← 伊索克拉底

交换财产诉讼

§36-45

与法庭诉状代写者的区分及散文诸体裁

伊索克拉底通过对比谋生方式、交游群体及活动场所,论证自己绝非代写诉状之徒,并在准备开诚布公阐明实情之际,指出了散文言辞体裁的多样性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36

τοῦ μὲν γὰρ γενέσθαι προέχοντα τῶν ἄλλων ἢ περὶ τοὺς λόγους ἢ περὶ τὰς πράξεις εἰκότως ἄν τις τὴν τύχην αἰτιάσαιτο, τοῦ δὲ καλῶς καὶ μετρίως κεχρῆσθαι1 τῇ φύσει δικαίως ἂν ἅπαντες τὸν τρόπον τὸν ἐμὸν ἐπαινέσειαν. οὐ μὴν οὐδʼ εἰ ταῦτʼ ἔχων περὶ ἐμαυτοῦ λέγειν, οὐδʼ οὕτω φανήσομαι2 περὶ τοὺς λόγους τοὺς τοιούτους γεγενημένος.

因为对于在言辞或行动上出类拔萃这一事实,人们固然可以合理地归因于命运,但对于优良且节制地运用天赋这一点,所有人都会公正地赞美我的品格。然而,即便关于我自己有这些可说,我也绝不会显出曾从事过此类言辞的样子。

§37

γνώσεσθε δʼ ἐκ τῶν ἐπιτηδευμάτων τῶν ἐμῶν, ἐξ ὧνπερ οἷόν τʼ ἐστὶν εἰδέναι τὴν ἀλήθειαν πολὺ μᾶλλον ἢ παρὰ τῶν διαβαλλόντων. οἶμαι γὰρ οὐδένα τοῦτʼ ἀγνοεῖν, ὅτι πάντες ἄνθρωποι περὶ τὸν τόπον τοῦτον εἰώθασι διατρίβειν, ὅθεν ἂν προέλωνται τὸν βίον πορίζεσθαι.

你们将从我的日常志业中认识到这一点,而从这些志业中认识真相,远比从诽谤者那里要可靠得多。因为我认为绝无任何人会不知道这一点:即所有人都习惯于在他们所选择的谋生之处周围消磨时光。

§38

τοὺς μὲν τοίνυν ἀπὸ τῶν συμβολαίων τῶν ὑμετέρων ζῶντας καὶ τῆς περὶ ταῦτα πραγματείας ἴδοιτʼ ἂν μόνον οὐκ ἐν τοῖς δικαστηρίοις οἰκοῦντας, ἐμὲ δʼ οὐδεὶς πώποθʼ ἑώρακεν οὔτʼ ἐν τοῖς συνεδρίοις οὔτε περὶ τὰς ἀνακρίσεις οὔτʼ ἐπὶ τοῖς δικαστηρίοις οὔτε πρὸς τοῖς διαιτηταῖς, ἀλλʼ οὕτως ἀπέχομαι τούτων ἁπάντων ὡς οὐδεὶς ἄλλος τῶν πολιτῶν.

那么,你们可以看到那些靠着你们的契约以及处理此类讼事谋生的人,几乎就住在法庭之中;与此相反,从未有人在议事会、预备审讯、法庭或仲裁人处见过我,而在远离这一切事情上,没有其他任何市民能与我相比。

§39

ἔπειτʼ ἐκείνους μὲν ἂν εὕροιτε παρʼ ὑμῖν μόνοις χρηματίζεσθαι δυναμένους, εἰ δʼ ἄλλοσέ ποι πλεύσειαν, ἐνδεεῖς ἂν ὄντας τῶν καθʼ ἡμέραν, ἐμοὶ δὲ τὰς εὐπορίας, περὶ ὧν οὗτος μειζόνως εἴρηκεν, ἔξωθεν ἁπάσας γεγενημένας·3 ἔτι δὲ τοῖς μὲν πλησιάζοντας ἢ τοὺς ἐν κακοῖς αὐτοὺς ὄντας ἢ τοὺς ἑτέροις πράγματα παρέχειν βουλομένους, ἐμοὶ δὲ τοὺς πλείστην σχολὴν τῶν Ἑλλήνων ἄγοντας.

