← 伊索克拉底

交换财产诉讼

§94-102

依门生德行自辩清白与为蒂莫特奥斯辩护

伊索克拉底列举了与自己交往的高尚公民,以此论证自己若非引导他们向善的导师,便是与善人为伍的清白之人;他提出若有败坏门徒愿受惩罚的公开挑战,并进而着手就原告针对自己与蒂莫特奥斯之友谊的诬蔑进行反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§94

Χαρμαντίδης. τούτους ἅπαντας ἡ πόλις χρυσοῖς στεφάνοις ἐστεφάνωσεν, οὐχ ὡς τῶν ἀλλοτρίων ἐφιεμένους, ἀλλʼ ὡς ἄνδρας ἀγαθοὺς ὄντας καὶ πολλὰ τῶν ἰδίων εἰς τὴν πόλιν ἀνηλωκότας. πρὸς οὓς ὅπως βούλεσθε θέτε με διακεῖσθαι·1 πρὸς γὰρ τὸ παρὸν πανταχῶς ἕξει μοι καλῶς.

还有查尔曼提得斯。城邦曾授予他们所有人金冠,并非将他们视作贪图他人财物之徒,而是视作既高尚善良又为城邦耗费了大量私产的人。你们愿意把我放在与他们怎样的关系之中,就请怎样看吧;因为在目前的情势下,无论哪种看法都于我有利。

§95

ἤν τε γὰρ ὑπολάβητε σύμβουλον εἶναί με καὶ διδάσκαλον τούτων, δικαίως ἂν ἔχοιτέ μοι πλείω χάριν ἢ τοῖς διʼ ἀρετὴν ἐν πρυτανείῳ σιτουμένοις· τούτων μὲν γὰρ ἕκαστος αὑτὸν μόνον παρέσχε καλὸν κἀγαθόν, ἐγὼ δὲ τοσούτους τὸ πλῆθος ὅσους ὀλίγῳ πρότερον διῆλθον ὑμῖν.

因为如果你们认定我是他们的顾问和教师,你们理应比对那些因德行而在公宴所受食者给予我更多的感激;因为那些人中,每一个人仅仅使自己成为高尚而善良的人,而我却造就了方才我向你们列举的那么多人。

§96

εἴ τε τῶν μὲν πεπραγμένων ἐκείνοις μηδὲν συναίτιος ἐγενόμην, ὡς ἑταίροις δὲ καὶ φίλοις αὐτοῖς ἐχρώμην, ἱκανὴν ὑπὲρ ὧν φεύγω τὴν γραφὴν ἡγοῦμαι καὶ ταύτην εἶναι τὴν ἀπολογίαν· εἰ γὰρ τοῖς μὲν διʼ ἀρετὴν δωρεὰς εἰληφόσιν ἤρεσκον, τῷ δὲ συκοφάντῃ μὴ τὴν αὐτὴν ἔχω γνώμην, πῶς ἂν εἰκότως γνωσθείην τοὺς συνόντας διαφθείρειν;

如果你们认为他们所成就的功业我完全没有参与促成,而仅仅是将他们视作伙伴与朋友来往,我认为作为针对我所受指控的抗辩,单凭这一点也已足够。因为如果我能取悦那些因德行而获殊荣的人,却与这个告发者毫无同道之念,我怎能被合理地断定为败坏了同伴呢?

§97

ἢ πάντων γʼ ἂν εἴην δυστυχέστατος, εἰ τῶν ἄλλων ἀνθρώπων ἔκ τε τῶν ἐπιτηδευμάτων καὶ τῶν συνουσιῶν τῶν μὲν χείρω τῶν δὲ βελτίω δόξαν λαμβανόντων ἐγὼ μόνος μὴ τύχοιμι τῆς δοκιμασίας ταύτης, ἀλλὰ τοιούτοις μὲν ἀνδράσι συμβεβιωκώς, ἀνέγκλητον δʼ ἐμαυτὸν μέχρι ταυτησὶ τῆς ἡλικίας παρεσχηκώς, ὅμοιος εἶναι δόξαιμι τοῖς ἔκ τε τῶν ἐπιτηδευμάτων καὶ τῶν ἄλλων συνουσιῶν διαβεβλημένοις. ἡδέως δʼ ἂν εἰδείην τί ποτʼ ἂν ἔπαθον, εἴ τίς μοι τοιοῦτος ἦν συγγεγενημένος οἷός πέρ ἐστιν ὁ κατήγορος, ὃς μισῶν ἅπαντας τοὺς τοιούτους καὶ μισούμενος εἰς τουτονὶ καθέστηκα τὸν κίνδυνον.

