← 伊索克拉底

交换财产诉讼

§84-93

教育的教益与门生交往的辩护

伊索克拉底论证自己的教习较之他人更能促进美德与公义,以门生多年亲睦相处且依依惜别的事实反驳对方缺乏实据的指控,揭露原告空谈腐蚀青年之害却无证据的欺瞒,并开始列举早年随其求学的知名门人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§84

ἀλλὰ μὴν καὶ τῶν ἐπὶ τὴν σωφροσύνην καὶ τὴν δικαιοσύνην προσποιουμένων προτρέπειν1 ἡμεῖς ἂν ἀληθέστεροι καὶ χρησιμώτεροι φανεῖμεν ὄντες. οἱ μὲν γὰρ παρακαλοῦσιν ἐπὶ τὴν ἀρετὴν καὶ τὴν φρόνησιν τὴν ὑπὸ τῶν ἄλλων μὲν ἀγνοουμένην, ὑπʼ αὐτῶν δὲ τούτων ἀντιλεγομένην, ἐγὼ δʼ ἐπὶ τὴν ὑπὸ πάντων ὁμολογουμένην.

不仅如此,比起那些自称勉励人们追求节制与正义的人,我们显然更加真实、更加有益。因为他们所召唤人们追求的美德与明智,不仅为外人所不识,连他们自己之间也争执不休;而我所召唤的,却是所有人一致公认的美德。

§85

κἀκείνοις μὲν ἀπόχρη τοσοῦτον, ἢν ἐπαγαγέσθαι τινὰς τῇ δόξῃ τῇ τῶν ὀνομάτων δυνηθῶσιν εἰς τὴν αὑτῶν ὁμιλίαν, ἐγὼ δὲ τῶν μὲν ἰδιωτῶν οὐδένα πώποτε φανήσομαι παρακαλέσας ἐπʼ ἐμαυτόν, τὴν δὲ πόλιν ὅλην πειρῶμαι πείθειν τοιούτοις πράγμασιν ἐπιχειρεῖν, ἐξ ὧν αὐτοί τε εὐδαιμονήσουσι καὶ τοὺς ἄλλους Ἕλληνας τῶν παρόντων κακῶν ἀπαλλάξουσι.

对他们而言,只要能凭借动听名目的声望吸引某些人加入他们的小圈子,便已心满意足;但将会显明我从未将任何个别公民招致自己门下,相反,我致力于劝说整个城邦去从事那些既能使自身繁荣、又能将其他希腊人从眼前的灾祸中解脱出来的伟大事业。

§86

καί τοι τὸν πάντας τοὺς πολίτας προτρέπειν προθυμούμενον πρὸς τὸ βέλτιον καὶ δικαιότερον προστῆναι τῶν Ἑλλήνων, πῶς εἰκὸς τοῦτον τοὺς συνόντας διαφθείρειν; τίς δὲ τοιούτους λόγους εὑρίσκειν δυνάμενος πονηροὺς ἂν καὶ περὶ πονηρῶν πραγμάτων ζητεῖν ἐπιχειρήσειεν, ἄλλως τε καὶ διαπεπραγμένος ἀπʼ αὐτῶν ἅπερ ἐγώ;

然而,一个热切勉励全体公民以更优良、更正义的方式统领希腊诸邦的人,又怎会败坏与他交往的学生呢?能够构思出这般高尚言辞的人,又有谁会去谋求卑劣的言辞、探讨卑劣的事物呢?更何况是一个凭借这些言辞获得了如我这般成就的人?