其次,你们会发现那些人只能在你们这里赚钱,如果他们航行到其他任何地方,就会匮乏日常口粮;然而这个人夸大其词地谈及的我的财富,却全都是来自境外的。此外,与他们接近的,要么是自身陷于困境之人,要么是妄图给他人制造麻烦之人;而聚集在我身边的,则是希腊人中最享清闲之辈。

§40

ἠκούσατε δὲ καὶ τοῦ κατηγόρου λέγοντος ὅτι παρὰ Νικοκλέους τοῦ Σαλαμινίων βασιλέως πολλὰς ἔλαβον καὶ μεγάλας δωρεάς. καίτοι τίνι πιστὸν ὑμῶν ἐστιν ὡς Νικοκλῆς ἔδωκέ μοι ταύτας, ἵνα δίκας μανθάνῃ λέγειν, ὃς καὶ τοῖς ἄλλοις περὶ τῶν ἀμφισβητουμένων ὥσπερ δεσπότης ἐδίκαζεν; ὥστʼ ἐξ ὧν αὐτὸς οὗτος εἴρηκε, ῥᾴδιον καταμαθεῖν ὅτι πόρρω τῶν πραγματειῶν εἰμι τῶν περὶ τὰ συμβόλαια γιγνομένων.

你们也听到了告发者声称我从萨拉米斯国王尼科克勒斯那里收受了许多巨额馈赠。然而你们当中有谁能够相信,尼科克勒斯赠我这些礼物是为了学习在法庭辩论诉讼呢?他可是像主宰者一样为其他人就纷争事项进行裁决的人。因此,单从这个人自己所说的话中,便很容易明白我与涉及契约的诉讼实务相距何其遥远。

§41

ἀλλὰ μὴν κἀκεῖνο πᾶσι φανερόν ἐστιν ὅτι παμπληθεῖς εἰσιν οἱ παρασκευάζοντες τοὺς λόγους τοῖς ἐν τοῖς δικαστηρίοις ἀγωνιζομένοις. τούτων μὲν τοίνυν τοσούτων ὄντων οὐδεὶς πώποτε φανήσεται μαθητῶν ἠξιωμένος, ἐγὼ δὲ πλείους εἰληφώς, ὥς φησιν ὁ κατήγορος, ἢ σύμπαντες οἱ περὶ τὴν φιλοσοφίαν διατρίβοντες. καίτοι πῶς εἰκὸς τοὺς τοσοῦτον τοῖς ἐπιτηδεύμασιν ἀλλήλων ἀφεστῶτας περὶ τὰς αὐτὰς πράξεις ἡγεῖσθαι διατρίβειν;

然而不仅如此,对于所有人而言同样显而易见的是:为法庭诉讼当事人撰写言辞的人数不胜数。尽管这些人如此之多,却绝不会有任何一人显出曾被认为配得上拥有门徒;然而正如告发者所说,我所收纳的学生却比从事哲学的所有人加在一起还要多。既然在日常志业上彼此相距如此悬殊,又怎能合理地认为他们从事的是相同的事业呢?

§42

ἔχων δὲ πολλὰς εἰπεῖν διαφορὰς περὶ τοῦ βίου τοῦ τʼ ἐμοῦ καὶ τῶν περὶ τὰς δίκας, ἐκείνως ὑμᾶς ἡγοῦμαι τάχιστʼ ἂν ἀφέσθαι τῆς δόξης ταύτης, εἴ τις ὑμῖν ἐπιδείξειε μὴ τούτων τῶν πραγμάτων μαθητάς μου γιγνομένους ὧν ὁ κατήγορος εἴρηκε, μηδὲ περὶ τοὺς λόγους ὄντα με δεινὸν τοὺς περὶ τῶν ἰδίων συμβολαίων.

关于我自己的生活与那些专事诉讼之人的生活之间的差异,我虽有诸多可说,但我认为若有人能向你们证明,从我这里求学者所学并非告发者所说的那些伎俩,我也并非精通涉及私人契约的言辞,那么你们便会以这种方式最快地摒弃这一成见。

§43

οἶμαι γὰρ ὑμᾶς, ἐξελεγχομένης τῆς αἰτίας ἧς εἶχον πρότερον, ζητεῖν ἑτέραν μεταλαβεῖν διάνοιαν, καὶ ποθεῖν ἀκοῦσαι περὶ ποίους ἄλλους λόγους γεγενημένος τηλικαύτην δόξαν ἔλαβον. εἰ μὲν οὖν μοι συνοίσει κατειπόντι τὴν ἀλήθειαν, οὐκ οἶδα· χαλεπὸν γὰρ στοχάζεσθαι τῆς ὑμετέρας διανοίας· οὐ μὴν ἀλλὰ παρρησιάσομαί γε πρὸς ὑμᾶς.

