- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:75-83
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底为其早先对自己言辞的自夸进行辩护,论证这些作品充满虔敬、正义与城邦担当。他进而主张,在主题已被占尽的情况下能创作出有益言辞的演说家,比仅需搜集现成法条的立法者需要更卓越的心智,因而理应受到更高的称赞。
εἶπον δέ που, πρὶν ἀναγιγνώσκεσθαι τούτους, ὡς ἄξιος εἴην οὐ μόνον, εἰ βλαβεροῖς χρῶμαι τοῖς λόγοις, δοῦναι δίκην ὑμῖν, ἀλλʼ εἰ μὴ τοιούτοις οἵοις οὐδεὶς ἄλλος, τῆς μεγίστης τυχεῖν τιμωρίας.1 εἴ τινες οὖν ὑμῶν ὑπέλαβον τότε λίαν ἀλαζονικὸν εἶναι καὶ μέγα τὸ ῥηθέν, οὐκ ἂν δικαίως ἔτι τὴν γνώμην ταύτην ἔχοιεν· οἶμαι γὰρ ἀποδεδωκέναι τὴν ὑπόσχεσιν καὶ τοιούτους εἶναι τοὺς λόγους τοὺς ἀναγνωσθέντας οἵους περ ἐξ ἀρχῆς ὑπεθέμην.
在诵读这些言辞之前,我曾在某处说过,如果我使用的是有害的言辞,不仅理当受你们惩罚,而且如果我使用的言辞并非无人能及,我便理当遭受最严厉的惩罚。因此,如果你们当中有人当时认为那番话过于狂妄夸大,现在便不再有理由持有这种看法了;因为我认为我已经履行了诺言,被宣读的那些言辞正如我起初所设定的那样。
βούλομαι δʼ ὑμῖν διὰ βραχέων ἀπολογήσασθαι περὶ ἑκάστου, καὶ ποιῆσαι μᾶλλον ἔτι καταφανὲς ὡς ἀληθῆ καὶ τότε προεῖπον καὶ νῦν λέγω περὶ αὐτῶν. καὶ πρῶτον μὲν ποῖος γένοιτʼ ἂν λόγος ὁσιώτερος ἢ δικαιότερος τοῦ τοὺς προγόνους ἐγκωμιάζοντος2 ἀξίως τῆς ἀρετῆς τῆς ἐκείνων καὶ τῶν ἔργων τῶν πεπραγμένων αὐτοῖς;
我想就其中每一篇向你们作一简短的辩白,并更加清楚地显明:无论是我当时事先所说的,还是现在谈及它们的,都是真实不虚的。首先,有什么言辞能比那篇按照先祖的美德以及他们所立下的功勋、恰如其分地赞颂先祖的言辞更为虔敬、更为正义呢?
ἔπειτα τίς ἂν πολιτικώτερος καὶ μᾶλλον πρέπων τῇ πόλει τοῦ τὴν ἡγεμονίαν ἀποφαίνοντος ἔκ τε τῶν ἄλλων εὐεργεσιῶν καὶ τῶν κινδύνων ἡμετέραν οὖσαν μᾶλλον ἢ Λακεδαιμονίων; ἔτι δὲ τίς ἂν περὶ καλλιόνων καὶ μειζόνων πραγμάτων τοῦ τοὺς Ἕλληνας ἐπί τε τὴν τῶν βαρβάρων στρατείαν παρακαλοῦντος καὶ περὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας συμβουλεύοντος;
其次,有什么言辞能比那篇从其他恩惠以及历经的艰险出发、证明霸权属于我们而非拉刻代蒙人的言辞更具政治家风范、更合乎城邦的体统呢?再者,又有什么言辞能比那篇号召希腊人远征外族、并就彼此和睦提出建言的言辞,是关涉到更美好、更重大的事务呢?
ἐν μὲν τοίνυν τῷ πρώτῳ λόγῳ περὶ τούτων τυγχάνω διειλεγμένος, ἐν δὲ τοῖς ὑστέροις περὶ ἐλαττόνων μὲν ἢ τηλικούτων, οὐ μὴν περὶ ἀχρηστοτέρων οὐδʼ ἧττον τῇ πόλει συμφερόντων. γνώσεσθε δὲ τὴν δύναμιν αὐτῶν, ἢν παραβάλλητε πρὸς ἕτερα τῶν εὐδοκιμούντων καὶ τῶν ὠφελίμων εἶναι δοκούντων.
