- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:55-63
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底阐明了《泛希腊集会词》的写作背景,并让书吏朗读关于领导权的段落,论证自己的作品旨在勉励青年追求美德,随后又准备展示《论和平》的节录以杜绝批评。
δέομαι δὲ τῶν πολλάκις ἀνεγνωκότων τὰ μέλλοντα ῥηθήσεσθαι μὴ ζητεῖν ἐν τῷ παρόντι παρʼ ἐμοῦ καινοὺς λόγους, μηδʼ ὀχληρόν με νομίζειν, ὅτι λέγω τοὺς πάλαι παρʼ ὑμῖν διατεθρυλημένους. εἰ μὲν γὰρ ἐπίδειξιν ποιούμενος ἔλεγον αὐτούς, εἰκότως ἂν εἶχον τὴν αἰτίαν ταύτην· νῦν δὲ κρινόμενος καὶ κινδυνεύων ἀναγκάζομαι χρῆσθαι τοῦτον τὸν τρόπον αὐτοῖς.
我请求那些曾多次阅读即将被诵读的作品的人,眼下不要向我索求新颖的言辞,也不要因我说起在你们中间早已广为流传的话而觉得我令人厌烦。因为,如果我是为了自我夸耀而说出这些话,理当受到这一责难;但眼下我在接受审判并面临危险,不得不以这种方式使用它们。
καὶ γὰρ ἂν πάντων εἴην καταγελαστότατος, εἰ τοῦ κατηγόρου διαβάλλοντος ὅτι τοιούτους γράφω λόγους οἳ καὶ τὴν πόλιν βλάπτουσι καὶ τοὺς νεωτέρους διαφθείρουσι, διʼ ἑτέρων ποιοίμην τὴν ἀπολογίαν, ἐξὸν αὐτοὺς δείξαντι τούτους ἀπολύσασθαι1 τὴν διαβολὴν τὴν λεγομένην περὶ ἡμῶν. ὑμᾶς μὲν οὖν ἀξιῶ μοι διὰ ταῦτα συγγνώμην ἔχειν καὶ συναγωνιστὰς γίγνεσθαι, τοῖς δὲ ἄλλοις ἤδη περαίνειν ἐπιχειρήσω, μικρὸν ἔτι προειπών, ἵνα ῥᾷον ἐπακολουθῶσι τοῖς λεγομένοις.
事实上,如果原告诬陷我说,我撰写了危害城邦、败坏青年的言辞,而我明明可以通过出示这些言辞本身来消除加诸我们身上的污蔑,却借由其他的言辞来进行辩护,我岂不成了天下最可笑之人?因此,我要求你们看在这些缘由的份上宽恕我并成为我的同盟辩护人;对于其他人,在稍微作些引言之后,我便着手进行,以便他们能更容易跟上所陈述的内容。
ὁ μὲν γὰρ λόγος ὁ μέλλων πρῶτος ὑμῖν δειχθήσεσθαι κατʼ ἐκείνους ἐγράφη τοὺς χρόνους, ὅτε Λακεδαιμόνιοι μὲν ἦρχον τῶν Ἑλλήνων, ἡμεῖς δὲ ταπεινῶς ἐπράττομεν. ἔστι δὲ τοὺς μὲν Ἕλληνας παρακαλῶν ἐπὶ τὴν τῶν βαρβάρων στρατείαν, Λακεδαιμονίοις δὲ περὶ τῆς ἡγεμονίας ἀμφισβητῶν.2 τοιαύτην δὲ τὴν ὑπόθεσιν ποιησάμενος, ἀποφαίνω τὴν πόλιν ἁπάντων τῶν ὑπαρχόντων τοῖς Ἕλλησιν ἀγαθῶν αἰτίαν γεγενημένην. ἀφορισάμενος δὲ τὸν λόγον τὸν περὶ τῶν τοιούτων εὐεργεσιῶν, καὶ βουλόμενος τὴν ἡγεμονίαν ἔτι σαφέστερον ἀποφαίνειν ὡς ἔστι τῆς πόλεως, ἐνθένδε ποθὲν ἐπιχειρῶ διδάσκειν περὶ τούτων, ὡς τῇ πόλει τιμᾶσθαι προσήκει πολὺ μᾶλλον ἐκ τῶν περὶ τὸν πόλεμον κινδύνων ἢ τῶν ἄλλων εὐεργεσιῶν.
