- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:112-119
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将赫拉克勒斯迅速攻克特洛伊并降服蛮族的功业列为腓力应当效法的自家典范,劝勉他通过对希腊的宽仁与善行赢取至高声誉,并列举了仅凭宣称出征便博得巨大名望的雅松作为先例。
ὅσον οἱ μὲν μετὰ τῆς τῶν Ἑλλήνων δυνάμεως ἐν ἔτεσι δέκα μόλις αὐτὴν ἐξεπολιόρκησαν, ὁ δʼ ἐν ἡμέραις ἐλάττοσιν ἢ τοσαύταις1 καὶ μετʼ ὀλίγων στρατεύσας ῥᾳδίως αὐτὴν κατὰ κράτος εἷλεν. καὶ μετὰ ταῦτα τοὺς βασιλέας τῶν ἐθνῶν τῶν ἐφʼ ἑκατέρας τῆς ἠπείρου τὴν παραλίαν κατοικούντων ἅπαντας ἀπέκτεινεν· οὓς οὐδέποτʼ ἂν διέφθειρεν, εἰ μὴ καὶ τῆς δυνάμεως αὐτῶν ἐκράτησεν. ταῦτα δὲ πράξας τὰς στήλας τὰς Ἡρακλέους καλουμένας ἐποιήσατο, τροπαῖον μὲν τῶν βαρβάρων, μνημεῖον δὲ τῆς ἀρετῆς τῆς αὑτοῦ καὶ τῶν κινδύνων, ὅρους δὲ τῆς τῶν Ἑλλήνων χώρας.
他们倾全希腊之力,历经十年才勉强攻克该城,而他却仅率少数部众,在少于该年数的天数之内,便以强力轻易攻陷了它。此后,他诛灭了居住在两块大陆沿岸的所有民族的君王;假若他不曾压倒他们的军队,也绝不可能将他们尽数诛除。在成就这些功绩之后,他立起了所谓的赫拉克勒斯之柱,作为战胜蛮族的凯旋碑、自身美德与历险的纪念碑,以及希腊人疆域的界标。
τούτου δʼ ἕνεκά σοι περὶ τούτων διῆλθον, ἵνα γνῷς ὅτι σε τυγχάνω τῷ λόγῳ παρακαλῶν ἐπὶ τοιαύτας πράξεις, ἃς ἐπὶ τῶν ἔργων οἱ πρόγονοί σου φαίνονται καλλίστας προκρίναντες. ἅπαντας μὲν οὖν χρὴ τοὺς νοῦν ἔχοντας τὸν κράτιστον ὑποστησαμένους πειρᾶσθαι γίγνεσθαι τοιούτους, μάλιστα δὲ σοὶ προσήκει. τὸ γὰρ μὴ δεῖν ἀλλοτρίοις χρῆσθαι παραδείγμασιν, ἀλλʼ οἰκεῖον ὑπάρχειν, πῶς οὐκ εἰκὸς ὑπʼ αὐτοῦ σε παροξύνεσθαι,2 καὶ φιλονικεῖν ὅπως τῷ προγόνῳ σαυτὸν ὅμοιον παρασκευάσεις;
我之所以向你详述这些,是为了让你知晓,我此刻在言论中所劝导你去履行的事迹,正是你的先祖在实际功业中显然选定为最崇高的那些。凡是有见识的人,皆当以最卓越者为楷模并努力成为那样的人,而这对你尤为切合。盖因既然无需借用外人的榜样,自家便已有现成的范例,你受其激励并力图使自己肖似祖先,岂非理所应当?