否则,我就将是所有人中最不幸的人了:其他所有人都是从他们的日常操行和交往中获得或劣或优的名声,唯独我得不到这一考核,反而在与这些高尚之人共同生活、且在此年岁之前一直保持无可指责之后,竟被视作与那些因其操行和其他交往而声名狼藉之人毫无二致。我很想知道,若曾与我交往的人中有像原告这样的人,我究竟会遭受什么;而我憎恶所有此类人,同时也为他们所憎恶,如今却陷入了这般的危险之中。

§98

καὶ μὴν οὐδʼ ἐκεῖνος ὁ λόγος δικαίως ἄν με βλάψειεν, ὃν ἴσως ἄν τινες τολμήσαιεν εἰπεῖν τῶν παντάπασι πρός με δυσκόλως διακειμένων, ὡς τούτοις μὲν οἷς εἴρηκα τοσοῦτον μόνον ἐχρώμην ὅσον ὀφθῆναι διαλεγόμενος, ἕτεροι δέ τινές μοι πολλοὶ καὶ πολυπράγμονες μαθηταὶ γεγόνασιν, οὓς ἀποκρύπτομαι πρὸς ὑμᾶς. ἔχω γὰρ λόγον ὃς ἐξελέγξει καὶ διαλύσει πάσας τὰς τοιάσδε βλασφημίας· ἀξιῶ γάρ, εἰ μέν τινες τῶν ἐμοὶ συγγεγενημένων ἄνδρες ἀγαθοὶ γεγόνασι περὶ τὴν πόλιν καὶ τοὺς φίλους καὶ τὸν ἴδιον οἶκον, ἐκείνους ὑμᾶς ἐπαινεῖν, ἐμοὶ δὲ μηδεμίαν ὑπὲρ τούτων χάριν ἔχειν, εἰ δὲ πονηροὶ καὶ τοιοῦτοι τὰς φύσεις οἷοι φαίνειν καὶ γράφεσθαι καὶ τῶν ἀλλοτρίων ἐπιθυμεῖν, παρʼ ἐμοῦ δίκην λαμβάνειν.2 καίτοι τίς ἂν πρόκλησις γένοιτο ταύτης ἀνεπιφθονωτέρα, καὶ δικαιοτέρα τῆς τῶν μὲν καλῶν κἀγαθῶν οὐκ ἀμφισβητούσης, εἰ δέ τινες πονηροὶ γεγόνασιν, ὑπὲρ τούτων δίκην ὑποσχεῖν ἐθελούσης;3 καὶ ταῦτʼ οὐ λόγος μάτην εἰρημένος ἐστίν, ἀλλὰ παραχωρῶ καὶ τῷ κατηγόρῳ καὶ τῷ βουλομένῳ τῶν ἄλλων, εἴ τις ἔχει τινὰ φράσαι τοιοῦτον, οὐχ ὡς οὐχ ἡδέως ἄν τινών μου καταψευσαμένων, ἀλλʼ ὡς εὐθὺς φανερῶν ἐσομένων ὑμῖν καὶ τῆς ζημίας ἐκείνοις ἀλλʼ οὐκ ἐμοὶ γενησομένης.

不仅如此,即便是某些对我彻底心怀恶意的人可能敢于说出的那番话,也无法正当地损害我——即声称我与我所提到的这些人来往,不过仅限于在众人眼中与他们交谈,而我另有许多惹是生非的门徒却对你们隐瞒不表。因为我有足以驳倒并消除所有此类诬蔑的言论;因为我要求:如果在与我交往的人中,有人对于城邦、朋友以及自己的家庭成了有用之才,你们应当称赞他们,而不必为之对我抱有任何感激;但如果有人品质恶劣,天生好告发、好诉讼、贪图他人财物,你们尽可向我索取惩罚。然而,除了这种既不争夺高尚之辈的功劳、又甘愿为那些可能变得恶劣之人承受惩罚的挑战之外,还能有哪种挑战更不招人怨恨、更为公正呢?这绝非一句空话;我在此把讲台让给原告以及其他任何有意者,看是否有人能指出这样一个门生——这并不是因为没有人乐于捏造谎言来中伤我,而是因为他们的谎言会立刻在你们面前暴露无遗,受到惩罚的将是他们而非我。