在第一篇言辞中,我恰好探讨了这些问题;而在随后的几篇中,虽然所谈的事务不及这些重大,但绝非更为无用,也绝非对城邦更少裨益。只要你们将它们与其他广受赞誉、公认为有益的事物进行比较,就会明白它们的力量。
οἶμαι δὴ πάντας ἂν ὁμολογῆσαι τοὺς νόμους πλείστων καὶ μεγίστων ἀγαθῶν αἰτίους εἶναι τῷ βίῳ τῶν ἀνθρώπων· ἀλλʼ ἡ μὲν τούτων χρῆσις τοῦτʼ ὠφελεῖν μόνον πέφυκε, τὰ κατὰ τὴν πόλιν καὶ τὰ συμβόλαια τὰ γιγνόμενα πρὸς ἡμᾶς αὐτούς· εἰ δὲ τοῖς λόγοις πείθοισθε τοῖς ἐμοῖς, ὅλην τὴν Ἑλλάδα καλῶς ἂν διοικοῖτε καὶ δικαίως καὶ τῇ πόλει συμφερόντως.
我想,大家都会赞同法律是人类生活中最多、最大福祉的根源;然而法律的运用天生只能在这方面发挥益处:即城邦内部的事务以及我们在彼此之间订立的契约。但如果你们听从我的言辞,你们便能出色、公正且有益于城邦地治理整个希腊。
χρὴ δὲ τοὺς νοῦν ἔχοντας περὶ ἀμφότερα μὲν ταῦτα σπουδάζειν, αὐτοῖν δὲ τούτοιν τὸ μεῖζον καὶ τὸ πλέονος ἄξιον προτιμᾶν, ἔπειτα κἀκεῖνο γιγνώσκειν, ὅτι νόμους μὲν θεῖναι μυρίοι καὶ τῶν ἄλλων Ἑλλήνων καὶ τῶν βαρβάρων ἱκανοὶ γεγόνασιν, εἰπεῖν δὲ περὶ τῶν συμφερόντων ἀξίως τῆς πόλεως καὶ τῆς Ἑλλάδος οὐκ ἂν πολλοὶ δυνηθεῖεν.
有心智的人应当对这两方面都予以重视,但在二者之中应当更加看重那更重大、更有价值的一方;随后还应认识到这一点:制定法律,不仅希腊其他人而且外邦人中,已有成千上万的人能够胜任;但要以配得上城邦和希腊的方式谈论切身利益,却不是多数人能够做到的。
ὧν ἕνεκα τοὺς ἔργον ποιουμένους τοὺς τοιούτους λόγους εὑρίσκειν τοσούτῳ χρὴ περὶ πλείονος ποιεῖσθαι τῶν τοὺς νόμους τιθέντων καὶ γραφόντων, ὅσῳ πέρ εἰσι σπανιώτεροι καὶ χαλεπώτεροι καὶ ψυχῆς φρονιμωτέρας δεόμενοι τυγχάνουσιν, ἄλλως τε δὴ καὶ νῦν.
