← 伊索克拉底

交换财产诉讼

§103-110

为蒂莫特奥斯辩护的正当性与其战功

伊索克拉底阐明了为受到原告攻击的将领蒂莫特奥斯进行辩护的正当性,并高度赞扬了他以微薄军费攻克诸多战略要地、迫使斯巴达缔结有利和约的辉煌战功。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§103

περὶ μὲν γὰρ ἐκείνων οὐδὲν φλαῦρον εἰπεῖν ὁ κατήγορος ἐτόλμησε, περὶ δὲ τὴν Τιμοθέου κατηγορίαν μᾶλλον ἐσπούδασεν ἢ περὶ ὧν ἀπήνεγκε τὴν γραφήν· ἔπειθʼ οἱ μὲν ὀλίγων ἐπεστάτησαν, τῶν δʼ ἑκάστῳ προσταχθέντων οὕτως ἐπεμελήθησαν ὥστε τυχεῖν τῆς τιμῆς τῆς ὀλίγῳ πρότερον ὑπʼ ἐμοῦ λεχθείσης, ὁ δὲ πολλῶν καὶ μεγάλων πραγμάτων καὶ πολὺν χρόνον κατέστη κύριος. ὥστʼ οὐκ ἂν ἥρμοσεν ἅμα περὶ τούτου καὶ τῶν ἄλλων χρήσασθαι τοῖς λόγοις, ἀλλʼ ἀναγκαίως εἶχεν οὕτω διελέσθαι καὶ διατάξασθαι περὶ αὐτῶν.

因为原告对那些人不敢说出半句坏话,但在指控蒂莫特奥斯一事上,却比对待他提起诉状的本案罪名更为卖力。再者,那些人掌管的不过是少数事务,并且妥善处理了分派给各自的事情,以至于获得了我刚才提到的殊荣;而他却长期执掌许多重大的国家大政。因此,将他和其余人一并论述是不恰当的,必须像这样对他们区分条理并分别安排论述。

§104

χρὴ δὲ τὸν ὑπὲρ ἐκείνου λόγον οὐκ ἀλλότριον εἶναι νομίζειν τοῖς ἐνεστῶσι πράγμασιν, οὐδʼ ἐμὲ λέγειν ἔξω τῆς γραφῆς· τοῖς μὲν γὰρ ἰδιώταις ὑπὲρ ὧν ἕκαστος ἔπραξε προσήκει διαλεχθεῖσι καταβαίνειν ἢ δοκεῖν περιεργάζεσθαι, τοῖς δʼ ὑπολαμβανομένοις συμβούλοις εἶναι καὶ διδασκάλοις ὁμοίως ὑπὲρ τῶν συγγεγενημένων ὥσπερ ὑπὲρ αὑτῶν ἀναγκαῖον ποιεῖσθαι τὴν ἀπολογίαν, ἄλλως τʼ ἢν καὶ τύχῃ τις διὰ τὴν αἰτίαν ταύτην κρινόμενος· ὅ περ ἐμοὶ συμβέβηκεν.

然而,决不能认为替他辩护的言论与当前案件无关,也不能认为我是离开了起诉状的内容而妄言。因为对于普通公民而言,在陈述了各自所行的事务后便理应退下讲台,否则就会显得多管闲事;但对于被认定为顾问与教师的人来说,替门生做辩护就像为自己做辩护一样是必不可少的,尤其是当某人恰恰是因为这一罪名而受审判的时候——而这正是降临在我身上的事情。

§105

ἑτέρῳ μὲν οὖν ἀπέχρησεν ἂν τοῦτʼ εἰπεῖν, ὡς οὐ δίκαιόν ἐστι μετέχειν εἴ τι Τιμόθεος πράττων μὴ κατώρθωσεν· οὐδὲ γὰρ τῶν δωρεῶν οὐδὲ τῶν τιμῶν οὐδεὶς αὐτῷ μετέδωκε τῶν ἐκείνῳ ψηφισθεισῶν, ἀλλʼ οὐδʼ ἐπαινέσαι τῶν ῥητόρων οὐδεὶς ἠξίωσεν ὡς σύμβουλον γεγενημένον· εἶναι δὲ δίκαιον ἢ καὶ τῶν ἀγαθῶν κοινωνεῖν ἢ μηδὲ τῶν ἀτυχιῶν ἀπολαύειν.1

