- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:28-35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者在要求宣读起诉书后,反驳告发者夸大并捏造其法庭诉讼活动及从弟子处敛取巨资的言论,指责其蓄意煽动审判者的嫉恨。他进一步指出,从未有任何公民指控因他而遭受损害,以此证明自身的清白与温厚。
ἀλλʼ ἀνεγκλητεὶ μέχρι ταυτησὶ τῆς ἡλικίας βεβιωκὼς εἰς τὸν αὐτὸν καθέστηκα κίνδυνον, εἰς ὅνπερ ἂν εἰ πάντας ἐτύγχανον ἠδικηκώς.1 οὐ μὴν παντάπασιν ἀθυμῶ διὰ τὸ μέγεθος τοῦ τιμήματος, ἀλλʼ ἐάν περ ἐθελήσητε μετʼ εὐνοίας ἀκροάσασθαι, πολλὰς ἐλπίδας ἔχω τοὺς μὲν διεψευσμένους τῶν ἐμῶν ἐπιτηδευμάτων2 καὶ πεπεισμένους ὑπὸ τῶν βουλομένων βλασφημεῖν ταχέως μεταπεισθήσεσθαι περὶ αὐτῶν, τοὺς δὲ τοιοῦτον εἶναί με νομίζοντας οἷός περ εἰμί, βεβαιότερον ἔτι ταύτην ἕξειν τὴν διάνοιαν.
然而,尽管我直到这个年纪都无可指摘地生活着,如今却陷入了与我若恰好侵害了所有人便会陷入的完全相同的险境。不过,我并未因量刑的严重而彻底灰心丧气;只要你们愿意怀着善意倾听,我便大有希望:那些对我的人生志业产生误解并听信了妄图诽谤之徒的人,很快便会改变对这些事的看法,而那些本就将我看作我实际为人的人,则会更加坚定这一信念。
ἵνα δὲ μὴ λίαν ἐνοχλῶ πολλὰ πρὸ τοῦ πράγματος λέγων, ἀφέμενος τούτων, περὶ ὧν οἴσετε τὴν ψῆφον, ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. καί μοι ἀνάγνωθι τὴν γραφήν. "Γραφή" .
为了不至于在进入正题之前说得太多而让你们过于厌烦,我将撇开这些,即刻着手就你们将要投票表决的那些事项向你们阐明。请为我宣读起诉书。 “起诉书” 。
ἐκ μὲν τοίνυν τῆς γραφῆς πειρᾶταί με διαβάλλειν ὁ κατήγορος ὡς διαφθείρω τοὺς νεωτέρους λέγειν διδάσκων καὶ παρὰ τὸ δίκαιον ἐν τοῖς ἀγῶσι πλεονεκτεῖν, ἐκ δὲ τῶν ἄλλων λόγων ποιεῖ με τηλικοῦτον, ὅσος οὐδεὶς πώποτε γέγονεν οὔτε τῶν περὶ τὰ δικαστήρια καλινδουμένων οὔτε τῶν περὶ τὴν φιλοσοφίαν διατριψάντων· οὐ γὰρ μόνον ἰδιώτας φησί μου γεγενῆσθαι μαθητάς, ἀλλὰ καὶ ῥήτορας καὶ στρατηγοὺς καὶ βασιλέας καὶ τυράννους, καὶ χρήματα παρʼ αὐτῶν παμπληθῆ τὰ μὲν εἰληφέναι τὰ δʼ ἔτι καὶ νῦν λαμβάνειν.
