← 伊索克拉底

交换财产诉讼

§1-8

写作动机与采用法庭辩论形式的缘由

作者为解释本篇演说的独特性,回顾了自己在财产互换诉讼中遭受误解与嫉妒的经历,并阐述了为何选择以法庭自辩的形式写下这篇演说,以此作为向后世展示其生平与教育事业的真实画像和纪念碑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

εἰ μὲν ὅμοιος ἦν ὁ λόγος ὁ μέλλων ἀναγνωσθήσεσθαι τοῖς ἢ πρὸς τοὺς ἀγῶνας ἢ πρὸς τὰς ἐπιδείξεις γιγνομένοις, οὐδὲν ἂν οἶμαι προδιαλεχθῆναι περὶ αὐτοῦ· νῦν δὲ διὰ τὴν καινότητα καὶ τὴν διαφορὰν ἀναγκαῖόν ἐστι προειπεῖν τὰς αἰτίας, διʼ ἃς οὕτως ἀνόμοιον αὐτὸν ὄντα τοῖς ἄλλοις γράφειν προειλόμην· μὴ γὰρ τούτων δηλωθεισῶν1 πολλοῖς ἂν ἴσως ἄτοπος εἶναι δόξειεν.

如果即将宣读的这篇演说与那些为法庭辩难或公开表演而作的演说相似,我想就没有必要就此预先说明什么。然而事实是,由于它的新颖与差异,必须预先说明我之所以选择写下一篇如此有别于其他演说的作品的原因;因为如果不把这些表明,它在许多人看来或许会显得怪异。

§2

ἐγὼ γὰρ εἰδὼς ἐνίους τῶν σοφιστῶν βλασφημοῦντας περὶ τῆς ἐμῆς διατριβῆς, καὶ λέγοντας ὡς ἔστι περὶ δικογραφίαν, καὶ παραπλήσιον ποιοῦντας ὥσπερ ἂν εἴ τις Φειδίαν τὸν τὸ τῆς Ἀθηνᾶς ἕδος ἐργασάμενον τολμῴη καλεῖν κοροπλάθον, ἢ Ζεῦξιν καὶ Παρράσιον τὴν αὐτὴν ἔχειν φαίη τέχνην τοῖς τὰ πινάκια γράφουσιν, ὅμως οὐδὲ πώποτε τὴν μικρολογίαν ταύτην ἠμυνάμην αὐτῶν, ἡγούμενος τὰς μὲν ἐκείνων φλυαρίας οὐδεμίαν δύναμιν ἔχειν, αὐτὸς δὲ πᾶσι τοῦτο πεποιηκέναι φανερόν, ὅτι προῄρημαι καὶ λέγειν καὶ γράφειν οὐ περὶ τῶν ἰδίων συμβολαίων, ἀλλʼ ὑπὲρ τηλικούτων τὸ μέγεθος καὶ τοιούτων πραγμάτων, ὑπὲρ ὧν οὐδεὶς ἂν ἄλλος ἐπιχειρήσειε, πλὴν τῶν ἐμοὶ πεπλησιακότων ἢ τῶν τούτους μιμεῖσθαι βουλομένων.

我知道智者中有一些人诋毁我的学业事业,宣称这是为了法庭撰写状词,其所作所为正如有人竟敢将制作雅典娜神像的菲迪亚斯称为泥塑玩偶工匠,或是声称宙克西斯和帕拉西奥斯与那些绘制小木板画的人拥有同样的技艺一样,尽管如此,我却从未针对他们的这一卑劣构陷进行过自辩,因为我认为,他们的胡言乱语毫无力量,而我自己已经向所有人表明,我选择演讲与写作并非为了私人的契约纠纷,而是为了规模如此宏大、性质如此重大的事务,除了那些曾亲近于我的人或渴望模仿他们的人之外,没有人敢于着手处理这些事务。

