Κιλικίας μέχρι Σινώπης, πρὸς δὲ τούτοις κτίσαι πόλεις ἐπὶ τούτῳ τῷ τόπῳ, καὶ κατοικίσαι τοὺς νῦν πλανωμένους διʼ ἔνδειαν τῶν καθʼ ἡμέραν καὶ λυμαινομένους οἷς ἂν ἐντύχωσιν.

既然雅松仅仅凭借言论便使自己名声大噪,那么,若你以实际行动来成就这些事业,尤其是力图夺取整个王国,退一步而言,哪怕是划定尽可能辽阔的疆土,如某些人所言,割据从基利家直至锡诺普的亚洲土地,此外更在此地建立城邦,安顿那些因缺乏每日维生所需而到处流浪、为害所遇之人的人们,我们又该预期世人对你抱有何等崇高的评价呢?

§121

οὓς εἰ μὴ παύσομεν ἀθροιζομένους βίον αὐτοῖς ἱκανὸν πορίσαντες, λήσουσιν ἡμᾶς τοσοῦτοι γενόμενοι τὸ πλῆθος, ὥστε μηδὲν ἧττον αὐτοὺς εἶναι φοβεροὺς τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις· ὧν οὐδεμίαν ποιούμεθα πρόνοιαν, ἀλλʼ ἀγνοοῦμεν κοινὸν φόβον καὶ κίνδυνον ἅπασιν ἡμῖν αὐξανόμενον.

如果我们不为他们提供充足的生计以阻止他们集结,他们的数量将会不知不觉地膨胀到如此地步,以至于对希腊人而言其可怕程度丝毫不亚于对蛮族。然而,我们对此却毫不挂心,无视了这一正在针对我们所有人共同滋长的恐惧与危险。

§122

ἔστιν οὖν ἀνδρὸς μέγα φρονοῦντος καὶ φιλέλληνος καὶ πορρωτέρω τῶν ἄλλων τῇ διανοίᾳ καθορῶντος, ἀποχρησάμενον τοῖς τοιούτοις πρὸς τοὺς βαρβάρους, καὶ χώραν ἀποτεμόμενον τοσαύτην ὅσην ὀλίγῳ πρότερον εἰρήκαμεν, ἀπαλλάξαι τε τοὺς ξενιτευομένους1 τῶν κακῶν ὧν αὐτοί τʼ ἔχουσι καὶ τοῖς ἄλλοις παρέχουσι, καὶ πόλεις ἐξ αὐτῶν συστῆσαι, καὶ ταύταις ὁρίσαι τὴν Ἑλλάδα καὶ προβαλέσθαι πρὸ ἁπάντων ἡμῶν.

因此,一个志向远大、热爱希腊且在见识上比常人看得更为深远的人,理应利用这些人去对付蛮族,割取我们刚才所说的那般广袤的土地,既解脱那些过着雇佣兵生活之人自身承受且加诸他人的苦难,又用他们建立起城邦,以此等城邦作为希腊的边界,并置于我们所有人之前作为屏障。

§123

ταῦτα γὰρ πράξας οὐ μόνον ἐκείνους εὐδαίμονας ποιήσεις, ἀλλὰ καὶ πάντας ἡμᾶς εἰς ἀσφάλειαν καταστήσεις. ἢν δʼ οὖν τούτων διαμάρτῃς, ἀλλʼ ἐκεῖνό γε ῥᾳδίως ποιήσεις, τὰς πόλεις τὰς τὴν Ἀσίαν κατοικούσας ἐλευθερώσεις. ὅ τι δʼ ἂν τούτων πρᾶξαι δυνηθῇς ἢ καὶ μόνον ἐπιχειρήσῃς, οὐκ ἔσθʼ ὅπως οὐ2 μᾶλλον τῶν ἄλλων εὐδοκιμήσεις, καὶ δικαίως, ἤν περ αὐτός τʼ ἐπὶ ταῦθʼ ὁρμήσῃς καὶ τοὺς Ἕλληνας προτρέψῃς·