那么,告发者一方面依据起诉书企图诽谤我,声称我通过教授言辞、教授在诉讼中违背正义谋取私利而腐蚀青年;另一方面依据其他言论,又将我塑造成一个空前绝后的人物,是无论在法庭厮混之徒中还是在潜心哲学之人中都不曾有过的:因为他声称,不仅普通平民成了我的门生,更有演说家、将军、君王乃至僭主,并且我从他们那里收取了极其巨额的金钱,一部分已然收讫,一部分至今仍在收取。
τοῦτον δὲ τὸν τρόπον πεποίηται τὴν κατηγορίαν, ἡγούμενος ἐκ μὲν ὧν καταλαζονεύεται περί μου καὶ τοῦ πλούτου καὶ τοῦ πλήθους τῶν μαθητῶν φθόνον ἅπασι τοῖς ἀκούουσιν ἐμποιήσειν, ἐκ δὲ τῆς περὶ τὰ δικαστήρια πραγματείας εἰς ὀργὴν καὶ μῖσος ὑμᾶς καταστήσειν· ἅπερ ὅταν πάθωσιν οἱ κρίνοντες, χαλεπώτατοι τοῖς ἀγωνιζομένοις εἰσίν. ὡς οὖν τὰ μὲν μείζω τοῦ προσήκοντος εἴρηκε, τὰ δʼ ὅλως ψεύδεται, ῥᾳδίως οἶμαι φανερὸν ποιήσειν.
他之所以以这种方式构陷指控,是因为他认为,借着关于我本人、我的财富以及门徒之众所作的夸诞吹嘘,他能在所有听众心中激起嫉妒,而借着法庭诉讼相关的营生之说,他能将你们置于愤怒与仇恨之中;而一旦审判者产生这般情绪,便会对诉讼当事人最为严酷。因此,对于他某些话言过其实、某些话则完全是捏造谎言这一点,我认为自己可以轻易阐明。
ἀξιῶ δʼ ὑμᾶς τοῖς μὲν λόγοις οἷς πρότερον ἀκηκόατε περί μου τῶν βλασφημεῖν καὶ διαβάλλειν βουλομένων, μὴ προσέχειν τὸν νοῦν, μηδὲ πιστεύειν τοῖς μήτε μετʼ ἐλέγχου μήτε μετὰ κρίσεως εἰρημένοις, μηδὲ ταῖς δόξαις χρῆσθαι ταῖς ἀδίκως ὑπʼ ἐκείνων ὑμῖν ἐγγεγενημέναις, ἀλλʼ ὁποῖός τις ἂν ἐκ τῆς κατηγορίας τῆς νῦν καὶ τῆς ἀπολογίας φαίνωμαι, τοιοῦτον εἶναί με νομίζειν· οὕτω γὰρ γιγνώσκοντες αὐτοί τε δόξετε καλῶς κρίνειν καὶ νομίμως, ἐγώ τε τεύξομαι πάντων τῶν δικαίων.
我恳请你们,不要将注意力放在从前那些妄图毁谤中伤之人关于我所说的言辞上,不要轻信那些未经核验亦未经理性裁断的话语,亦不要沿用由那些人向你们不公地灌输的成见,而是要根据我在此番指控与申辩中所展现出来的真实样貌,来看待我究竟是怎样的人;因为若如此明断,你们自身不仅会被认为裁决得正当且合法,我也将获得一切应得的公正对待。
ὅτι μὲν οὖν οὐδεὶς οὔθʼ ὑπὸ τῆς δεινότητος τῆς ἐμῆς οὔθʼ ὑπὸ τῶν συγγραμμάτων βέβλαπται τῶν πολιτῶν, τὸν ἐνεστῶτα κίνδυνον ἡγοῦμαι μέγιστον εἶναι τεκμήριον. εἰ γάρ τις ἦν ἠδικημένος, εἰ καὶ τὸν ἄλλον χρόνον ἡσυχίαν εἶχεν, οὐκ ἂν ἠμέλησε τοῦ καιροῦ τοῦ παρόντος, ἀλλʼ ἦλθεν ἂν ἤτοι κατηγορήσων ἢ καταμαρτυρήσων. ὅπου γὰρ ὁ μηδʼ ἀκηκοὼς μηδὲν πώποτε φλαῦρον εἰς ἀγῶνά με τηλικουτονὶ κατέστησεν, ἦ που σφόδρʼ ἂν οἱ κακῶς πεπονθότες ἐπειρῶντʼ ἂν δίκην παρʼ ἐμοῦ λαμβάνειν.
