← 伊索克拉底

交换财产诉讼

§9-17

演说的混合性质与恳请公正倾听

伊索克拉底说明了自己在高龄之际所作这篇演说的兼收并蓄的性质与阅读建议,批判了控告者吕西马科斯的自相矛盾与诡辩,并恳请众人公平地听完双方的言辞直至终了。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

ταῦτα δὲ διανοηθεὶς ἔγραφον τὸν λόγον τοῦτον, οὐκ ἀκμάζων, ἀλλʼ ἔτη γεγονὼς δύο καὶ ὀγδοήκοντα. διόπερ χρὴ συγγνώμην ἔχειν, ἢν μαλακώτερος ὢν φαίνηται τῶν παρʼ ἐμοῦ πρότερον ἐκδεδομένων. καὶ γὰρ οὐδὲ ῥᾴδιος ἦν οὐδʼ ἁπλοῦς, ἀλλὰ πολλὴν ἔχων πραγματείαν.

我正是在作了这些考虑之后,才着手写下这篇演说的,那时我并非身强力壮,而是已届八十二岁高龄。因此,若它显得不如我先前发表的著作那样苍劲有力,理应得到谅解。因为这篇作品确实既非容易,亦非单纯,而是饱含着浩繁的苦心。

§10

ἔστι γὰρ τῶν γεγραμμένων ἔνια μὲν ἐν δικαστηρίῳ πρέποντα ῥηθῆναι, τὰ δὲ πρὸς μὲν τοὺς τοιούτους ἀγῶνας οὐχ ἁρμόττοντα, περὶ δὲ φιλοσοφίας πεπαρρησιασμένα καὶ δεδηλωκότα τὴν δύναμιν αὐτῆς· ἔστι δέ τι καὶ τοιοῦτον ὃ τῶν νεωτέρων τοῖς ἐπὶ τὰ μαθήματα καὶ τὴν παιδείαν ὁρμῶσιν ἀκούσασιν ἂν συνενέγκοι, πολλὰ δὲ καὶ τῶν ὑπʼ ἐμοῦ πάλαι γεγραμμένων ἐγκαταμεμιγμένα τοῖς νῦν λεγομένοις οὐκ ἀλόγως οὐδʼ ἀκαίρως, ἀλλὰ προσηκόντως τοῖς ὑποκειμένοις.

在所写的内容中,有些适合在法庭上宣讲,有些则不适合此类诉讼场合,而是毫无保留地阐述哲学并展示其力量;此外还有一部分,若投身于学问与教养的青年听闻,将大有裨益;我早年所撰著作中的许多内容也被巧妙融入当下的论述之中,这既非无理,亦非不合时宜,而是恰当地切合于所述的主题。

§11

τοσοῦτον οὖν μῆκος λόγου συνιδεῖν, καὶ τοσαύτας ἰδέας καὶ τοσοῦτον ἀλλήλων ἀφεστώσας συναρμόσαι καὶ συναγαγεῖν, καὶ τὰς ἐπιφερομένας οἰκειῶσαι ταῖς προειρημέναις, καὶ πάσας ποιῆσαι σφίσιν αὐταῖς ὁμολογουμένας, οὐ πάνυ μικρὸν ἦν ἔργον. ὅμως δʼ οὐκ ἀπέστην, καίπερ τηλικοῦτος ὤν. πρὶν αὐτὸν ἀπετέλεσα,1 μετὰ πολλῆς μὲν ἀληθείας εἰρημένον, τὰ δʼ ἄλλα τοιοῦτον οἷος ἂν εἶναι δόξῃ τοῖς ἀκροωμένοις.

因此,要通观如此篇幅宏大的言论,协调并汇集如此多样且彼此差异巨大的意旨,将承继于后的部分与前述的部分相连缀,并使这一切前后呼应、自洽无悖,绝非易事。然而,尽管年事已高,我并未中途放弃,直至将其完成;它浸润着丰沛的真理而被述出,而在其余方面,则听任倾听者自作评判。

§12

χρὴ δὲ τοὺς διεξιόντας αὐτὸν πρῶτον μὲν ὡς ὄντος μικτοῦ τοῦ λόγου2 καὶ πρὸς ἁπάσας τὰς ὑποθέσεις ταύτας γεγραμμένου ποιεῖσθαι τὴν ἀκρόασιν, ἔπειτα προσέχειν τὸν νοῦν ἔτι μᾶλλον τοῖς λέγεσθαι μέλλουσιν ἢ τοῖς ἤδη προειρημένοις, πρὸς δὲ τούτοις μὴ ζητεῖν εὐθὺς ἐπελθόντας ὅλον αὐτὸν διελθεῖν, ἀλλὰ τοσοῦτον μέρος ὅσον μὴ λυπήσει τοὺς παρόντας. ἐὰν γὰρ ἐμμείνητε τούτοις, μᾶλλον δυνήσεσθε κατιδεῖν εἴ τι τυγχάνομεν λέγοντες ἄξιον ἡμῶν αὐτῶν.