因为即将首先向你们展示的那篇言辞,正是在拉刻代蒙人统治希腊人而我们处境卑微的时代写就的。它一方面号召希腊人远征蛮族,另一方面又与拉刻代蒙人争夺领导权。在确立了这样的题旨之后,我表明了城邦乃是希腊人现有一切福祉的源头。在划定关于此类恩惠的讨论界限后,为了更加清楚地表明领导权属于本城邦,我便从此处开始试图就这些事加以教导,阐明城邦凭其战乱中的危难而受到尊崇,远比因其他善行更具正当性。
ὤιμην μὲν οὖν αὐτὸς δυνήσεσθαι διελθεῖν περὶ αὐτῶν· νῦν δέ με τὸ γῆρας ἐμποδίζει καὶ ποιεῖ προαπαγορεύειν. ἵνʼ οὖν μὴ παντάπασιν ἐκλυθῶ πολλῶν ἔτι μοι λεκτέων ὄντων, ἀρξάμενος ἀπὸ τῆς παραγραφῆς ἀνάγνωθι τὰ περὶ τῆς ἡγεμονίας αὐτοῖς. ""
我本以为自己能够亲自诵读完这些内容;但如今高龄阻碍了我,使我早早体力不支。因此,为了在我还有许多话要说时不致彻底精疲力竭,〔书吏〕,请从标记处开始,向他们朗读有关领导权的段落。
περὶ μὲν οὖν τῆς ἡγεμονίας, ὡς δικαίως ἂν εἴη τῆς πόλεως, ῥᾴδιον ἐκ τῶν εἰρημένων καταμαθεῖν. ἐνθυμήθητε δὲ πρὸς ὑμᾶς αὐτούς, εἰ δοκῶ τοῖς λόγοις διαφθείρειν τοὺς νεωτέρους, ἀλλὰ μὴ προτρέπειν ἐπʼ ἀρετὴν καὶ τοὺς ὑπὲρ τῆς πόλεως κινδύνους, ἢ δικαίως ἂν δοῦναι δίκην ὑπὲρ τῶν εἰρημένων, ἀλλʼ οὐκ ἂν χάριν κομίσασθαι παρʼ ὑμῶν τὴν μεγίστην, ὃς οὕτως ἐγκεκωμίακα3 τὴν πόλιν καὶ τοὺς προγόνους καὶ τοὺς κινδύνους τοὺς ἐν ἐκείνοις τοῖς χρόνοις γεγενημένους, ὥστε τούς τε πρότερον γράψαντας περὶ τὴν ὑπόθεσιν ταύτην ἅπαντας ἠφανικέναι τοὺς λόγους, αἰσχυνομένους ὑπὲρ τῶν εἰρημένων αὑτοῖς, τούς τε νῦν δοκοῦντας εἶναι δεινοὺς μὴ τολμᾶν ἔτι λέγειν περὶ τούτων, ἀλλὰ καταμέμφεσθαι τὴν δύναμιν τὴν σφετέραν αὐτῶν.
「」 那么,关于领导权究竟如何理所当然地属于本城邦,从刚才诵读的文字中是很容易明白的。但请你们扪心自问:我似乎是用言辞在腐蚀青年,而不是在勉励他们追求美德、为城邦挺身涉险吗?又或者,我是理当为所说的言辞受到惩罚,还是理当从你们这里获得最大的感激呢?我正是如此极力赞美了城邦、祖先以及在那些岁月中所经历的危险,以至于以往曾就这一主题写作的人全都因羞于自己的陈述而销毁了讲稿,而如今被公认为雄辩之人也不敢再就这些题目发言,反而自怨才疏学浅。
ἀλλʼ ὅμως, τούτων οὕτως ἐχόντων, φανήσονταί τινες τῶν εὑρεῖν μὲν οὐδὲν οὐδʼ εἰπεῖν ἄξιον λόγου δυναμένων, ἐπιτιμᾶν δὲ καὶ βασκαίνειν τὰ τῶν ἄλλων μεμελετηκότων, οἳ χαριέντως μὲν εἰρῆσθαι ταῦτα φήσουσι (τὸ γὰρ εὖ φθονήσουσιν εἰπεῖν),4 πολὺ μέντοι χρησιμωτέρους εἶναι τῶν λόγων καὶ κρείττους τοὺς ἐπιπλήττοντας τοῖς νῦν ἁμαρτανομένοις ἢ τοὺς τὰ πεπραγμένα πρότερον ἐπαινοῦντας, καὶ τοὺς ὑπὲρ ὧν δεῖ πράττειν συμβουλεύοντας ἢ τοὺς τὰ παλαιὰ τῶν ἔργων διεξιόντας.
