← 伊索克拉底

交换财产诉讼

§46-54

崇高言辞的特质与宣读自作的预告

伊索克拉底阐明了私人诉讼言辞与他所从事的崇高城邦及全希腊节庆言辞之间的差异,并宣布将在法庭上宣读自己作品的选段以作为对指控的最直接辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§46

εἴη δʼ ἂν οὐ μικρὸν ἔργον, εἰ πάσας τις τὰς ἰδέας τὰς τῶν λόγων ἐξαριθμεῖν ἐπιχειρήσειεν· ἧς δʼ οὖν ἐμοὶ προσήκει, ταύτης μνησθεὶς ἐάσω τὰς ἄλλας.1 εἰσὶ γάρ τινες οἳ τῶν μὲν προειρημένων οὐκ ἀπείρως ἔχουσι, γράφειν δὲ προῄρηνται λόγους οὐ περὶ τῶν ἰδίων συμβολαίων, ἀλλʼ Ἑλληνικοὺς καὶ πολιτικοὺς καὶ πανηγυρικούς, οὓς ἅπαντες ἂν φήσαιεν ὁμοιοτέρους εἶναι τοῖς μετὰ μουσικῆς καὶ ῥυθμῶν πεποιημένοις ἢ τοῖς ἐν δικαστηρίῳ λεγομένοις.

如果有人试图穷尽散文言辞的一切体裁,那将是一件非同小可的繁重工作;因此,我且提及属于我的那一种,而略去其余的体裁。因为确实有一些人,他们对前述的诸领域并非毫无涉猎,却选择撰写不是关于私人契约,而是关于全希腊、城邦政治和节庆集会的言辞;所有人都会承认,这些言辞与伴随音调和节拍而作的诗歌更为相似,而不同于法庭上陈述的言辞。

§47

καὶ γὰρ τῇ λέξει ποιητικωτέρᾳ καὶ ποικιλωτέρᾳ τὰς πράξεις δηλοῦσι, καὶ τοῖς ἐνθυμήμασιν ὀγκωδεστέροις καὶ καινοτέροις χρῆσθαι ζητοῦσιν, ἔτι δὲ ταῖς ἄλλαις ἰδέαις ἐπιφανεστέραις καὶ πλείοσιν ὅλον τὸν λόγον διοικοῦσιν. ὧν ἅπαντες μὲν ἀκούοντες χαίρουσιν οὐδὲν ἧττον ἢ τῶν ἐν τοῖς μέτροις πεποιημένων, πολλοὶ δὲ καὶ μαθηταὶ γίγνεσθαι βούλονται, νομίζοντες τοὺς ἐν τούτοις πρωτεύοντας πολὺ σοφωτέρους καὶ βελτίους καὶ μᾶλλον ὠφελεῖν δυναμένους εἶναι τῶν τὰς δίκας εὖ λεγόντων.

因为他们以更具诗意、更为丰富多样的文风来叙述事迹,力图运用更显庄严、更为新颖的论据,进而以其他更为显豁、更为丰富的形式来组织整篇言辞。所有听到这些言辞的人,其愉悦之情绝不亚于聆听依韵律写就的诗作,更有许多人甚至渴望成为门徒,认为在这些方面出类拔萃者,比起善于在法庭辩诉者要远为明智、优秀,也更能有益于人。

§48

συνίσασι γὰρ τοῖς μὲν διὰ πολυπραγμοσύνην ἐμπείροις τῶν ἀγώνων γεγενημένοις, τοὺς δʼ ἐκ φιλοσοφίας ἐκείνων τῶν λόγων ὧν ἄρτι προεῖπον τὴν δύναμιν εἰληφότας,2 καὶ τοὺς μὲν δικανικοὺς δοκοῦντας εἶναι ταύτην τὴν ἡμέραν μόνην ἀνεκτοὺς ὄντας ἐν ᾗ περ ἂν ἀγωνιζόμενοι τυγχάνωσι, τοὺς δʼ ἐν ἁπάσαις ταῖς ὁμιλίαις καὶ παρὰ πάντα τὸν χρόνον ἐντίμους ὄντας καὶ δόξης ἐπιεικοῦς τυγχάνοντας· ἔτι δὲ τοὺς μέν, ἢν ὀφθῶσι δὶς ἢ τρὶς ἐπὶ τῶν δικαστηρίων, μισουμένους καὶ διαβαλλομένους, τοὺς δʼ ὅσῳ περ ἂν πλείοσι καὶ πλεονάκις συγγίγνωνται, τοσούτῳ μᾶλλον θαυμαζομένους· πρὸς δὲ τούτοις τοὺς μὲν περὶ τὰς δίκας δεινοὺς πόρρω τῶν λόγων ἐκείνων ὄντας, τοὺς δʼ εἰ βουληθεῖεν ταχέως ἂν ἑλεῖν καὶ τούτους δυνηθέντας.