§101

περὶ μὲν οὖν ὧν φεύγω τὴν γραφὴν καὶ τοῦ μὴ διαφθείρειν τοὺς συνόντας, οὐκ οἶδʼ ὅπως ἂν σαφέστερον ἐπιδεῖξαι δυνηθείην. ἐμνήσθη δὲ καὶ τῆς πρὸς Τιμόθεόν μοι φιλίας γεγενημένης, καὶ διαβάλλειν ἡμᾶς ἀμφοτέρους ἐπεχείρησε, καὶ οὐκ ᾐσχύνθη περὶ ἀνδρὸς τετελευτηκότος καὶ πολλῶν ἀγαθῶν αἰτίου τῇ πόλει βλασφήμους καὶ λίαν ἀσελγεῖς λόγους εἰπών. ἐγὼ δʼ ᾤμην μέν, εἰ καὶ φανερῶς ἐξηλεγχόμην ἀδικῶν, διὰ τὴν πρὸς ἐκεῖνον φιλίαν σώζεσθαί μοι προσήκειν· ἐπειδὴ δὲ Λυσίμαχος καὶ τοῖς τοιούτοις ἐπιχειρεῖ με βλάπτειν ἐξ ὧν δικαίως ἂν ὠφελοίμην, ἀναγκαίως ἔχει διαλεχθῆναι περὶ αὐτῶν. διὰ τοῦτο δʼ οὐχ ἅμα περὶ τούτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἐποιησάμην τὴν μνείαν, ὅτι πολὺ τὰ πράγματα διέφερεν αὐτῶν.

关于我所面临的控告以及我并未腐蚀同伴之事,我不知道还能如何更清楚地加以证明了。原告还提到了我与蒂莫特奥斯之间的友谊,并企图对我们两人大加诬蔑;面对一位已经辞世、且曾为城邦带来无数福祉的人物,他竟然毫不羞耻地发表中伤而极度放肆的言论。而我原以为,即使我被明显证实犯有不法,单凭与他的友谊我也理应获得赦免;但既然吕西马霍斯企图用原本理应正当地使我获益的事由伤害我,我就不得不谈谈这些事了。我之所以没有将他与其他同伴一并提及,是因为他的情况与他们大不相同。

语法注3 条
  1. 94πρὸς οὓς ὅπως βούλεσθε θέτε με διακεῖσθαι

    祈使动词 θέτε(“假定”、“设定”)统领带不定式宾语结构(με διακεῖσθαι),其方式由关系从句 ὅπως βούλεσθε 修饰。整句引出两难式或让步论法:“无论你们希望把我置于与他们怎样的关系之中,都请如此假定”。

  2. 98ἀξιῶ γάρ, εἰ μέν... εἰ δέ... παρʼ ἐμοῦ δίκην λαμβάνειν.

    主干动词 ἀξιῶ(“我要求/我认为理当”)支配的若干不定式分布在两个并列条件句中:εἰ μέν 从句对应不定式 ἐκείνους ὑμᾶς ἐπαινεῖν 与 ἐμοὶ δὲ μηδεμίαν ... χάριν ἔχειν,而 εἰ δέ 从句则在长距离隔开之后引出主不定式 παρʼ ἐμοῦ δίκην λαμβάνειν。

  3. 100τῆς τῶν μὲν καλῶν κἀγαθῶν οὐκ ἀμφισβητούσης, εἰ δέ τινες πονηροὶ γεγόνασιν, ὑπὲρ τούτων δίκην ὑποσχεῖν ἐθελούσης;

    带冠词的分词 τῆς ... οὐκ ἀμφισβητούσης ... ἐθελούσης 并非独立属格,而是受比较级 δικαιοτέρα 支配的比较属格分词短语(与前文受 ἀνεπιφθονωτέρα 支配的比较属格 ταύτης 相呼应),用以限定说明该挑战的性质(“比那种不对高尚之士主张功劳……的挑战”)。此外,分词 ἀμφισβητούσης 直接支配属格 τῶν καλῶν κἀγαθῶν 作为其宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:94-102