- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:305-313
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者回顾了凭借智虑与辞令卓越的历代领袖缔造城邦辉煌的历史,主张城邦应当尊崇献身于哲学的英才而非告密者。
καὶ τοὺς μὲν πονεῖν ἐθέλοντας καὶ παρασκευάζειν σφᾶς αὐτοὺς χρησίμους τῇ πόλει περὶ πολλοῦ ποιήσεσθε, τοὺς δὲ καταβεβλημένως ζῶντας καὶ μηδενὸς ἄλλου φροντίζοντας πλὴν ὅπως ἀσελγῶς ἀπολαύσονται τῶν καταλειφθέντων, τούτους δὲ μισήσετε καὶ προδότας νομιεῖτε καὶ τῆς πόλεως καὶ τῆς τῶν προγόνων δόξης· μόλις γὰρ ἢν οὕτως ὑμᾶς αἴσθωνται πρὸς ἑκατέρους αὐτῶν διακειμένους, ἐθελήσουσιν οἱ νεώτεροι καταφρονήσαντες τῆς ῥᾳθυμίας προσέχειν σφίσιν αὐτοῖς καὶ τῇ φιλοσοφίᾳ τὸν νοῦν.
你们将高度重视那些甘愿辛劳并使自身对城邦有用之人,而憎恨那些生活堕落、除了如何放荡挥霍所留家产之外别无所思之人,并视他们为城邦及先祖名誉的背叛者;因为唯有当他们察觉到你们对这两类人抱有如此态度时,年轻人才会鄙弃怠惰,愿意潜心关注自身与哲学。
ἀναμνήσθητε δὲ τὸ κάλλος καὶ τὸ μέγεθος τῶν ἔργων τῶν τῇ πόλει καὶ τοῖς προγόνοις πεπραγμένων, καὶ διέλθετε πρὸς ὑμᾶς αὐτοὺς καὶ σκέψασθε ποῖός τις ἦν καὶ πῶς γεγονὼς καὶ τίνα τρόπον πεπαιδευμένος ὁ τοὺς τυράννους ἐκβαλὼν καὶ τὸν δῆμον καταγαγὼν καὶ τὴν δημοκρατίαν καταστήσας, ποῖος δέ τις ὁ τοὺς βαρβάρους Μαραθῶνι τῇ μάχῃ νικήσας καὶ τὴν δόξαν τὴν ἐκ ταύτης γενομένην τῇ πόλει κτησάμενος, τίς δʼ ἦν, ὁ μετʼ ἐκεῖνον τοὺς Ἕλληνας ἐλευθερώσας καὶ τοὺς προγόνους ἐπὶ ἡγεμονίαν καὶ τὴν δυναστείαν ἣν ἔσχον προαγαγών, ἔτι δὲ τὴν φύσιν τὴν τοῦ Πειραιέως κατιδὼν καὶ τὸ τεῖχος ἀκόντων Λακεδαιμονίων τῇ πόλει περιβαλών, τίς δὲ ὁ μετὰ τοῦτον ἀργυρίου καὶ χρυσίου τὴν ἀκρόπολιν ἐμπλήσας καὶ τοὺς οἴκους τοὺς ἰδίους μεστοὺς πολλῆς εὐδαιμονίας καὶ πλούτου ποιήσας·
请你们追想城邦与先祖所建树之功业的优美与宏大,在你们心中仔细思量并省察:那位驱逐僭主、使民众归返并确立民主政体的人,是怎样的人物,出身如何,受过怎样的教育;而在马拉松战役中击败异族人,并为城邦赢得由此而生的盛名之人,又是怎样的人物;在那位之后,解放希腊人,引领先祖取得他们曾拥有的霸权与统治地位,进而洞察比雷埃夫斯港的自然优势,并在拉刻代蒙人违背意愿的情况下为城邦筑起城墙之人,又是谁;而在他之后,使卫城堆满金银、令私人府邸充盈着丰厚繁荣与财富之人,又是谁。
εὑρήσετε γάρ, ἢν ἐξετάζητε τούτων ἕκαστον, οὐ τοὺς συκοφαντικῶς βεβιωκότας οὐδὲ τοὺς ἀμελῶς, οὐδὲ τοὺς τοῖς πολλοῖς ὁμοίους ὄντας, ταῦτα διαπεπραγμένους,1 ἀλλὰ τοὺς διαφέροντας καὶ προέχοντας μὴ μόνον ταῖς εὐγενείαις καὶ ταῖς δόξαις, ἀλλὰ καὶ τῷ φρονεῖν καὶ λέγειν, τούτους ἁπάντων ἀγαθῶν αἰτίους γεγενημένους.