换作另一个人,只要说出这番话便足以自辩:蒂莫特奥斯行事中若有何失策,自己分担其咎是不公正的;因为在表决授予那个人的礼物和荣誉中,没有人分给他丝毫份额,也没有任何演说家认为他曾任顾问而值得赞扬;公正的做法要么是同样分享好处,要么就根本不承受厄运的后果。

§106

ἐγὼ δὲ ταῦτα μὲν αἰσχυνθείην ἂν εἰπεῖν, τὴν αὐτὴν δὲ ποιοῦμαι πρόκλησιν ἥν περ καὶ περὶ τῶν ἄλλων· ἀξιῶ γάρ, εἰ μὲν κακὸς ἀνὴρ γέγονε Τιμόθεος καὶ πολλὰ περὶ ὑμᾶς ἐξήμαρτε, μετέχειν καὶ δίκην διδόναι καὶ πάσχειν ὅμοια τοῖς ἀδικοῦσιν· ἢν δʼ ἐπιδειχθῇ καὶ πολίτης ὢν ἀγαθὸς καὶ στρατηγὸς τοιοῦτος οἷος οὐδεὶς ἄλλος ὧν ἡμεῖς ἴσμεν, ἐκεῖνον μὲν οἶμαι δεῖν ὑμᾶς ἐπαινεῖν καὶ χάριν ἔχειν αὐτῷ, περὶ δὲ ταυτησὶ τῆς γραφῆς ἐκ τῶν ἐμοὶ πεπραγμένων, ὅ τι ἂν ὑμῖν δίκαιον εἶναι δοκῇ, τοῦτο γιγνώσκειν.

但我若说出这等话会感到羞耻,我所提出的挑战与针对其余门生的完全相同。因为我要求:如果蒂莫特奥斯是一个恶劣之人并且对你们犯下了诸多罪过,我就分担罪责并接受惩罚,蒙受与不法之人同样的处置;但如果证实他既是一位优秀的公民,又是一位在我们所知之人中无人能及的将军,我认为你们理应赞扬他并向他致谢,而对这份起诉状,则根据我本人的行为,判定你们认为公正的裁决。

§107

ἀθροώτατον μὲν οὖν τοῦτʼ εἰπεῖν ἔχω περὶ Τιμοθέου καὶ μάλιστα καθʼ ἁπάντων, ὅτι τοσαύτας ᾕρηκε πόλεις κατὰ κράτος ὅσας οὐδεὶς πώποτε τῶν ἐστρατηγηκότων, οὔτε τῶν ἐκ ταύτης τῆς πόλεως οὔτε τῶν ἐκ τῆς ἄλλης Ἑλλάδος, καὶ τούτων ἐνίας, ὧν ληφθεισῶν ἅπας ὁ τόπος ὁ περιέχων οἰκεῖος ἠναγκάσθη τῇ πόλει γενέσθαι·2 τηλικαύτην ἑκάστη δύναμιν εἶχε.

因此,关于蒂莫特奥斯,我所能作的最概括、且最切合其全部功业的陈述便是:他凭武力攻克了如此众多的城邦,是以往任何担任过将军的人——无论来自本城邦还是来自希腊其余各地——都从未企及的;而在这些城邦中,有一些一旦被攻取,周围的整个地区便被迫顺服于我们的城邦;因为它们每一座都拥有如此巨大的威力。

§108

τίς γὰρ οὐκ οἶδε Κόρκυραν μὲν ἐν ἐπικαιροτάτῳ καὶ κάλλιστα κειμένην τῶν περὶ Πελοπόννησον, Σάμον δὲ τῶν ἐν Ἰωνίᾳ, Σηστὸν δὲ καὶ Κριθώτην τῶν ἐν Ἑλλησπόντῳ, Ποτίδαιαν δὲ καὶ Τορώνην τῶν ἐπὶ Θρᾴκης; ἃς ἐκεῖνος ἁπάσας κτησάμενος παρέδωκεν ὑμῖν, οὐ δαπάναις μεγάλαις, οὐδὲ τοὺς ὑπάρχοντας συμμάχους λυμηνάμενος, οὐδὲ πολλὰς ὑμᾶς εἰσφορὰς ἀναγκάσας εἰσενεγκεῖν, ἀλλʼ εἰς μὲν τὸν περίπλουν τὸν περὶ Πελοπόννησον τρία καὶ δέκα μόνον τάλαντα δούσης αὐτῷ τῆς πόλεως καὶ τριήρεις πεντήκοντα Κόρκυραν εἷλε, πόλιν ὀγδοήκοντα τριήρεις κεκτημένην, καὶ περὶ τὸν αὐτὸν χρόνον Λακεδαιμονίους ἐνίκησε ναυμαχῶν, καὶ ταύτην αὐτοὺς ἠνάγκασε συνθέσθαι τὴν εἰρήνην, ἣ τοσαύτην μεταβολὴν ἑκατέρᾳ τῶν πόλεων ἐποίησεν, ὥσθʼ ἡμᾶς μὲν ἀπʼ ἐκείνης τῆς ἡμέρας θύειν αὐτῇ καθʼ ἕκαστον τὸν ἐνιαυτὸν ὡς οὐδεμιᾶς ἄλλης οὕτω τῇ πόλει συνενεγκούσης, Λακεδαιμονίων δὲ μετʼ ἐκεῖνον τὸν χρόνον μηδʼ ὑφʼ ἑνὸς ἑωρᾶσθαι μήτε ναυτικὸν ἐντὸς Μαλέας περιπλέον μήτε πεζὸν στρατόπεδον διὰ τοῦ Ἰσθμοῦ πορευόμενον, ὅπερ αὐτοῖς τῆς περὶ Λεῦκτρα συμφορᾶς εὕροι τις ἂν αἴτιον γεγενημένον.3