通读此篇演说者,首先应当在认知到这篇演说是兼收并蓄、针对所有这些主题而作的前提下予以倾听;其次,比起此前已言之词,更要倾心关注将要述说的内容;此外,不要试图一气呵成将整篇读完,而应每次只读不会使在场者生厌的分量。因为你们若是遵照这些建议,就将能更清楚地审视我们是否碰巧说出了配得上我们自身的话语。

§13

ἃ μὲν οὖν ἀναγκαῖον ἦν προειπεῖν, ταῦτʼ ἐστίν· ἤδη δʼ ἀναγιγνώσκετε τὴν ἀπολογίαν τὴν προσποιουμένην μὲν περὶ κρίσεως γεγράφθαι, βουλομένην δὲ περὶ ἐμοῦ δηλῶσαι τὴν ἀλήθειαν, καὶ τοὺς μὲν ἀγνοοῦντας εἰδέναι ποιῆσαι, τοὺς δὲ φθονοῦντας ἔτι μᾶλλον ὑπὸ τῆς νόσου ταύτης λυπεῖσθαι· μείζω γὰρ δίκην οὐκ ἂν δυναίμην λαβεῖν παρʼ αὐτῶν.

那么,必须预先说明的事项就是这些了;现在,请宣读这篇申辩吧,它表面上假装是为某场诉讼审判而撰写,实则意在阐明关于我的真相,令无知者得以了悟,并使怀恨嫉妒者在这沉疴顽疾的折磨下益发痛苦;因为我不可能向他们施加比这更重大的惩罚了。

§14

πάντων ἡγοῦμαι πονηροτάτους εἶναι καὶ μεγίστης ζημίας ἀξίους, οἵτινες οἷς αὐτοὶ τυγχάνουσιν ὄντες ἔνοχοι, ταῦτα τῶν ἄλλων τολμῶσι κατηγορεῖν·3 ὅπερ Λυσίμαχος πεποίηκεν. οὗτος γὰρ αὐτὸς συγγεγραμμένα λέγων περὶ τῶν ἐμῶν συγγραμμάτων πλείω πεποίηται λόγον ἢ περὶ τῶν ἄλλων ἁπάντων, ὅμοιον ἐργαζόμενος ὥσπερ ἂν εἴ τις ἱεροσυλίας ἕτερον διώκων αὐτὸς τὰ τῶν θεῶν ἐν τοῖν χεροῖν ἔχων φανείη.

我认为所有人中最奸恶且当受最严酷惩罚的,正是那些自己深陷于某种罪责、却胆敢以此指控他人之徒;而这正是吕西马科斯所做的事。因为他本人念着写成文稿的讲词,针对我的著作所发表的言论竟多于其余一切事项,这俨然如同某人在起诉他人犯有盗窃圣物罪时,自己手中却正握着奉献给诸神的圣物一样。

§15

πρὸ πολλοῦ δʼ ἂν ἐποιησάμην4 οὕτως αὐτὸν νομίζειν εἶναί με δεινόν, ὥσπερ ἐν ὑμῖν εἴρηκεν· οὐ γὰρ ἄν ποτέ μοι πράγματα ποιεῖν ἐπεχείρησε. νῦν δὲ λέγει μὲν ὡς ἐγὼ τοὺς ἥττους λόγους κρείττους δύναμαι ποιεῖν, τοσοῦτον δέ μου καταπεφρόνηκεν, ὥστε αὐτὸς ψευδόμενος ἐμοῦ τἀληθῆ λέγοντος ἐλπίζει ῥᾳδίως ἐπικρατήσειν.

若他真的如向你们所说的那样,认为我是个厉害的角色,我愿付出极大的代价;因为那样的话,他就决不敢企图给我找麻烦了。然而事实是,他一方面宣称我能颠倒黑白、变弱为强,另一方面却又如此蔑视我,以至于在自己满口谎言而我诉诸实情的情况下,还指望能轻易胜诉。

§16

οὕτω δέ μοι δυσκόλως ἅπαντα συμβέβηκεν, ὥσθʼ οἱ μὲν ἄλλοι τοῖς λόγοις διαλύονται τὰς διαβολάς, ἐμοῦ δὲ Λυσίμαχος αὐτοὺς τοὺς λόγους μάλιστα διαβέβληκεν, ἵνʼ ἢν μὲν ἱκανῶς δόξω λέγειν, ἔνοχος ὢν φανῶ τοῖς ὑπὸ τούτου περὶ τῆς δεινότητος τῆς ἐμῆς προειρημένοις, ἢν δʼ ἐνδεέστερον τύχω διαλεχθεὶς ὧν οὗτος ὑμᾶς προσδοκᾶν πεποίηκε, τὰς πράξεις ἡγῆσθέ μου χείρους εἶναι.