因为只要你们逐一审视这些人,就会发现,成就这些事业的绝非那些过着告密者生活的人,亦非疏忽懈怠之人,更非平庸大众之流,而是那些不仅在家世和名望上,更在深思熟虑与辞令才能上出类拔萃、卓越非凡之人,正是他们成为了一切福祉的缔造者。
ὧν εἰκὸς ὑμᾶς ἐνθυμουμένους ὑπὲρ μὲν τοῦ πλήθους τοῦτο σκοπεῖν, ὅπως ἔν τε τοῖς ἀγῶσι τοῖς περὶ τῶν συμβολαίων τῶν δικαίων τεύξονται καὶ τῶν ἄλλων τῶν κοινῶν μεθέξουσι, τοὺς δʼ ὑπερέχοντας καὶ τῇ φύσει καὶ ταῖς μελέταις, καὶ τοὺς τοιούτους γενέσθαι προθυμουμένους, ἀγαπᾶν καὶ τιμᾶν καὶ θεραπεύειν, ἐπισταμένους ὅτι καὶ τὸ καλῶν καὶ μεγάλων ἡγήσασθαι πραγμάτων καὶ τὸ δύνασθαι τὰς πόλεις ἐκ τῶν κινδύνων σώζειν καὶ τὴν δημοκρατίαν διαφυλάττειν ἐν τοῖς τοιούτοις ἔνεστιν, ἀλλʼ οὐκ ἐν τοῖς συκοφάνταις.
因此,鉴于这些事实,你们理当一方面为大众着想,设法让他们在契约诉讼中获得公正,并分享其他公共事务的权益;另一方面,对于那些在天资与磨砺上均出类拔萃之人,以及切望成为此类人物之人,予以珍爱、尊崇和看重;因为你们明知,引领崇高而伟大的事业、使城邦脱离险境以及捍卫民主政体的能力,正蕴含在此类人之中,而绝非蕴含在告密者身上。
πολλῶν δʼ ἐφεστώτων μοι λόγων ἀπορῶ πῶς αὐτοὺς διαθῶμαι· δοκεῖ γάρ μοι καθʼ αὑτὸ μὲν ἕκαστον ὧν διανοοῦμαι ῥηθὲν ἐπιεικὲς ἂν φανῆναι,2 πάντα δὲ νυνὶ λεγόμενα πολὺν ἂν ὄχλον ἐμοί τε καὶ τοῖς ἀκούουσι παρασχεῖν. ὅπερ καὶ περὶ τῶν ἤδη προειρημένων δέδοικα, μὴ τοιοῦτόν τι πάθος αὐτοῖς διὰ τὸ πλῆθος τυγχάνῃ συμβεβηκός.
涌入我脑海的言辞如此之多,以至于我不知该如何处置它们;因为在我看来,我所思及的每一个论点若单独陈述都会显得合情合理,但若如今全盘托出,则会给我和听众带来极大的烦冗之累。对此前已陈述的内容,我也同样担忧,唯恐它们因篇幅过长而已遭遇了这般情况。
οὕτω γὰρ ἀπλήστως ἅπαντες ἔχομεν περὶ τοὺς λόγους, ὥστʼ ἐπαινοῦμεν μὲν τὴν εὐκαιρίαν καὶ φαμὲν οὐδὲν εἶναι τοιοῦτον, ἐπειδὰν δʼ οἰηθῶμεν ὡς ἔχομέν τι λέγειν, ἀμελήσαντες τοῦ μετριάζειν, κατὰ μικρὸν ἀεὶ προστιθέντες εἰς τὰς ἐσχάτας ἀκαιρίας ἐμβάλλομεν ἡμᾶς αὐτούς· ὅπου γε καὶ λέγων ἐγὼ ταῦτα καὶ γιγνώσκων, ὅμως ἔτι βούλομαι διαλεχθῆναι πρὸς ὑμᾶς.