因为只要成就了这些,你不仅会使那些人获得幸福,更将使我们所有人都置身于安全之中。纵然你未能完全实现这些目标,至少也必能轻易做到那一件事:解放那些居住在亚洲的城邦。 在这些事业中,无论你能够成就哪一件,抑或仅仅去付诸尝试,你都必然会比其他所有人赢得更高的声誉,而只要你亲自投身于此并激励希腊人,这也确实是理所应当的。

§124

ἐπεὶ νῦν γε τίς οὐκ ἂν εἰκότως τὰ συμβεβηκότα θαυμάσειε καὶ καταφρονήσειεν ἡμῶν, ὅπου παρὰ μὲν τοῖς βαρβάροις, οὓς ὑπειλήφαμεν μαλακοὺς εἶναι καὶ πολέμων ἀπείρους καὶ διεφθαρμένους ὑπὸ τῆς τρυφῆς, ἄνδρες ἐγγεγόνασιν οἳ τῆς Ἑλλάδος ἄρχειν ἠξίωσαν, τῶν δʼ Ἑλλήνων οὐδεὶς τοσοῦτον πεφρόνηκεν ὥστʼ ἐπιχειρῆσαι τῆς Ἀσίας ἡμᾶς ποιῆσαι κυρίους, ἀλλὰ τοσοῦτον αὐτῶν ἀπολελειμμένοι τυγχάνομεν, ὥστʼ ἐκεῖνοι μὲν οὐκ ὤκνησαν οὐδὲ προϋπάρξαι τῆς ἔχθρας τῆς πρὸς τοὺς Ἕλληνας, ἡμεῖς δʼ οὐδʼ ὑπὲρ ὧν κακῶς ἐπάθομεν ἀμύνεσθαι τολμῶμεν αὐτούς, ἀλλʼ ὁμολογούντων ἐκείνων ἐν ἅπασι τοῖς πολέμοις μήτε στρατιώτας ἔχειν μήτε στρατηγοὺς μήτʼ ἄλλο μηδὲν τῶν εἰς τοὺς κινδύνους χρησίμων, ἀλλὰ ταῦτα πάντα παρʼ ἡμῶν μεταπεμπομένων, εἰς τοῦθʼ ἥκομεν ἐπιθυμίας τοῦ κακῶς ἡμᾶς αὐτοὺς ποιεῖν, ὥστʼ ἐξὸν ἡμῖν τἀκείνων ἀδεῶς ἔχειν πρὸς ἡμᾶς τʼ αὐτοὺς περὶ μικρῶν πολεμοῦμεν, καὶ τοὺς ἀφισταμένους τῆς ἀρχῆς τῆς βασιλέως συγκαταστρεφόμεθα, καὶ λελήθαμεν ἡμᾶς αὐτοὺς ἐνίοτε μετὰ τῶν πατρικῶν ἐχθρῶν τοὺς τῆς αὐτῆς συγγενείας μετέχοντας ἀπολλύναι ζητοῦντες.

因为就目前而言,有谁不会合情合理地对所发生的事情感到惊愕并轻视我们呢?在那些被我们认定为软弱无能、不习战阵且为骄奢所败坏的蛮族当中,尚且涌现出妄图统治希腊的人物,而在希腊人当中,却未曾有一人怀有如此志气,敢于尝试让我们成为亚洲的主人。相反,我们竟然落后于他们如此之远,以至于他们甚至毫不犹豫地率先对希腊人挑起敌意,而我们却甚至不敢为自身所遭受的侵害去向他们复仇。不仅如此,尽管他们在历次战争中皆承认自己既无士兵、亦无将领,更无任何适用于危难之物,而是将所有这些尽数从我们这里招募而去,我们却陷入了自相残害的狂热欲望之中,以至于我们本可毫无顾忌地占有他们的财富,却偏偏为了琐屑小事而内部自相残杀,协助镇压那些背叛大王统治的人,甚至不知不觉中竟与我们世代的死敌联手,企图灭绝与我们同宗同源之人。