因为我认为,随着原先针对我的指控被驳倒,你们正寻求采纳另一种见解,并渴望听闻我究竟是从事了何种其他言辞才获得了如此巨大的声望。那么,坦陈实情是否对我有利,我不得而知;因为要揣摩你们的心思是困难的;尽管如此,我仍要向你们坦率陈词。

§44

καὶ γὰρ ἂν αἰσχυνθείην τοὺς πλησιάσαντας, εἰ πολλάκις εἰρηκὼς ὅτι δεξαίμην ἂν ἅπαντας εἰδέναι τοὺς πολίτας καὶ τὸν βίον ὃν ζῶ καὶ τοὺς λόγους οὓς λέγω, νῦν μὴ δηλοίην ὑμῖν αὐτοὺς ἀλλʼ ἀποκρυπτόμενος φανείην. ὡς οὖν ἀκουσόμενοι τὴν ἀλήθειαν, οὕτω προσέχετε τὸν νοῦν.4

因为如果我曾屡次声称巴不得所有市民都知晓我所过的生活与我所作的言辞,如今却不向你们讲明,反而显得遮遮掩掩,那么在曾与我结交的人面前我将深感羞愧。因此,请抱定即将听到真情的心态,倾听我的言辞。

§45

πρῶτον μὲν οὖν ἐκεῖνο δεῖ μαθεῖν ὑμᾶς, ὅτι τρόποι τῶν λόγων εἰσὶν οὐκ ἐλάττους ἢ τῶν μετὰ μέτρου ποιημάτων.5 οἱ μὲν γὰρ τὰ γένη τὰ τῶν ἡμιθέων ἀναζητοῦντες τὸν βίον τὸν αὑτῶν κατέτριψαν, οἱ δὲ περὶ τοὺς ποιητὰς ἐφιλοσόφησαν, ἕτεροι δὲ τὰς πράξεις τὰς ἐν τοῖς πολέμοις συναγαγεῖν ἐβουλήθησαν, ἄλλοι δέ τινες περὶ τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις γεγόνασιν, οὓς ἀντιλογικοὺς καλοῦσιν.

那么首先,你们必须明白这一点:散文言辞的体裁之多,并不亚于依韵律而作的诗歌。因为有些人穷其一生探究半神们的谱系,有些人潜心探讨诗人,另有一些人致力于汇集战争中的行迹,还有一些人则投身于一问一答的论辩,人们将这些人称为辩难家。

语法注5 条
  1. 36τοῦ μὲν γὰρ γενέσθαι... τοῦ δὲ καλῶς καὶ μετρίως κεχρῆσθαι

    带冠词不定式的属格 τοῦ γενέσθαι 与 τοῦ κεχρῆσθαι 分别作为原因属格(genitive of cause),由主句动词 αἰτιάσαιτο 和 ἐπαινέσειαν 支配,意为“因……(而归因于命运/赞美我的品格)”。

  2. 36οὐ μὴν οὐδʼ εἰ ταῦτʼ ἔχων περὶ ἐμαυτοῦ λέγειν, οὐδʼ οὕτω φανήσομαι

    由 οὐ μὴν οὐδέ(然而绝不)与复指的 οὐδʼ οὕτω(即便如此也绝不)构成的否定强调句式。分词 ἔχων 带有让步意味(“即便关于我自己有这些可说”),修饰主句动词 φανήσομαι。

  3. 39ἐμοὶ δὲ τὰς εὐπορίας... ἔξωθεν ἁπάσας γεγενημένας

    承接前一分句中 ἂν εὕροιτε 支配的“宾格+分词”间接陈述结构(与 ἐκείνους μὲν ἂν εὕροιτε... δυναμένους... ὄντας 相对,省略了 ἂν εὕροιτε),意为“[你们会发现]我的财富全都是来自境外的”。

  4. 44ὡς οὖν ἀκουσόμενοι τὴν ἀλήθειαν, οὕτω προσέχετε τὸν νοῦν

    由 ὡς 加将来时分词(ἀκουσόμενοι)表示主观预设或态度(“怀着将听到……的心态”),与修饰祈使动词 προσέχετε τὸν νοῦν 的副词 οὕτω(如此地)形成呼应相关结构。

  5. 45τρόποι τῶν λόγων εἰσὶν οὐκ ἐλάττους ἢ τῶν μετὰ μέτρου ποιημάτων

    简缩比较(comparatio compendiaria):本应严格表达为 ἢ [οἱ τρόποι] τῶν ποιημάτων(并不亚于有韵律诗歌的[体裁]),此处省略了中心名词 οἱ τρόποι,直接用属格名词 τῶν ποιημάτων 作比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:36-45