§87

τούτων γὰρ γραφέντων καὶ διαδοθέντων καὶ δόξαν ἔσχον παρὰ πολλοῖς καὶ μαθητὰς πολλοὺς ἔλαβον, ὧν οὐδεὶς ἂν παρέμεινεν, εἰ μὴ τοιοῦτον ὄντα με κατέλαβον οἷόν περ προσεδόκησαν· νῦν δὲ τοσούτων γεγενημένων, καὶ τῶν μὲν ἔτη τρία τῶν δὲ τέτταρα συνδιαιτηθέντων, οὐδεὶς οὐδὲν φανήσεται τῶν παρʼ ἐμοὶ μεμψάμενος, ἀλλʼ ἐπὶ τελευτῆς, ὅτʼ ἤδη μέλλοιεν ἀποπλεῖν ὡς τοὺς γονέας καὶ τοὺς φίλους τοὺς ἑαυτῶν, οὕτως ἠγάπων τὴν διατριβὴν ὥστε μετὰ πόθου καὶ δακρύων ποιεῖσθαι τὴν ἀπαλλαγήν. καὶ τοι πότερα χρὴ πιστεύειν ὑμᾶς τοῖς σαφῶς ἐπισταμένοις καὶ τοὺς λόγους καὶ τὸν τρόπον τὸν ἐμόν, ἢ τῷ μηδὲν μὲν εἰδότι τῶν ἐμῶν, προῃρημένῳ δὲ συκοφαντεῖν; ὃς εἰς τοσοῦτο πονηρίας καὶ τόλμης ἐλήλυθεν, ὥστε γραψάμενος ὡς λόγους διδάσκω διʼ ὧν πλεονεκτήσουσι παρὰ τὸ δίκαιον ἀπόδειξιν μὲν οὐδεμίαν τούτων ἤνεγκε, λέγων δὲ διατετέλεκεν ὡς δεινόν ἐστι διαφθείρεσθαι τοὺς τηλικούτους, ὥσπερ ἀντιλέγοντός τινος περὶ τούτων, ἢ τοῦτο δέον αὐτὸν ἀποφαίνειν ὃ πάντες ὁμολογοῦσιν,2 ἀλλʼ οὐκ ἐκεῖνο μόνον διδάσκειν ὡς ἐγὼ τυγχάνω ταῦτα διαπραττόμενος.

因为正是在这些言辞写就并流传开来之后,我才赢得了众人的赞誉,收录了众多的门生;如果他们发现我并非如他们所期许的那样,就绝不可能留在我身边。然而事实上,有如此多的人来到这里,有的与我共处了三年,有的甚至四年,却绝无一人会被发现曾对我这里的教习有所抱怨;相反,在学业结束、他们行将扬帆返回各自父母与朋友身边之时,他们对这里的求学生活深爱之至,以至于依依不舍、潸然泪下地告别。然而,你们究竟应当信任那些清楚了解我的言辞与品行的人,还是应当信任这个对我一无所知、一心只想诬陷中伤的告发者呢?他竟然狂妄恶毒到了如此地步:他在诉状中指控我教授言辞以使人谋取非分的利益,却未曾提出任何有关此事的证据,反而一味长篇大论,谈论腐蚀这一年龄段的青年是多么骇人听闻的事——仿佛有人对此持有异议似的,又或者仿佛他的职责是去阐明所有人都赞同的道理,而不是单单去证明我确实正在干着这些勾当。

§90

καὶ εἰ μέν τις τοῦτον ἀπαγαγὼν ἀνδραποδιστὴν καὶ κλέπτην καὶ λωποδύτην μηδὲν μὲν αὐτὸν ἀποφαίνοι τούτων εἰργασμένον, διεξίοι δʼ ὡς δεινὸν ἕκαστόν ἐστι τῶν κακουργημάτων, ληρεῖν ἂν φαίη καὶ μαίνεσθαι τὸν κατήγορον, αὐτὸς δὲ τοιούτοις λόγοις κεχρημένος οἴεται λανθάνειν ὑμᾶς.

如果有人把这个人当作拐卖人口犯、窃贼或强盗抓走,却完全不证明他曾犯下其中任何一项罪行,反而只是滔滔不绝地阐述各项罪行是多么可怕,他一定会说这告发者是在胡言乱语、疯癫发狂;但他自己采用了这般的言论,却自以为能蒙蔽你们的双眼。