§127

διὸ καὶ σοὶ νομίζω συμφέρειν οὕτως ἀνάνδρως διακειμένων τῶν ἄλλων προστῆναι τοῦ πολέμου τοῦ πρὸς ἐκεῖνον. προσήκει δὲ τοῖς μὲν ἄλλοις τοῖς ἀφʼ Ἡρακλέους πεφυκόσι καὶ τοῖς ἐν πολιτείᾳ καὶ νόμοις ἐνδεδεμένοις ἐκείνην τὴν πόλιν στέργειν, ἐν ᾗ τυγχάνουσι κατοικοῦντες, σὲ δʼ ὥσπερ ἄφετον γεγενημένον3 ἅπασαν τὴν Ἑλλάδα πατρίδα νομίζειν, ὥσπερ ὁ γεννήσας ὑμᾶς, καὶ κινδυνεύειν ὑπὲρ αὐτῆς ὁμοίως ὥσπερ ὑπὲρ ὧν μάλιστα σπουδάζεις.

因此,我认为既然其余的人如此怯懦无能,由你来领衔这场针对他的战争对你乃是有益的。对于其他源自赫拉克勒斯并受制于特定政制与法律的人而言,热爱他们碰巧定居的城邦是适宜的,但对于你而言,正如一只获释自由不受羁绊之生灵,应当如生育你们的始祖那般将整个希腊视为祖国,并为之甘冒风险,如同为你最为热心之事冒风险一样。

§128

ἴσως δʼ ἄν τινες ἐπιτιμῆσαί μοι τολμήσειαν τῶν οὐδὲν ἄλλο δυναμένων ἢ τοῦτο ποιεῖν, ὅτι σὲ προειλόμην παρακαλεῖν ἐπί τε τὴν στρατείαν τὴν ἐπὶ τοὺς βαρβάρους καὶ τὴν ἐπιμέλειαν τὴν τῶν Ἑλλήνων, παραλιπὼν τὴν ἐμαυτοῦ πόλιν.

或许,在那些除此以外一无所能的人当中,有些人会斗胆责难我,怪我弃置自己的城邦于不顾,反而选择劝导你去远征蛮族并照拂希腊人。

语法注3 条
  1. 122ἔστιν οὖν ἀνδρὸς μέγα φρονοῦντος καὶ φιλέλληνος καὶ πορρωτέρω τῶν ἄλλων τῇ διανοίᾳ καθορῶντος, ἀποχρησάμενον τοῖς τοιούτοις πρὸς τοὺς βαρβάρους, καὶ χώραν ἀποτεμόμενον τοσαύτην ὅσην ὀλίγῳ πρότερον εἰρήκαμεν, ἀπαλλάξαι τε τοὺς ξενιτευομένους

    此句为 ἔστιν 搭配表示性质或职责的属格(ἀνδρὸς ...)以及随后的不定式(ἀπαλλάξαι, συστῆσαι 等)。按严格语法,修饰的分词本应与 ἀνδρός 一致而用属格,但此处分词 ἀποχρησάμενον 与 ἀποτεμόμενον 转用了宾格,这是由于不定式的逻辑主语被宽泛地理解为宾格代词(格的交替转移)。

  2. 123οὐκ ἔσθʼ ὅπως οὐ

    由双重否定构成的惯用强调结构,意为“不可能不……”或“必然会……”(相当于拉丁语 non potest fieri quin),修饰随后的谓语动词 εὐδοκιμήσεις,强调其必将赢得极高声誉。

  3. 127σὲ δʼ ὥσπερ ἄφετον γεγενημένον

    形容词 ἄφετος 原指献给神明、免除劳役并被放归自由漫游的圣牲。在此处用作比喻,指腓力不像其他赫拉克勒斯后裔那样受限于特定城邦的制度与法律(πολιτείᾳ καὶ νόμοις),而是超然独立、能够代表全希腊自由行动。句法上与不定式 νομίζειν 的宾格主语 σέ 保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:120-128