然而,尽管事情确是如此,在那些既无法构思也无法说出任何值得一提之事、却惯于挑剔诽谤他人成就的人当中,仍会有人跳出来声称,这些内容固然说得巧妙(因为他们绝不甘心用“极佳”一词来夸赞),但是那些斥责当下过失的言辞远比赞美过往功绩的更为有用且优越,那些就应当做何事提出建言的言辞也远胜于叙述古老事迹的作品。
ἵνʼ οὖν μηδὲ ταῦτʼ ἔχωσιν εἰπεῖν, ἀφέμενος τοῦ βοηθεῖν τοῖς εἰρημένοις πειράσομαι μέρος ἑτέρου λόγου τοσοῦτον, ὅσον περ ἄρτι, διελθεῖν ὑμῖν, ἐν ᾧ φανήσομαι περὶ τούτων ἁπάντων πολλὴν ἐπιμέλειαν πεποιημένος. ἔστι δὲ τὰ μὲν ἐν ἀρχῇ λεγόμενα περὶ τῆς εἰρήνης τῆς πρὸς Χίους καὶ Ῥοδίους καὶ Βυζαντίους,
因此,为了使他们连这一借口也无从提起,我将暂且不再为已诵读的内容辩护,而是尝试向你们通读另一篇言辞中与刚才篇幅相当的一部分,在这部分中将会显明,我对这一切问题都倾注了极大的心力。在篇首所论及的,乃是关于与希俄斯人、罗得岛人以及拜占庭人讲和之事,
- 56ἐξὸν αὐτοὺς δείξαντι τούτους ἀπολύσασθαι
非人称绝对宾格(ἐξόν)结构中,不定式 ἀπολύσασθαι 的逻辑主语通过与假定从句主语一致的与格分词 δείξαντι(“展示”)来体现。此处未用宾格分词 δείξαντα,而是通过与潜在的与格代词 μοι(“对我而言本有可能”)相协调而采用了与格。
- 57ἔστι δὲ τοὺς μὲν Ἕλληνας παρακαλῶν ... ἀμφισβητῶν
由系动词 ἔστι 与现在时分词 παρακαλῶν 及 ἀμφισβητῶν 构成的迂说法(periphrastic construction)。其主语为前文提及的 ὁ λόγος,用来描摹该演说词的本质性质与主旨(“这篇言辞旨在号召……并争夺……”)。
- 61ὃς οὕτως ἐγκεκωμίακα
关系代词 ὃς 的先行词是前面的间接疑问从句(εἰ δοκῶ ...)中暗含的第一人称单数主语(“我”)。该关系从句不仅起修饰作用,更具有因果功能,用来解释前面的间接疑问从句(“我是否理当获得最大的感激”)的依据,相当于拉丁语中带有连词性/因果意义的 qui + 虚拟式用法。
- 62τὸ γὰρ εὖ φθονήσουσιν εἰπεῖν
插入句。动词 φθονέω(“吝于”、“因嫉妒而不愿”)支配不定式 εἰπεῖν,后者带有实质化的中性单数宾格副词短语 τὸ εὖ(“‘极佳’这一词/说法”)作其宾语。这解释了批评者为何仅肯使用带有保留的赞词 χαριέντως(“巧妙地”),而不愿承认其真正“优秀”。