谁不知道,在伯罗奔尼撒周围的诸邦中,科尔库拉占据着最有利、最佳的地理位置;在爱奥尼亚诸邦中是萨摩斯;在赫勒斯滂诸邦中是塞斯托斯与克里托特;而在色雷斯沿岸诸邦中则是波提代亚与托罗内?他攻占了所有这些城邦并交到了你们手中,既没有耗费巨资,也没有欺凌现有的盟友,更没有强迫你们缴纳数额繁多的特别战费,反而在城邦仅为伯罗奔尼撒巡航拨给他十三塔兰同和五十艘三列桨座战船的情况下,他攻取了拥有八十艘三列桨座战船的科尔库拉城,并在同一时期的一场海战中击溃了拉刻代蒙人,强迫他们缔结了那项和约;该和约在两个城邦中引起了如此巨大的转变,以至于从那一天起,我们每年都为这项和约举行祭祀,因没有任何其他和约曾给城邦带来如此大的益处;而在那之后,拉刻代蒙人不论是绕行马勒阿角内侧的舰队,还是穿过地峡进军的步兵军队,都未曾被任何人见到过——人们完全可以发现,这正是导致他们在留克特拉遭受惨败的真正原因。

语法注3 条
  1. 105εἶναι δὲ δίκαιον ἢ καὶ τῶν ἀγαθῶν κοινωνεῖν ἢ μηδὲ τῶν ἀτυχιῶν ἀπολαύειν

    不定式 εἶναι 受句首非人称结构 ἑτέρῳ μὲν οὖν ἀπέχρησεν ἂν τοῦτʼ εἰπεῖν(“对于另一个人而言,只要说出这番话便足够了”)支配,承接由 ὡς οὐ δίκαιόν ἐστι 引出的间接引语。此外,动词 ἀπολαύειν 原本表示“享受、获益”,在此却与表示消极意义的宾格性属格 τῶν ἀτυχιῶν(厄运、祸患)搭配,构成反讽用法,意为“承受厄运的后果”。

  2. 107ὧν ληφθεισῶν ἅπας ὁ τόπος ὁ περιέχων οἰκεῖος ἠναγκάσθη τῇ πόλει γενέσθαι

    关系代词 ὧν 指涉先行词 τούτων ἐνίας(“在这些城邦中,有一些”),同时作为属格独立结构的主语与分词 ληφθεισῶν 搭配(意为“一旦它们被攻陷”)。关系从句中的主语为 ἅπας ὁ τόπος ὁ περιέχων(周围的整个地区),其限定动词短语为 ἠναγκάσθη ... γενέσθαι(被迫变为……)。

  3. 110ὅπερ αὐτοῖς τῆς περὶ Λεῦκτρα συμφορᾶς εὕροι τις ἂν αἴτιον γεγενημένον

    中性关系代词 ὅπερ 指代前文所述的整个事实状态(斯巴达的海陆军被困于伯罗奔尼撒境内)。εὕροι τις ἄν 为带有 ἄν 的希求法,表潜在可能(“人们或许能发现”),作为认知类动词支配带表语名词 αἴτιον 的补充性分词 γεγενημένον(“成为了……的原因”)。αὐτοῖς 为受损与格(“对他们而言”),τῆς περὶ Λεῦκτρα συμφορᾶς 则为依附于 αἴτιον 的属格补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:103-110