因为他们深知,后者不过是凭着琐屑好讼而在论辩争讼中变得熟稔,而前者则是从我刚才提及的那些言辞的哲学研习中获得了能力;自诩为法庭辩手的人,仅仅在他们出庭诉辩的那一天尚可容忍,而另一类人在一切交往场合、在任何时期都受人尊敬并享有应得的声誉;此外,法庭辩手们 若是两三次出现在法庭上,便会遭人憎恶和诽谤,而另一类人交往的人越多、越频繁,便越受到赞佩;加之精于诉讼之人与那些崇高的言辞相距甚远,而另一类人若有意愿,亦能迅速掌握法庭辩词。

§50

ταῦτα λογιζόμενοι καὶ πολὺ κρείττω νομίζοντες εἶναι τὴν αἵρεσιν, βούλονται μετασχεῖν τῆς παιδείας ταύτης, ἧς οὐδʼ ἂν ἐγὼ φανείην ἀπεληλαμένος, ἀλλὰ πολλῷ χαριεστέραν δόξαν εἰληφώς. περὶ μὲν οὖν τῆς ἐμῆς εἴτε βούλεσθε καλεῖν δυνάμεως εἴτε φιλοσοφίας εἴτε διατριβῆς, ἀκηκόατε πᾶσαν τὴν ἀλήθειαν.

他们考虑到了这些,并认为这种选择远为优越,因而渴望参与这一教育;而我也绝不会显得是被排斥在这类教育之外的,反而赢得了远为优美可敬的名望。那么,关于我的能力,抑或你们愿意称之为哲学或学术志业,你们已经听到了全部的真情。

§51

βούλομαι δὲ περὶ ἐμαυτοῦ καὶ νόμον θεῖναι χαλεπώτερον ἢ περὶ τῶν ἄλλων, καὶ λόγον εἰπεῖν θρασύτερον ἢ κατὰ τὴν ἐμὴν ἡλικίαν. ἀξιῶ γὰρ οὐ μόνον, εἰ βλαβεροῖς χρῶμαι τοῖς λόγοις, μηδεμιᾶς συγγνώμης τυγχάνειν παρʼ ὑμῶν, ἀλλʼ εἰ μὴ τοιούτοις, οἵοις οὐδεὶς ἄλλος, τὴν μεγίστην ὑποσχεῖν τιμωρίαν.3 οὐχ οὕτω δʼ ἂν τολμηρὰν ἐποιησάμην τὴν ὑπόσχεσιν, εἰ μὴ καὶ δείξειν ἤμελλον ὑμῖν καὶ ῥᾳδίαν ποιήσειν τὴν διάγνωσιν αὐτῶν.

然而,我更愿意对自己立下一条比对他人更为严苛的准则,说出超乎我这把年纪的更大胆的话。因为我认为,如果我所运用的言辞是有害的,我不仅理当得不到你们的任何宽恕,而且如果这些言辞不是出类拔萃、无人可及的,我甚至理当承受最大的惩罚。若不是我正打算向你们展示这些言辞、使你们对它们的评判变得轻而易举,我是绝不会作出如此大胆的许诺的。

§52

ἔχει γὰρ οὕτως· ἐγὼ καλλίστην ἡγοῦμαι καὶ δικαιοτάτην εἶναι τὴν τοιαύτην ἀπολογίαν, ἥτις εἰδέναι ποιεῖ τοὺς δικάζοντας ὡς δυνατὸν μάλιστα, περὶ ὧν τὴν ψῆφον οἴσουσι, καὶ μὴ πλανᾶσθαι τῇ διανοίᾳ μηδʼ ἀμφιγνοεῖν τοὺς τἀληθῆ λέγοντας.

