- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:64-74
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底阐明并命人朗读了《和平篇》的选段,随后又概述并宣读了致尼科克勒斯的谏言,以表明其言论旨在弘扬美德与正义。在结束长篇诵读之后,他表示今后仅会在适当时机引用旧作中的只字片语。
ἐπιδείξας δʼ ὡς συμφέρει τῇ πόλει διαλύσασθαι τὸν πόλεμον, κατηγορῶ τῆς δυναστείας τῆς ἐν τοῖς Ἕλλησι καὶ τῆς ἀρχῆς τῆς κατὰ θάλατταν, ἀποφαίνων αὐτὴν οὐδὲν διαφέρουσαν οὔτε ταῖς πράξεσιν οὔτε τοῖς πάθεσι τῶν μοναρχιῶν· ἀναμιμνήσκω δὲ καὶ τὰ συμβάντα διʼ αὐτὴν τῇ πόλει καὶ Λακεδαιμονίοις καὶ τοῖς ἄλλοις ἅπασι. διαλεχθεὶς δὲ περὶ τούτων, καὶ τὰς τῆς Ἑλλάδος συμφορὰς ὀδυράμενος, καὶ τῇ πόλει παραινέσας ὡς χρὴ μὴ περιορᾶν αὐτὴν οὕτω πράττουσαν, ἐπὶ τελευτῆς ἐπί τε τὴν δικαιοσύνην παρακαλῶ καὶ τοῖς ἁμαρτανομένοις ἐπιπλήττω καὶ περὶ τῶν μελλόντων συμβουλεύω. λαβὼν οὖν ἀρχὴν ταύτην ὅθεν διαλέγομαι περὶ αὐτῶν, ἀνάγνωθι καὶ τοῦτο τὸ μέρος αὐτοῖς. ""
在证明了结束战争对城邦有利之后,我谴责了在希腊人中的霸权以及海上统治权,指出它在所作所为和所遭灾祸上与僭主统治毫无二致;我还让人回想起城邦、拉刻代蒙人以及所有其他人因它而遭受的变故。在论述了这些之后,在哀悼了希腊的厄运,并告诫城邦不应坐视希腊处于如此境地之后,我在篇末呼吁匡扶正义,斥责当下犯下的过错,并对未来的事务提出建言。因此〔书吏〕,请以我开始讨论这些问题的段落为起点,向他们朗读这部分内容。
δυοῖν μὲν τοίνυν λόγοιν ἀκηκόατε· βούλομαι δὲ καὶ τοῦ τρίτου μικρὰ διελθεῖν, ἵνʼ ὑμῖν ἔτι μᾶλλον γένηται καταφανὲς ὅτι πάντες οἱ λόγοι πρὸς ἀρετὴν καὶ δικαιοσύνην συντείνουσιν. ἔστι δʼ ὁ μέλλων δειχθήσεσθαι Νικοκλεῖ τῷ Κυπρίῳ, τῷ κατʼ ἐκεῖνον τὸν χρόνον βασιλεύοντι, συμβουλεύων ὡς δεῖ τῶν πολιτῶν ἄρχειν· οὐχ ὁμοίως δὲ γέγραπται τοῖς ἀνεγνωσμένοις.
