- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:18-27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露了诽谤与法庭偏见的危害,并痛斥告发者吕西马科斯以敛财为动机企图陷害守法公民的险恶用心。
οὐ θαυμάζω δὲ τῶν πλείω χρόνον διατριβόντων1 ἐπὶ ταῖς τῶν ἐξαπατώντων κατηγορίαις ἢ ταῖς ὑπὲρ αὑτῶν ἀπολογίαις, οὐδὲ τῶν λεγόντων ὡς ἔστι μέγιστον κακὸν διαβολή· τί γὰρ ἂν γένοιτο ταύτης κακουργότερον, ἣ ποιεῖ τοὺς μὲν ψευδομένους εὐδοκιμεῖν, τοὺς δὲ δικάζοντας ἐπιορκεῖν, ὅλως δὲ τὴν μὲν ἀλήθειαν ἀφανίζει, ψευδῆ δὲ δόξαν παραστήσασα τοῖς ἀκούουσιν ὃν ἂν τύχῃ τῶν πολιτῶν ἀδίκως ἀπόλλυσιν;
对于那些将更多时间花费在指控行骗者上而非为自己申辩的人,我并不感到奇怪,对于那些断言诽谤是最大祸害的人,我亦不感惊异;因为还有什么比这更为险恶的呢?它使撒谎者博得赞誉,令审判者违背誓言,更将真理全然抹煞,将虚妄的成见灌输给听众,从而不公地断送任何一个碰巧成为目标的公民。
ἃ φυλακτέον ἐστίν, ὅπως μηδὲν ὑμῖν συμβήσεται τοιοῦτον, μηδʼ ἃ τοῖς ἄλλοις ἂν ἐπιτιμήσαιτε τούτοις αὐτοὶ φανήσεσθε περιπίπτοντες. οἶμαι δʼ ὑμᾶς οὐκ ἀγνοεῖν ὅτι τῇ πόλει πολλάκις οὕτως ἤδη μετεμέλησε τῶν κρίσεων τῶν μετʼ ὀργῆς καὶ μὴ μετʼ ἐλέγχου γενομένων, ὥστʼ οὐ πολὺν χρόνον διαλιποῦσα παρὰ μὲν τῶν ἐξαπατησάντων δίκην λαβεῖν ἐπεθύμησε, τοὺς δὲ διαβληθέντας ἡδέως ἂν εἶδεν ἄμεινον ἢ πρότερον πράττοντας.
对此必须予以防范,以免你们遭遇任何类似之事,亦免得你们被发现正陷入自己原本会谴责他人的那些错误之中。我想你们并非不知,城邦已多次对出于忿怒而非经过核验所作出的判决深感懊悔,以至于未隔多久便渴望向行骗者索取惩罚,并乐于见到受诽谤者的境况好于从前。
ὧν χρὴ μεμνημένους μὴ προπετῶς πιστεύειν τοῖς τῶν κατηγόρων λόγοις, μηδὲ μετὰ θορύβου καὶ χαλεπότητος ἀκροᾶσθαι τῶν ἀπολογουμένων. καὶ γὰρ αἰσχρὸν ἐπὶ μὲν τῶν ἄλλων πραγμάτων ἐλεημονεστάτους ὁμολογεῖσθαι καὶ πραοτάτους ἁπάντων εἶναι τῶν Ἑλλήνων, ἐπὶ δὲ τοῖς ἀγῶσι τοῖς ἐνθάδε γιγνομένοις τἀναντία τῇ δόξῃ ταύτῃ φαίνεσθαι πράττοντας· καὶ παρʼ ἑτέροις μὲν ἐπειδὰν περὶ ψυχῆς ἀνθρώπου δικάζωσι, μέρος τι τῶν ψήφων ὑποβάλλεσθαι τοῖς φεύγουσι,2 παρʼ ὑμῖν δὲ μηδὲ τῶν ἴσων τυγχάνειν τοὺς κινδυνεύοντας τοῖς συκοφαντοῦσιν, ἀλλʼ ὀμνύναι μὲν καθʼ ἕκαστον τὸν ἐνιαυτὸν ἦ μὴν ὁμοίως ἀκροάσεσθαι τῶν κατηγορούντων καὶ τῶν ἀπολογουμένων, τοσοῦτον δὲ τὸ μεταξὺ ποιεῖν, ὥστε τῶν μὲν αἰτιωμένων ὅ τι ἂν λέγωσιν ἀποδέχεσθαι, τῶν δὲ τούτους ἐξελέγχειν πειρωμένων ἐνίοτε μηδὲ τὴν φωνὴν ἀκούοντας ἀνέχεσθαι, καὶ νομίζειν μὲν ἀοικήτους εἶναι ταύτας τῶν πόλεων ἐν αἷς ἄκριτοί τινες ἀπόλλυνται τῶν πολιτῶν, ἀγνοεῖν δʼ ὅτι τοῦτο ποιοῦσιν οἱ μὴ κοινὴν τὴν εὔνοιαν τοῖς ἀγωνιζομένοις παρέχοντες.