正因如此,那些致力于构思这类言辞的人,理应比制定和书写法律的人受到高出得多的器重,正如他们更为罕见、更难能可贵、且需要更为明智的心智一样,尤其是在当今更是如此。
ὅτε μὲν γὰρ ἤρχετο τὸ γένος τὸ τῶν ἀνθρώπων γίγνεσθαι καὶ συνοικίζεσθαι κατὰ πόλεις, εἰκὸς ἦν παραπλησίαν εἶναι τὴν ζήτησιν αὐτῶν· ἐπειδὴ δʼ ἐνταῦθα προεληλύθαμεν ὥστε καὶ τοὺς λόγους τοὺς εἰρημένους καὶ τοὺς νόμους τοὺς κειμένους ἀναριθμήτους εἶναι, καὶ τῶν μὲν νόμων ἐπαινεῖσθαι τοὺς ἀρχαιοτάτους τῶν δὲ λόγων τοὺς καινοτάτους, οὐκέτι τῆς αὐτῆς διανοίας ἔργον ἐστίν, ἀλλὰ τοῖς μὲν τοὺς νόμους τιθέναι προαιρουμένοις προὔργου γέγονε3 τὸ πλῆθος τῶν κειμένων (οὐδὲν γὰρ αὐτοὺς δεῖ ζητεῖν ἑτέρους, ἀλλὰ τοὺς παρὰ τοῖς ἄλλοις εὐδοκιμοῦντας πειραθῆναι συναγαγεῖν, ὃ ῥᾳδίως ὅστις ἂν οὖν βουληθεὶς ποιήσειε), τοῖς δὲ περὶ τοὺς λόγους πραγματευομένοις διὰ τὸ προκατειλῆφθαι τὰ πλεῖστα τοὐναντίον συμβέβηκε· λέγοντες μὲν γὰρ ταὐτὰ τοῖς πρότερον εἰρημένοις ἀναισχυντεῖν καὶ ληρεῖν δόξουσι, καινὰ δὲ ζητοῦντες ἐπιπόνως εὑρήσουσι. διόπερ ἔφασκον ἀμφοτέροις μὲν ἐπαινεῖσθαι προσήκειν, πολὺ δὲ μᾶλλον τοῖς τὸ χαλεπώτερον ἐξεργάζεσθαι δυναμένοις.
因为当人类刚刚开始繁衍并聚居成城邦时,对两者的探索本来是相近的;但既然我们已经发展到如此境地,以至于发表过的言辞和制定的法律都数不胜数,并且在法律中最为古老的受到赞颂,而在言辞中最新的受到赞颂,这便不再是同一种心智的功用了。相反,对于选择制定法律的人来说,现有的大量法律对他们大有裨益——因为他们根本不需要另寻新法,只需尝试收集在其他族群中广受赞誉的法律即可,这是任何愿意做的人都能轻而易举办到的;但对于从事言辞创作的人来说,由于大部分内容已被占尽,情况却恰恰相反。因为如果他们说出与前人所言相同的话,就会被视为厚颜无耻且胡言乱语;而若要寻求新意,却只能历尽艰辛方能有所收获。正因如此,我曾说两者都理应受到赞誉,但那些能够完成更为艰难事业的人,理应受到大得多的赞誉。
- 75ὡς ἄξιος εἴην οὐ μόνον, εἰ βλαβεροῖς χρῶμαι τοῖς λόγοις, δοῦναι δίκην ὑμῖν, ἀλλʼ εἰ μὴ τοιούτοις οἵοις οὐδεὶς ἄλλος, τῆς μεγίστης τυχεῖν τιμωρίας
由 ὡς 引导的间接引语从句中,形容词 ἄξιος εἴην 统辖两个并列的不定词:δοῦναι δίκην 与 τῆς μεγίστης τυχεῖν τιμωρίας。在后一个条件分句 εἰ μὴ τοιούτοις οἵοις οὐδεὶς ἄλλος 中,省略了动词 χρῶμαι 和名词 λόγοις(即“如果我使用的言辞并非无人能及”)。通过 οὐ μόνον... ἀλλʼ 结构,将“造成危害所受的惩罚”与“未能展现出绝伦卓越所受的最大惩罚”形成了对照。
- 76τοῦ τοὺς προγόνους ἐγκωμιάζοντος
定冠词属格 τοῦ 作为比较属格,由前文的比较级形容词 ὁσιώτερος ἢ δικαιότερος 所统辖,它将分词 ἐγκωμιάζοντος 实词化,并暗指省略的名词 λόγου(即“比起赞颂先祖的言辞”)。下文并列的 τοῦ τὴν ἡγεμονίαν ἀποφαίνοντος 以及 τοῦ τοὺς Ἕλληνας... παρακαλοῦντος 也均采用完全相同的句法结构。
- 83προὔργου γέγονε
短语 προὔργου 是介词短语 πρὸ ἔργου 的缩合形式,意为“有用的”、“合宜的”,在此与 γέγονε 及与格 τοῖς μὲν τοὺς νόμους τιθέναι προαιρουμένοις 连用,作表语性惯用搭配,表示“现成法律的繁多对那些立志制定法律的人而言成了极大的助益”。