我所遭遇的一切是如此乖戾棘手,以至于别人是借由言辞来破除诽谤,而吕西马科斯对我而言却恰恰将言辞本身作为首要诽谤的目标,其目的在于:倘若我被认为讲得头头是道,我就会显得正中他此前就我的辩才所言的罪名;倘若我的发言不及他促使你们所预期的那般完备,你们就会认定我的为人行径更为恶劣。

§17

δέομαι οὖν ὑμῶν μήτε πιστεύειν πω μήτʼ ἀπιστεῖν τοῖς εἰρημένοις, πρὶν ἂν διὰ τέλους ἀκούσητε καὶ τὰ παρʼ ἡμῶν, ἐνθυμουμένους ὅτι οὐδὲν ἂν ἔδει δίδοσθαι τοῖς φεύγουσιν ἀπολογίαν, εἴπερ οἷόν τʼ ἦν5 ἐκ τῶν τοῦ διώκοντος λόγων ἐψηφίσθαι τὰ δίκαια. νῦν δʼ εἰ μὲν εὖ τυγχάνει κατηγορηκὼς ἢ κακῶς, οὐδεὶς ἂν τῶν παρόντων ἀγνοήσειεν· εἰ δʼ ἀληθέσι κέχρηται τοῖς λόγοις, οὐκέτι τοῦτο τοῖς κρίνουσι γνῶναι ῥᾴδιον ἐξ ὧν ὁ πρότερος εἴρηκεν, ἀλλʼ ἀγαπητὸν ἢν ἐξ ἀμφοτέρων τῶν λόγων ἐκλαβεῖν δυνηθῶσι τὸ δίκαιον.

因此我恳求你们,在自始至终听完我们这边的申辩之前,对先前所听到的言论切勿遽信,亦勿轻疑;你们当铭记,如果仅凭原告的言论便可能对公义之事作出表决,那么就根本没有必要给予被告申辩的机会了。如今,至于他指控得巧妙还是拙劣,在场者中绝不会有人分辨不清;然而他所运用的言论是否真实,判决者却不再容易从先发言者的话语中获知,相反,若他们能从双方的言论中探寻出公义,就当感到万幸了。

语法注5 条
  1. 11πρὶν αὐτὸν ἀπετέλεσα

    在主句带有否定词(οὐκ ἀπέστην)的语境下,πρίν 接直说部过去时(ἀπετέλεσα),表示“直到……才(终于做成了某事)”这一既成事实。此处未使用带 ἄν 的虚拟部或不定词,正是为了明确强调演说最终确实得以完成的既定历史事实。

  2. 12ὡς ὄντος μικτοῦ τοῦ λόγου

    带有小词 ὡς 的属格独立结构,表示主观的前提或心智设定(“本着认识到这篇演说具有混合性质的前提”)。它规定了倾听者或读者在理解文本时应当持有的预设态度。

  3. 14οἵτινες οἷς αὐτοὶ τυγχάνουσιν ὄντες ἔνοχοι, ταῦτα τῶν ἄλλων τολμῶσι κατηγορεῖν

    先行词 ταῦτα(作为 κατηγορεῖν 的直接宾语)被置于关系从句之后,而关系代词 οἷς 则由于从句中表语形容词 ἔνοχοι(“负有……罪责的”)支配与格而采用与格形式。这种语序倒装与词格对应突出了控告者自身自相矛盾的伪善行径。

  4. 15πρὸ πολλοῦ δʼ ἂν ἐποιησάμην

    习惯短语 πρὸ πολλοῦ ποιοῦμαι(“极其看重、愿付出极大代价”)结合 ἄν 与直说部不定过去时 ἐποιησάμην,构成与事实相反的虚拟语气(反实假设)。意为“如果他真像向你们说的那样认为我厉害,我愿付出极大的代价(但事实上他并非如此认为)”。

  5. 17οὐδὲν ἂν ἔδει δίδοσθαι τοῖς φεύγουσιν ἀπολογίαν, εἴπερ οἷόν τʼ ἦν

    条件句 protasis 为直说部未完成过去时(ἦν),主句 apodosis 采用表示必然或义务的无人称动词(ἔδει)并附带 ἄν 构成的反实虚拟条件句。尽管此类情态动词在反实构文中通常可省去 ἄν,此处加上 ἄν 明确强调了假设的荒谬与不可能:“如果……是可能的,那么原本根本不需要给予被告申辩的机会”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:9-17