因为我们所有人对言论都如此贪婪,以至于我们一方面赞美恰合时宜、声称无物能出其右,可一旦自以为言之有物,便忽视了节制,一点一点不断增补,使自身陷入极端的不合时宜之中;就连我本人,在言说且明白这些道理的同时,却仍然渴望继续向你们陈词。
ἀγανακτῶ γὰρ ὁρῶν τὴν συκοφαντίαν ἄμεινον τῆς φιλοσοφίας φερομένην,3 καὶ τὴν μὲν κατηγοροῦσαν, τὴν δὲ κρινομένην. ὃ τίς ἂν τῶν παλαιῶν ἀνδρῶν γενήσεσθαι προσεδόκησεν, ἄλλως τε καὶ παρʼ ὑμῖν τοῖς ἐπὶ σοφίᾳ μεῖζον τῶν ἄλλων φρονοῦσιν;
因为看到告密之风比哲学更受青睐,前者居于原告之席,后者沦为受审之身,我感到无比愤慨。昔日的先人当中,谁能料想到会发生这种事呢,尤其是在自视比他人更具智慧的你们当中?
οὔκουν ἐπί γε τῶν προγόνων οὕτως εἶχεν, ἀλλὰ τοὺς μὲν καλουμένους σοφιστὰς ἐθαύμαζον καὶ τοὺς συνόντας αὐτοῖς ἐζήλουν, τοὺς δὲ συκοφάντας πλείστων κακῶν αἰτίους ἐνόμιζον εἶναι. μέγιστον δὲ τεκμήριον· Σόλωνα μὲν γάρ, τὸν πρῶτον τῶν πολιτῶν λαβόντα τὴν ἐπωνυμίαν ταύτην, προστάτην ἠξίωσαν τῆς πόλεως εἶναι, περὶ δὲ τῶν συκοφαντῶν χαλεπωτέρους ἢ περὶ τῶν ἄλλων κακουργιῶν τοὺς νόμους ἔθεσαν.
至少在先祖的时代绝非如此,相反,他们景仰那些被称为智者的人,艳羡那些追随他们之人,却认为告密者乃是极多祸患的根源。最宏大的明证便在于:他们认为首位获得这一称号的公民梭伦配得上担任城邦的庇护者,而针对告密者,他们制定的法律却比针对其他恶行更为严苛。
- 308εὑρήσετε γάρ, ἢν ἐξετάζητε τούτων ἕκαστον, οὐ τοὺς συκοφαντικῶς βεβιωκότας οὐδὲ τοὺς ἀμελῶς, οὐδὲ τοὺς τοῖς πολλοῖς ὁμοίους ὄντας, ταῦτα διαπεπραγμένους
动词 εὑρήσετε(εὑρίσκω 的将来时)在此接宾格补充分词(διαπεπραγμένους)而非不定式,意为“你们将发现……成就了这些事业”。否定词 οὐ 并非否定分词本身,而是否定其逻辑主语群体(οὐ τοὺς... βεβιωκότας 等),并与后面的 ἀλλὰ τοὺς διαφέροντας... 形成对比。
- 310καθʼ αὑτὸ μὲν ἕκαστον ὧν διανοοῦμαι ῥηθὲν ἐπιεικὲς ἂν φανῆναι
过去被动分词 ῥηθέν 用作条件分词(相当于 εἰ ῥηθείη,“若单独说出”),修饰中性代词 ἕκαστον。它与副词 ἄν 及不定式 φανῆναι(由 δοκεῖ 统辖)配合,在间接引语中代表原本的潜在希求法(ἂν φανείη)的结构。
- 312ἀγανακτῶ γὰρ ὁρῶν τὴν συκοφαντίαν ἄμεινον τῆς φιλοσοφίας φερομένην
表知觉的分词 ὁρῶν 统辖“宾格+分词”结构(τὴν συκοφαντίαν... φερομένην)。短语 ἄμεινον φέρεσθαι 为惯用表达,意为“处境更佳”或“占得上风”,属格 τῆς φιλοσοφίας 为比较属格。