那么,关于市民中绝无一人因我的言辞才能或著作而遭受损害,我认为当下的这场危机便是最强有力的明证。因为如果曾有人遭受侵害,即便他在其余所有时间都保持沉默,也绝不会放过眼下的良机,而必定会前来提出控告或出庭作证。既然一个甚至从未听到过任何坏事的人都将我推入了如此重大的诉讼之中,那么确实,那些真正蒙受祸害的人岂不是会竭尽全力使我受到惩罚吗?
οὐ γὰρ δὴ τοῦτό γʼ ἐστὶν οὔτʼ εἰκὸς οὔτε δυνατόν, ἐμὲ μὲν περὶ πολλοὺς ἡμαρτηκέναι, τοὺς δὲ ταῖς συμφοραῖς διʼ ἐμὲ περιπεπτωκότας ἡσυχίαν ἔχειν καὶ μὴ τολμᾶν ἐγκαλεῖν, ἀλλὰ πραοτέρους ἐν τοῖς ἐμοῖς εἶναι κινδύνοις τῶν μηδὲν ἠδικημένων, ἐξὸν αὐτοῖς δηλώσασιν ἃ πεπόνθασι τὴν μεγίστην παρʼ ἐμοῦ λαβεῖν τιμωρίαν.3
因为这既不近情理,亦无可能:即我虽然侵害了许多人,但那些因我而遭遇不幸的人却保持沉默且不敢提出指责,反倒在涉及我的危难中比那些丝毫未受侵害者还要温和,尽管他们本可以通过揭露自己所遭受的不幸,使我受到最大的惩戒。
ἀλλὰ γὰρ οὔτε πρότερον οὔτε νῦν οὐδείς μοι φανήσεται τοιοῦτον οὐδὲν ἐγκαλέσας. ὥστʼ εἰ συγχωρήσαιμι τῷ κατηγόρῳ καὶ προσομολογήσαιμι πάντων ἀνθρώπων εἶναι δεινότατος, καὶ συγγραφεὺς τῶν λόγων τῶν λυπούντων ὑμᾶς τοιοῦτος οἷος οὐδεὶς ἄλλος γέγονε, πολὺ ἂν δικαιότερον ἐπιεικὴς εἶναι δοκοίην ἢ ζημιωθείην.4
然而事实上,无论在过去还是在当下,绝无一人能被指出曾对我提出过任何此类指控。因此,即便我向告发者让步,并进一步承认自己是全人类中最善辩之人,是写出了那些令你们不快的言辞的、前无古人的著述家,那么认定我是个温和公正之人,也远比惩罚我要公正得多。
- 28εἰς ὅνπερ ἂν εἰ πάντας ἐτύγχανον ἠδικηκώς
关系从句中的 ἄν 修饰一个被省略的过去与事实相反的动词(如 κατέστην),构成过去与事实相反条件句的归结从句:“正是我哪怕恰巧侵害了所有人本也会陷入的那种险境”。
- 28τοὺς μὲν διεψευσμένους τῶν ἐμῶν ἐπιτηδευμάτων
完成体中动态/被动态分词 διεψευσμένους 支配属格 τῶν ἐμῶν ἐπιτηδευμάτων(表示事由或分离的属格),意为“那些对我的人生志业产生误解的人”,而非指他们被这些志业所蒙骗。
- 34ἐξὸν αὐτοῖς δηλώσασιν ἃ πεπόνθασι τὴν μεγίστην παρʼ ἐμοῦ λαβεῖν τιμωρίαν
ἐξόν 是无人称动词 ἔξεστι 的现在分词中性单数宾格,构成宾格独立结构(accusative absolute),带有让步意味,意为“尽管他们本可以……”。它在句法上统领与格代词 αὐτοῖς、与其一致的分词 δηλώσασιν 以及不定式 λαβεῖν。
- 35πολὺ ἂν δικαιότερον ἐπιεικὴς εἶναι δοκοίην ἢ ζημιωθείην
在比较级副词短语 πολὺ ... δικαιότερον 的统领下,希求法形式 δοκοίην(带 ἄν 的现在时主动态)与 ζημιωθείην(不定过去时被动态)由连词 ἤ 并列连接。此处采用人称句构(personal construction)而非无人称句构,主语为第一人称,故表语形容词 ἐπιεικής 采取与主语一致的主格。