§4

μέχρι μὲν οὖν πόρρω τῆς ἡλικίας ᾠόμην καὶ διὰ τὴν προαίρεσιν ταύτην καὶ διὰ τὴν ἄλλην ἀπραγμοσύνην ἐπιεικῶς ἔχειν πρὸς ἅπαντας τοὺς ἰδιώτας· ἤδη δʼ ὑπογυίου μοι τῆς τοῦ βίου τελευτῆς οὔσης, ἀντιδόσεως γενομένης περὶ τριηραρχίας καὶ περὶ ταύτης ἀγῶνος ἔγνων καὶ τούτων τινὰς οὐχ οὕτω πρός με διακειμένους ὥσπερ ἤλπιζον, ἀλλὰ τοὺς μὲν πολὺ διεψευσμένους τῶν ἐμῶν ἐπιτηδευμάτων καὶ ῥέποντας ἐπὶ τὸ πείθεσθαι τοῖς ἀνεπιτήδειόν τι λέγουσι, τοὺς δὲ σαφῶς μὲν εἰδότας περὶ ἃ τυγχάνω διατρίβων, φθονοῦντας δὲ καὶ ταὐτὸν πεπονθότας τοῖς σοφισταῖς καὶ χαίροντας ἐπὶ τοῖς ψευδῆ περί μου δόξαν ἔχουσιν.

因此,直到年事已高,无论由于这一志向,还是由于我平日远离纷扰的处事方式,我都以为自己与所有普通公民保持着良好的关系;然而,在我生命的终点已经临近之际,发生了一场关于三列桨座战船捐助的财产互换诉讼,并引发了关于此事的审判,我这才认识到,即使在这些人当中,某些人对我所怀的态度也并不像我所指望的那样,其中一些人对我的学业事业大有误解,且倾向于轻信妄论者之言,而另一些人虽然明知我所从事的是什么,却怀有嫉妒,与那些智者感同身受,并对持有关于我的虚妄之见的人拍手称快。

§5

ἐδήλωσαν δʼ οὕτω διακείμενοι· τοῦ γὰρ ἀντιδίκου περὶ μὲν ὧν ἡ κρίσις ἦν οὐδὲν λέγοντος δίκαιον, διαβάλλοντος δὲ τὴν τῶν λόγων τῶν ἐμῶν δύναμιν καὶ καταλαζονευομένου περί τε τοῦ πλούτου καὶ τοῦ πλήθους τῶν μαθητῶν, ἔγνωσαν ἐμὴν εἶναι τὴν λειτουργίαν. τὴν μὲν οὖν δαπάνην οὕτως ἠνέγκαμεν, ὥσπερ προσήκει τοὺς μήτε λίαν ὑπὸ τῶν τοιούτων ἐκταραττομένους μήτε παντάπασιν ἀσώτως μηδʼ ὀλιγώρως πρὸς χρήματα διακειμένους· ᾐσθημένος δʼ ὥσπερ εἶπον πλείους ὄντας ὧν ᾠόμην τοὺς οὐκ ὀρθῶς περί μου γιγνώσκοντας, ἐνεθυμούμην πῶς ἂν δηλώσαιμι καὶ τούτοις καὶ τοῖς ἐπιγιγνομένοις καὶ τὸν τρόπον ὃν ἔχω καὶ τὸν βίον ὃν ζῶ καὶ τὴν παιδείαν περὶ ἣν διατρίβω, καὶ μὴ περιίδοιμι περὶ τῶν τοιούτων ἄκριτον ἐμαυτὸν ὄντα, μηδʼ ἐπὶ τοῖς βλασφημεῖν εἰθισμένοις ὥσπερ νῦν γενόμενον.