因为实情乃是如此:我认为最美好、最公正的辩护,正是那能够使审判者对他们将要投票表决的事项尽可能明了,思想上不至迷惘,对言说真情者亦不心存疑虑的辩护。

§53

εἰ μὲν τοίνυν ἠγωνιζόμην ὡς περὶ πράξεις τινὰς ἡμαρτηκώς, οὐκ ἂν οἷός τʼ ἦν ἰδεῖν ὑμῖν αὐτὰς παρασχεῖν, ἀλλʼ ἀναγκαίως εἶχεν εἰκάζοντας ὑμᾶς ἐκ τῶν εἰρημένων διαγιγνώσκειν ὅπως ἐτύχετε περὶ τῶν πεπραγμένων· ἐπειδὴ δὲ περὶ τοὺς λόγους ἔχω τὴν αἰτίαν, οἶμαι μᾶλλον ὑμῖν ἐμφανιεῖν τὴν ἀλήθειαν.

那么,如果我是因在某些行为上犯错而受审辩论,我本不可能将那些行为直接呈现在你们眼前,你们便不得不根据言辞进行推测,凭运气对所发生的事作出裁决;但既然我遭受指控的是关于言辞,我想我更能向你们昭示真相。

§54

αὐτοὺς γὰρ ὑμῖν δείξω τοὺς εἰρημένους ὑπʼ ἐμοῦ καὶ γεγραμμένους, ὥστʼ οὐ δοξάσαντες ἀλλὰ σαφῶς εἰδότες ὁποῖοί τινές εἰσι τὴν ψῆφον οἴσετε περὶ αὐτῶν. ἅπαντας μὲν οὖν διὰ τέλους εἰπεῖν οὐκ ἂν δυναίμην· ὁ γὰρ χρόνος ὁ δεδομένος ἡμῖν ὀλίγος ἐστίν· ὥσπερ δὲ τῶν καρπῶν, ἐξενεγκεῖν ἑκάστου δεῖγμα πειράσομαι. μικρὸν γὰρ μέρος ἀκούσαντες ῥᾳδίως τό τʼ ἐμὸν ἦθος γνωριεῖτε καὶ τῶν λόγων τὴν δύναμιν ἁπάντων μαθήσεσθε.

因为我将向你们展示由我所言说和撰写的言辞本身,以使你们在投票表决时,绝非出于主观臆测,而是确凿明了它们是何种言辞。要想从头到尾把所有言辞都诵读一遍,我自是无能为力,因为分配给我们的时间极其有限;然而,如同展示果实一样,我将尝试拿出每篇作品的样本。因为仅仅听到微小的一部分,你们便能轻易认清我的品格,并了解我所有言辞的真正力量。

语法注3 条
  1. 46ἧς δʼ οὖν ἐμοὶ προσήκει, ταύτης μνησθεὶς ἐάσω τὰς ἄλλας

    关系代词 ἧς 受后文主句指示代词 ταύτης(分词 μνησθεὶς 所要求的属格)的影响而发生了格同化(或先行词内化并同化),其基本语序结构为 ταύτης (τῆς ἰδέας) ἣ ἐμοὶ προσήκει。

  2. 48συνίσασι γὰρ τοῖς μὲν διὰ πολυπραγμοσύνην ἐμπείροις τῶν ἀγώνων γεγενημένοις, τοὺς δʼ ἐκ φιλοσοφίας ἐκείνων τῶν λόγων ὧν ἄρτι προεῖπον τὴν δύναμιν εἰληφότας

    动词 συνίσασι 通常带与格补足语(表示自我省察或共知),亦可支配带分词的宾格结构。此处出现错格破格现象(anacoluthon):前半句以与格分词结构 τοῖς μὲν ... γεγενημένοις 起首,而在后半句的对立分句中则转为了宾格分词结构 τοὺς δʼ ... εἰληφότας(并由后文的 ὄντας, τυγχάνοντας 等宾格分词延续),将 συνίσασι 视作支配宾格分词的认识动词。

  3. 51ἀλλʼ εἰ μὴ τοιούτοις, οἵοις οὐδεὶς ἄλλος, τὴν μεγίστην ὑποσχεῖν τιμωρίαν

    条件从句与关系从句中均省略了谓语动词,完整结构为 ἀλλʼ εἰ μὴ τοιούτοις [χρῶμαι τοῖς λόγοις], οἵοις οὐδεὶς ἄλλος [χρῆται]。此句构成强烈的递进对比:不仅若言辞有害则不受宽恕,且若非达到了无人能及之境,便甘受顶格惩罚。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:46-54