铭记这些事实的人,理当不可轻率地相信控告者的言论,亦不可带着喧扰与苛厉去倾听申辩者的话语。因为,如果在其余一切事务上被公认为全希腊人中最富怜悯且最温和宽厚,却在此地举行的诉讼中被发现其行径与这声誉背道而驰,那确是可耻的;又如在其他城邦,每逢就人之生死进行判决时,他们都会预先划出一部分选票算作给予被告的宽免,而在你们这里,身处险境者甚至无法获得与诬告者平等的对待;你们每年都起誓务必同等公正地倾听控告者与申辩者双方,然而你们所造成的偏颇竟如此之大,以至于对控告者所言一概予以接纳,对竭力驳斥他们的人却有时连声音都不能容忍听完;你们虽认为那些有公民未经审讯便遭处决的城邦不可居住,却未意识到,那些未能向诉讼双方提供同等善意的人,所行的正与此无异。
ὃ δὲ πάντων δεινότατον, ὅταν τις αὐτὸς μὲν κινδυνεύων κατηγορῇ τῶν διαβαλλόντων, ἑτέρῳ δὲ δικάζων μὴ τὴν αὐτὴν ἔχῃ γνώμην περὶ αὐτῶν. καίτοι χρὴ τοὺς νοῦν ἔχοντας τοιούτους εἶναι κριτὰς τοῖς ἄλλοις, οἵων περ ἂν αὐτοὶ τυγχάνειν ἀξιώσαιεν, λογιζομένους ὅτι διὰ τοὺς συκοφαντεῖν τολμῶντας ἄδηλον ὅστις εἰς κίνδυνον καταστὰς ἀναγκασθήσεται λέγειν ἅπερ ἐγὼ νῦν πρὸς τοὺς μέλλοντας περὶ αὐτοῦ τὴν ψῆφον διοίσειν.
而在一切事情中最糟糕的,莫过于有人自身陷险境时痛斥诽谤者,但在作为审判者裁决他人时却对他们不持同样的见解。然而,明理之人理当成为对待他人如同期望自己所能遇到的那类审判者,应当思虑到,由于那些胆敢肆意诬告之辈的存在,谁也难保自己不会陷入险境,并被迫向即将对自己投票表决的人述说我如今所言的这番话。
οὐ γὰρ δὴ τῷ γε κοσμίως ζῆν ἄξιον πιστεύειν ὡς ἀδεῶς ἐξέσται τὴν πόλιν οἰκεῖν· οἱ γὰρ προῃρημένοι τῶν μὲν ἰδίων ἀμελεῖν τοῖς δʼ ἀλλοτρίοις ἐπιβουλεύειν οὐ τῶν μὲν σωφρόνως πολιτευομένων ἀπέχονται, τοὺς δὲ κακόν τι δρῶντας εἰς ὑμᾶς εἰσάγουσιν, ἀλλʼ ἐν τοῖς μηδὲν ἀδικοῦσιν ἐπιδειξάμενοι τὰς αὑτῶν δυνάμεις παρὰ τῶν φανερῶς ἐξημαρτηκότων πλέον λαμβάνουσιν ἀργύριον.