「」 那么,你们已经听过了两篇言辞;但我还想通读第三篇中的一小部分,以便使你们更加清楚地看到,我的所有言辞全都导向美德与正义。即将展示的这篇,是向当时的塞浦路斯国王尼科克勒斯提出建言、指明应当如何统治公民的;但它的写作方式与此前诵读的并不相同。
οὗτοι μὲν γὰρ τὸ λεγόμενον ὁμολογούμενον ἀεὶ τῷ προειρημένῳ καὶ συγκεκλειμένον ἔχουσιν, ἐν δὲ τούτῳ τοὐναντίον· ἀπολύσας γὰρ ἀπὸ τοῦ προτέρου καὶ χωρίς, ὥσπερ τὰ καλούμενα κεφάλαια, ποιήσας, πειρῶμαι διὰ βραχέων ἕκαστον ὧν συμβουλεύω φράζειν. τούτου δʼ ἕνεκα ταύτην ἐποιησάμην τὴν ὑπόθεσιν, ἡγούμενος ἐκ τοῦ παραινεῖν τήν τε διάνοιαν τὴν ἐκείνου μάλιστʼ ὠφελήσειν καὶ τὸν τρόπον τὸν ἐμαυτοῦ τάχιστα δηλώσειν. διὰ τὴν αὐτὴν δὲ ταύτην πρόφασιν καὶ νῦν αὐτὸν ὑμῖν δεῖξαι προειλόμην, οὐχ ὡς ἄριστα τῶν λοιπῶν γεγραμμένον, ἀλλʼ ὡς ἐκ τούτου μάλιστα φανερὸς γενησόμενος, ὃν τρόπον εἴθισμαι καὶ τοῖς ἰδιώταις καὶ τοῖς δυνάσταις πλησιάζειν·
因为那些言辞的论述始终与前文相衔接且紧密相扣,而在此篇中却截然相反:我将各点与前文割裂,使其相互独立,如同所谓的格言警句一般,试图简明扼要地表达我所建言的每一项内容。我之所以确立这样的构思,是因为我认为通过这种劝勉,不仅能最大程度地启发他的思想,也能最迅速地表明我自己的为人。也正是出于这完全相同的缘由,我现在选择向你们出示此篇,并非因为它在其余篇章中写得最为优异,而是因为借由它最能显明我惯于以何种方式与普通平民及统治者交往。
φανήσομαι γὰρ πρὸς αὐτὸν ἐλευθέρως καὶ τῆς πόλεως ἀξίως διειλεγμένος, καὶ οὐ τὸν ἐκείνου πλοῦτον οὐδὲ τὴν δύναμιν θεραπεύων ἀλλὰ τοῖς ἀρχομένοις ἐπαμύνων, καὶ παρασκευάζων καθʼ ὅσον ἠδυνάμην τὴν πολιτείαν αὐτοῖς ὡς οἷόν τε πραοτάτην. ὅπου δὲ βασιλεῖ διαλεψόμενος ὑπὲρ τοῦ δήμου τοὺς λόγους ἐποιούμην, ἦπου τοῖς ἐν δημοκρατίᾳ πολιτευομένοις σφόδρʼ ἂν παρακελευσαίμην τὸ πλῆθος θεραπεύειν.1
因为这将会表明,我与他的交谈是坦诚正直、无愧于城邦的,我既未奉承他的财富也未谄媚他的权势,而是在维护其治下臣民的利益,尽我所能使他们的政体尽可能宽大温和。如果我与一位国王交谈尚且为民众代言,那么对于在民主政体下行使政治权利的人,我岂不更会极力告诫他们要去奉事大众吗?
ἐν μὲν οὖν τῷ προοιμίῳ καὶ τοῖς πρώτοις λεγομένοις ἐπιτιμῶ ταῖς μοναρχίαις, ὅτι δέον αὐτοὺς τὴν φρόνησιν ἀσκεῖν μᾶλλον τῶν ἄλλων, οἱ δὲ χεῖρον παιδεύονται τῶν ἰδιωτῶν.2 διαλεχθεὶς δὲ περὶ τούτων, παραινῶ τῷ Νικοκλεῖ μὴ ῥᾳθυμεῖν μηδʼ, ὥς περ ἱερωσύνην εἰληφότα τὴν βασιλείαν, οὕτω τὴν γνώμην ἔχειν, ἀλλὰ τῶν ἡδονῶν ἀμελήσαντα προσέχειν τὸν νοῦν τοῖς πράγμασιν.