§91

ἐγὼ δʼ ἡγοῦμαι τοῦτό γε καὶ τοὺς ἀμαθεστάτους γιγνώσκειν, ὅτι δεῖ πιστὰς εἶναι καὶ μέγα δυναμένας τῶν κατηγοριῶν οὐχ αἷς ἔξεστι χρήσασθαι καὶ περὶ τῶν μηδὲν ἠδικηκότων, ἀλλʼ ἃς οὐχ οἷόν τʼ εἰπεῖν ἀλλʼ ἤ3 κατὰ τῶν ἡμαρτηκότων· ὧν αὐτὸς ὀλιγωρήσας οὐδὲν προσήκοντας τῇ γραφῇ λόγους εἴρηκεν· ἔδει γὰρ αὐτὸν καὶ τοὺς λόγους δεικνύναι τοὺς ἐμούς, οἷς διαφθείρω τοὺς συνόντας, καὶ τοὺς μαθητὰς φράζειν τοὺς χείρους διὰ τὴν συνουσίαν τὴν ἐμὴν γεγενημένους· νῦν δὲ τούτων μὲν οὐδέτερον πεποίηκε, παραλιπὼν δὲ τὴν δικαιοτάτην τῶν κατηγοριῶν ἐξαπατᾶν ὑμᾶς ἐπεχείρησεν. ἐγὼ δʼ ἐξ αὐτῶν τούτων ἐξ ὧν περ προσήκει καὶ δίκαιόν ἐστι, ποιήσομαι τὴν ἀπολογίαν.

然而我认为,即使是最无知的人也懂得这一点:在各种指控中,应当令人信服且具有分量的,绝非那些也能用在毫无过错之人身上的指控,而是那些除针对犯有过错之人外便无法说出的指控。但他却无视这一点,发表了与诉状毫无干系的言论;因为他本该指出我败坏同伴的具体言辞,并点名指出哪些门徒因与我交往而变得败坏;可是如今这两件事他一件都没做,反而舍弃了最正当的控告途径,企图蒙骗你们。但我将依据恰当且正当的实际事实来进行辩白。

§93

καὶ τοὺς μὲν λόγους ὀλίγῳ πρότερον ἀνέγνωμεν ὑμῖν, τοὺς δὲ κεχρημένους ἐκ μειρακίων μοι μέχρι γήρως δηλώσω, καὶ μάρτυρας ὑμῶν αὐτῶν παρέξομαι περὶ ὧν ἂν λέγω τοὺς κατὰ τὴν ἡλικίαν τὴν ἐμὴν γεγενημένους. ἤρξαντο μὲν οὖν ἐν πρώτοις Εὔνομός μοι καὶ Λυσιθείδης καὶ Κάλλιππος πλησιάζειν, μετὰ δὲ τούτους Ὀνήτωρ, Ἀντικλῆς, Φιλωνίδης, Φιλόμηλος,

关于言辞,我们方才已宣读给你们听了;至于从青年时代起直至垂暮之年一直与我交往的人,我也将明确指明,并将从你们当中选出与我同龄的人,就我所说的话提供见证。最初开始与我交往的有欧诺摩斯、吕西忒得斯和卡利波斯,在他们之后的有奥涅托尔、安提克勒斯、斐洛尼得斯、斐洛墨罗斯,

语法注3 条
  1. 84τῶν ἐπὶ τὴν σωφροσύνην καὶ τὴν δικαιοσύνην προσποιουμένων προτρέπειν

    由比较级 ἀληθέστεροι καὶ χρησιμώτεροι 所要求的比较属格。带冠词的分词 τῶν προσποιουμένων 被实质化为名词(“比那些自称……的人”),支配补足不定式 προτρέπειν,而介词短语 ἐπὶ τὴν σωφροσύνην 则依附于 προτρέπειν。

  2. 89ὥσπερ ἀντιλέγοντός τινος περὶ τούτων, ἢ τοῦτο δέον αὐτὸν ἀποφαίνειν ὃ πάντες ὁμολογοῦσιν

    在 ὥσπερ 的支配下,两个表示假设情况的分词独立结构相互并列。前半部分的 ἀντιλέγοντός τινος 是属格独立结构(源自人称动词);而后半部分的 δέον αὐτὸν ἀποφαίνειν 则是宾格独立结构(accusative absolute),因为 δέον 源于无人称动词 δεῖ。从属格独立到宾格独立的转换完全符合无人称动词分词的语法规则。

  3. 91ἀλλʼ ἤ

    紧接在强烈否定表达(οὐχ οἷόν τʼ εἰπεῖν)之后的惯用短语,意为“除……之外”。在此处起排他性限定作用,意为“除非针对那些犯了过错的人(否则无法说出)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:84-93