因为绝不可仅凭奉公守法地生活,便笃信能无所畏惧地安居城邦之中;那些决意忽视自身事务而图谋他人财产之徒,并不避开行事审慎的公民,亦非将作恶者押送至你们面前,反倒是在毫无过错的人身上展示自身手段,从而从公然犯罪者那里榨取更多的钱财。
ἅπερ Λυσίμαχος διανοηθεὶς εἰς τουτονὶ τὸν κίνδυνόν με κατέστησεν, ἡγούμενος τὸν ἀγῶνα τὸν πρὸς ἐμὲ παρʼ ἑτέρων αὑτῷ χρηματισμὸν ποιήσειν, καὶ προσδοκῶν, ἢν ἐμοῦ περιγένηται τοῖς λόγοις, ὅν φησι διδάσκαλον εἶναι τῶν ἄλλων, ἀνυπόστατον τὴν αὑτοῦ δύναμιν ἅπασιν εἶναι δόξειν.
吕西马科斯正是出于这种思量才将我置于当下的险境,他认为与我的这场较量能为他从其他人那里换来钱财,并指望若能在言辞上胜过被他称为众人之师的我,他的威力在所有人看来便都不可阻挡了。
ἐλπίζει δὲ ῥᾳδίως τοῦτο ποιήσειν· ὁρᾷ γὰρ ὑμᾶς μὲν λίαν ταχέως ἀποδεχομένους τὰς αἰτίας καὶ τὰς διαβολάς, ἐμὲ δʼ ὑπὲρ αὐτῶν οὐ δυνησόμενον ἀξίως τῆς δόξης ἀπολογήσασθαι καὶ διὰ τὸ γῆρας καὶ διὰ τὴν ἀπειρίαν τῶν τοιούτων ἀγώνων.
他指望能轻易做到这一点;因为他看到你们接纳指控与诽谤过于迅疾,而我由于年迈以及对这类诉讼之争缺乏经验,将无法以配得上声誉的方式针对这些指控与诽谤进行申辩。
οὕτω γὰρ βεβίωκα τὸν παρελθόντα χρόνον, ὥστε μηδένα μοι πώποτε μήτʼ ἐν ὀλιγαρχίᾳ μήτʼ ἐν δημοκρατίᾳ μήθʼ ὕβριν μήτʼ ἀδικίαν ἐγκαλέσαι, μηδʼ εἶναι μήτε διαιτητὴν μήτε δικαστὴν ὅστις περὶ τῶν ἐμοὶ πεπραγμένων φανήσεται κριτὴς γεγενημένος· ἠπιστάμην γὰρ αὐτὸς μὲν εἰς τοὺς ἄλλους μηδὲν ἐξαμαρτάνειν, ἀδικούμενος δὲ μὴ μετὰ δικαστηρίου ποιεῖσθαι τὰς τιμωρίας, ἀλλʼ ἐν τοῖς φίλοις τοῖς ἐκείνων διαλύεσθαι περὶ τῶν ἀμφισβητουμένων. ὧν οὐδέν μοι πλέον γέγονεν,3
因为在过去的岁月里我是如此度日的,以至于无论在寡头政体下还是在民主政体下,从未有人指控我傲慢或不公,亦无任何仲裁者或法官曾就我的所作所为受任进行审断;因为我不仅深知自己不可侵害他人,而且即便受侵害,亦不去通过法庭实施报复,而是在对方的朋友们中间化解争议。然而这一切对我并未带来任何助益,
- 18οὐ θαυμάζω δὲ τῶν πλείω χρόνον διατριβόντων
动词 θαυμάζω 后接表示人(或事由)的属格,意为“对……感到惊异/责怪”。与否定词 οὐ 连用,表示“对于……之人,我并不感到奇怪(完全能够理解)”。分词 διατριβόντων 为属格的名词化用法,与后文的 τῶν λεγόντων 构成并列宾语。
- 21μέρος τι τῶν ψήφων ὑποβάλλεσθαι τοῖς φεύγουσι
不定词短语,其中中间态动词 ὑποβάλλεσθαι 指某些城邦在审理涉及死刑的案件时,“预先向被告投下一部分选票以示宽免/关照”的司法惯例。宾格 μέρος τι 作不定词的直接宾语,与格 τοῖς φεύγουσι 作间接宾语(“给予被告”)。
- 27ὧν οὐδέν μοι πλέον γέγονεν
关系代词 ὧν 指代前文作者自身的清白行迹与和平调解的记录(中性复数),作部分属格或分离属格。惯用表达 πλέον γίγνεταί τινι 意为“对某人产生优势/利益”,结合 οὐδέν 即表示“这一切对我毫无助益/未带来任何好处”。