他们表明了自己抱有这样的态度:因为当我的诉讼对手在案件审判的核心问题上没有说出一句合乎公义之辞,而是诋毁我的言论的力量,并夸耀吹嘘我的财富和门徒的众多时,他们判定这项市政公益捐助由我承担。这项开销我固然承担了下来,其表现正如那些既不对此类事件过度惊恐、又绝非对金钱挥霍无度或疏忽大意的人所应有的那样;然而,正如我所说的,察觉到对我认知不当的人比我预想的要多,我便思索如何既向这些人、也向后世之人阐明我所具备的品格、我所度过的人生以及我所致力的教养,而不至于听任自己在这些事情上未经理清辨明,亦不至于像现在这样任由惯于诋毁之人任意摆布。

§7

σκοπούμενος οὖν εὕρισκον οὐδαμῶς ἂν ἄλλως τοῦτο διαπραξόμενος, πλὴν εἰ γραφείη2 λόγος ὥσπερ εἰκὼν τῆς ἐμῆς διανοίας καὶ τῶν ἄλλων τῶν ἐμοὶ βεβιωμένων· διὰ τούτου γὰρ ἤλπιζον καὶ τὰ περὶ ἐμὲ μάλιστα γνωσθήσεσθαι, καὶ τὸν αὐτὸν τοῦτον μνημεῖόν μου καταλειφθήσεσθαι πολὺ κάλλιον τῶν χαλκῶν ἀναθημάτων.

于是我深思并发现,除非写出一篇如同我的心志和我其余生平之画像一般的演说,否则我绝不可能达成这一目的;因为我指望,通过这篇演说,关于我的事迹将得到最充分的了解,并且这篇演说作为关于我的纪念物被留存下来,将远比青铜奉献物更为秀美。

§8

εἰ μὲν οὖν ἐπαινεῖν ἐμαυτὸν ἐπιχειροίην, ἑώρων οὔτε περιλαβεῖν ἅπαντα περὶ ὧν διελθεῖν προῃρούμην οἷός τε γενησόμενος, οὔτʼ ἐπιχαρίτως οὐδʼ ἀνεπιφθόνως εἰπεῖν περὶ αὐτῶν δυνησόμενος· εἰ δʼ ὑποθείμην ἀγῶνα μὲν καὶ κίνδυνόν τινα περὶ ἐμὲ γιγνόμενον, συκοφάντην δʼ ὄντα τὸν γεγραμμένον καὶ τὸν πράγματά μοι παρέχοντα, κἀκεῖνον μὲν ταῖς διαβολαῖς χρώμενον ταῖς ἐπὶ τῆς ἀντιδόσεως ῥηθείσαις, ἐμαυτὸν δʼ ἐν ἀπολογίας σχήματι τοὺς λόγους ποιούμενον, οὕτως ἂν ἐκγενέσθαι μοι μάλιστα διαλεχθῆναι3 περὶ ἁπάντων ὧν τυγχάνω βουλόμενος.

因此,如果我试图自我赞颂,我看出我既不可能涵盖我打算论述的一切,也不可能令人愉悦且不招致嫉恨地谈论这些事情;但如果我假定有一场关于我的诉讼与危险正在发生,提起诉讼并给我找麻烦的人是一个告密构陷之徒,而他正利用在财产互换诉讼中所发表的诋毁之辞,我自己则以申辩的形式发表这些言论,这样一来,我就最有可能就我所渴望的一切畅所欲言了。

语法注3 条
  1. 1μὴ γὰρ τούτων δηλωθεισῶν

    带有否定词 μή 的属格独立结构,充当主句潜在希求语气 πολλοῖς ἂν ἴσως ἄτοπος εἶναι δόξειεν 的条件从句(即“如果这些不被阐明”)。

  2. 7οὐδαμῶς ἂν ἄλλως τοῦτο διαπραξόμενος, πλὴν εἰ γραφείη

    带有 ἄν 的将来时分词 διαπραξόμενος 作为 εὕρισκον 的间接引语补足成分,与后文由希求法构成的条件从句 πλὴν εἰ γραφείη 相应,表示条件句的归结部分(“若非写下一篇演说,我绝无法达成此目的”)。

  3. 8οὕτως ἂν ἐκγενέσθαι μοι μάλιστα διαλεχθῆναι

    不定词 ἐκγενέσθαι 带有 ἄν,承接前文 ἑώρων 引出的间接引语,构成前设条件 εἰ δʼ ὑποθείμην 的归结从句,意为“(我看清了)如果我假定……,这样一来我就最有可能畅所欲言”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:1-8