λέγω δʼ οὐχ ὡς δυνησόμενον ἁπάσας σε μιμήσασθαι τὰς Ἡρακλέους πράξεις (οὐδὲ γὰρ ἂν τῶν θεῶν ἔνιοι δυνηθεῖεν)· ἀλλὰ κατά γε τὸ τῆς ψυχῆς ἦθος καὶ τὴν φιλανθρωπίαν καὶ τὴν εὔνοιαν, ἣν εἶχεν εἰς τοὺς Ἕλληνας, δύναιʼ ἂν ὁμοιωθῆναι τοῖς ἐκείνου βουλήμασιν. ἔστι δέ σοι πεισθέντι τοῖς ὑπʼ ἐμοῦ λεγομένοις τυχεῖν δόξης, οἵας ἂν αὐτὸς βουληθῇς· ῥᾴδιον γάρ ἐστιν ἐκ τῶν παρόντων κτήσασθαι τὴν καλλίστην, ἢ ἐξ ὧν παρέλαβες ἐπὶ τὴν νῦν ὑπάρχουσαν προελθεῖν. σκέψαι δʼ ὅτι σε τυγχάνω παρακαλῶν, ἐξ ὧν ποιήσει τὰς στρατείας οὐ μετὰ τῶν βαρβάρων ἐφʼ οὓς οὐ δίκαιόν ἐστιν, ἀλλὰ μετὰ τῶν Ἑλλήνων ἐπὶ τούτους πρὸς οὓς προσήκει τοὺς ἀφʼ Ἡρακλέους γεγονότας πολεμεῖν.
我这样说,并非认为你能够模仿赫拉克勒斯的所有功业(因为即便是诸神中的某些亦无法做到);但至少在心灵的气度、仁爱以及他对希腊人所抱持的善意方面,你完全能够与他的志向相一致。若你听从我的言论,你便能够获得名望,如你自己所愿的那种名望;因为从目前的境况去获取最美好的声誉,远比从你所继承的基础进至如今已拥有的声誉更为容易。且请思量,我劝导你发起远征,并非要你伙同蛮族去进攻那些不该攻伐的人,而是要你携手希腊人去征讨赫拉克勒斯后裔理当与之交战的敌人。
καὶ μὴ θαυμάσῃς, εἰ διὰ παντός σε τοῦ λόγου πειρῶμαι προτρέπειν ἐπί τε τὰς εὐεργεσίας τὰς τῶν Ἑλλήνων καὶ πραότητα καὶ φιλανθρωπίαν· ὁρῶ γὰρ τὰς μὲν χαλεπότητας λυπηρὰς οὔσας καὶ τοῖς ἔχουσι καὶ τοῖς ἐντυγχάνουσι, τὰς δὲ πραότητας οὐ μόνον ἐπὶ τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ζώων ἁπάντων εὐδοκιμούσας, ἀλλὰ καὶ τῶν θεῶν τοὺς μὲν τῶν ἀγαθῶν αἰτίους ἡμῖν ὄντας Ὀλυμπίους προσαγορευομένους, τοὺς δʼ ἐπὶ ταῖς συμφοραῖς καὶ ταῖς τιμωρίαις τεταγμένους δυσχερεστέρας τὰς ἐπωνυμίας ἔχοντας, καὶ τῶν μὲν καὶ τοὺς ἰδιώτας καὶ τὰς πόλεις καὶ νεὼς καὶ βωμοὺς ἱδρυμένους,3 τοὺς δʼ οὔτʼ ἐν ταῖς εὐχαῖς οὔτʼ ἐν ταῖς θυσίαις τιμωμένους, ἀλλʼ ἀποπομπὰς αὐτῶν ἡμᾶς ποιουμένους.
若我在整篇言论中始终试图激励你对希腊人施以恩惠、宽仁与友爱,你切莫感到惊异。因为我看到,严苛凶暴对于施加者和承受者而言皆是痛苦的,而温厚宽仁不仅在人类和所有其他生灵中广受赞许,而且即便在神明之中,降福于我们的神明被称为奥林匹斯诸神,而掌管灾祸与惩戒的神明则具有更为可怖的名号;对于前者,无论是私人还是城邦都为之建立庙宇与祭坛,而对于后者,人们既不在祈愿中亦不在祭祀中予以尊奉,我们反而对他们举行禳解辟邪的仪式。
ὧν ἐνθυμούμενον ἐθίζειν σαυτὸν χρή, καὶ μελετᾶν ὅπως ἔτι μᾶλλον ἢ νῦν τοιαύτην ἅπαντες περὶ σοῦ τὴν γνώμην ἕξουσιν. χρὴ δὲ τοὺς μείζονος δόξης τῶν ἄλλων ἐπιθυμοῦντας περιβάλλεσθαι μὲν τῇ διανοίᾳ τὰς πράξεις δυνατὰς μέν, εὐχῇ δʼ ὁμοίας, ἐξεργάζεσθαι δὲ ζητεῖν αὐτὰς ὅπως ἂν οἱ καιροὶ παραδιδῶσιν.