因此,在序言及开篇的论述中,我指责了君主制,因为君主本应比他人更修习智慧,受到的教育却比寻常百姓还要差。在论述了这些之后,我劝勉尼科克勒斯不要懈怠,也不要抱有那种犹如获得祭司职位般接掌了王权的心态,而应摒弃享乐,将心思倾注于国政之上。
ἐπιχειρῶ δὲ καὶ τοῦτο πείθειν αὐτόν, ὡς χρὴ δεινὸν νομίζειν, ὅταν ὁρᾷ τοὺς μὲν χείρους τῶν βελτιόνων ἄρχοντας καὶ τοὺς ἀνοητοτέρους τοῖς φρονιμωτέροις προστάττοντας, λέγων ὡς ὅσῳ περ ἂν ἐρρωμενέστερον τὴν τῶν ἄλλων ἄνοιαν ἀτιμάσῃ, τοσούτῳ μᾶλλον τὴν ἑαυτοῦ διάνοιαν ἀσκήσει. ποιησάμενος οὖν ἀρχὴν ἣν ἐγὼ τελευτήν,3 ἀνάγνωθι καὶ τούτου τοῦ λόγου τὸ λοιπὸν μέρος αὐτοῖς. ""
我也试图让他信服这一点:每当他看到低劣之人统治优秀之人、愚蠢之人向贤明之人发号施令时,理应视之为可怖之事;我说,他越是坚决地鄙视他人的愚昧,就越会加倍锻炼自己的心智。因此〔书吏〕,以我作为结语之处为开端,向他们朗读这篇言辞的剩余部分。
τῶν μὲν τοίνυν λόγων ἅλις ἡμῖν ἔστω τῶν ἀναγιγνωσκομένων καὶ τηλικοῦτο μῆκος ἐχόντων· ἐπεὶ μικροῦ γε μέρους τῶν πάλαι γεγραμμένων οὐκ ἂν ἀποσχοίμην,4 ἀλλʼ εἴποιμʼ ἂν εἴ τί μοι δόξειε πρέπον εἶναι τῷ παρόντι καιρῷ· καὶ γὰρ ἂν ἄτοπος εἴην, εἰ τοὺς ἄλλους ὁρῶν τοῖς ἐμοῖς χρωμένους ἐγὼ μόνος ἀπεχοίμην τῶν ὑπʼ ἐμοῦ πρότερον εἰρημένων, ἄλλως τε καὶ νῦν ὅτʼ οὐ μόνον μικροῖς μέρεσιν ἀλλʼ ὅλοις εἴδεσι προειλόμην χρῆσθαι πρὸς ὑμᾶς. ταῦτα μὲν οὖν, ὅπως ἂν ἡμῖν συμπίπτῃ, ποιήσομεν.
「」 那么,对于宣读出来的、篇幅如此冗长的言辞,对我们来说就到此为止吧;至于很久以前写就的内容中那些简短片段,我倒不会避讳,若有任何我认为适合当下场合的词句,我都会随口道来。事实上,如果我看到别人使用我的言辞,而唯独我自己却避开从前亲自说过的话,我岂不成了荒谬之人,更何况眼下我所选择在你们面前使用的,不仅是零星片段,而是整篇文类。这些事,我们且看情况如何再行处置吧。
- 70ὅπου δὲ βασιλεῖ διαλεψόμενος ὑπὲρ τοῦ δήμου τοὺς λόγους ἐποιούμην, ἦπου τοῖς ἐν δημοκρατίᾳ πολιτευομένοις σφόδρʼ ἂν παρακελευσαίμην τὸ πλῆθος θεραπεύειν
ὅπου 在此处由处所义引申为逻辑前提(“既然我在……情况下”),用于构成由小推大(a fortiori)的论证。主句以强调小辞 ἦπου(“岂不更加、理所当然”)配合潜势希求法(ἂν παρακελευσαίμην),表明逻辑上的必然推论:既然面对君王尚且为民众代言,面对民主制下的政治家自然更会极力劝勉其奉事民众。
- 71ὅτι δέον αὐτοὺς τὴν φρόνησιν ἀσκεῖν μᾶλλον τῶν ἄλλων, οἱ δὲ χεῖρον παιδεύονται τῶν ἰδιωτῶν
δέον 是无人称动词 δεῖ 的独立宾格(宾格绝对结构),表让步(“尽管他们理应……”)。随后出现了句法破损(破格文,anacoluthon):未直接接续 ὅτι 从句的限定动词(χεῖρον παιδεύονται),而是以带主格代词 οἱ δέ(归结性 δέ)的直陈语气分句承接。
- 72ποιησάμενος οὖν ἀρχὴν ἣν ἐγὼ τελευτήν
在关系从句 ἣν ἐγὼ τελευτήν 中,承接上文分词 ποιησάμενος 省略了动词 ἐποιησάμην。关系代词 ἣν 作直接宾语,τελευτήν 则充当宾语补足语(述语性宾格),整句意为“把我作为结语之处当作(你的)开端”。
- 74ἐπεὶ μικροῦ γε μέρους τῶν πάλαι γεγραμμένων οὐκ ἂν ἀποσχοίμην
连词 ἐπεί 在此用于对前句 ἅλις ἔστω(“到此为止”)进行限制性补充与阐释(“因为若非如此/不过……”)。它与潜势希求法 οὐκ ἂν ἀποσχοίμην 相连,说明虽然冗长的通篇朗诵告一段落,但自己并不会避讳对旧作进行零星简短的引用。