你应当深思这些道理,使自己养成习惯并勤加操练,以便使所有人对你抱有此类看法,且比现今更为深切。凡渴望获得超越常人之崇高声望者,皆须在胸臆中筹划那些虽属可行却宛如祈愿般宏伟的事业,并寻求在时机许可之时将其付诸实现。
ἐκ πολλῶν δʼ ἂν κατανοήσειας ὅτι δεῖ τοῦτον τὸν τρόπον πράττειν, μάλιστα δʼ ἐκ τῶν Ἰάσονι συμβάντων. ἐκεῖνος γὰρ οὐδὲν τοιοῦτον οἷον σὺ κατεργασάμενος μεγίστης δόξης ἔτυχεν, οὐκ ἐξ ὧν ἔπραξεν, ἀλλʼ ἐξ ὧν ἔφησεν·4 ἐποιεῖτο γὰρ τοὺς λόγους ὡς εἰς τὴν ἤπειρον διαβησόμενος καὶ βασιλεῖ πολεμήσων.
你可以从许多事例中领悟到应当以此种方式行事,尤其是从雅松所遭遇的事情中。盖因他未曾建立过任何如同你这般显赫的成就,却赢得了极大的声望,这并非由于他的实际作为,而是由于他的言论宣称;因为他不断散布言论,声称自己将渡海踏上那块大陆并向大王宣战。
- 112ἐν ἡμέραις ἐλάττοσιν ἢ τοσαύταις
承接前文 ἐν ἔτεσι δέκα(在十年内)的比较表达。指示代词 τοσαύταις(如此多的)指代前文出现的数字“十”,整个结构意为“在少于该数字的天数内(即不足十天之内)”。作者通过“年”与“天”的数量对比,在句法和修辞上突显赫拉克勒斯破城的迅速。
- 113τὸ γὰρ μὴ δεῖν ἀλλοτρίοις χρῆσθαι παραδείγμασιν, ἀλλʼ οἰκεῖον ὑπάρχειν, πῶς οὐκ εἰκὸς ὑπʼ αὐτοῦ σε παροξύνεσθαι
一种话题化(topicalization)的悬垂句式。句首由中性单数定冠词 τὸ 所统领的不定式短语(μὴ δεῖν ... ὑπάρχειν)被置于句首作为全句的论题,随后在主句反问句 πῶς οὐκ εἰκὸς ... 中由介词短语 ὑπʼ αὐτοῦ(因它/由此)予以承接和指代。
- 117καὶ τῶν μὲν καὶ τοὺς ἰδιώτας καὶ τὰς πόλεις καὶ νεὼς καὶ βωμοὺς ἱδρυμένους
由主动词 ὁρῶ(我看到)所统摄的“宾格加分词”结构的一部分。属格 τῶν μέν 作为属格结构指代前文的善神(“对于前者”)。ἱδρυμένους 为完成时中动分词,与其逻辑主语——宾格的 τοὺς ἰδιώτας καὶ τὰς πόλεις(私人与城邦)相一致,并带直接宾语 νεὼς καὶ βωμούς(庙宇与祭坛)。
- 119οὐκ ἐξ ὧν ἔπραξεν, ἀλλʼ ἐξ ὧν ἔφησεν
包含关系代词格吸引(attraction)的省略结构。原句结构当为 οὐκ ἐκ τούτων ἃ ἔπραξεν, ἀλλʼ ἐκ τούτων ἃ ἔφησεν(并非源于他所做的事,而是源于他所说的话)。先行词 τούτων 被省略,而原本应作从句内动词宾语的中性复数宾格关系代词 ἅ,受介词 ἐκ 的支配影响而被吸引为属格 ὧν。
