- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:295-304
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底指出,雅典被全希腊公认为言辞与教养的导师,若将言辞教育定罪,无异于否定城邦自身赖以成名的根基。他告诫审判官应当惩处为城邦招致恶名的告密者,转而鼓励那些致力于修养灵魂的高尚青年。
χρὴ γὰρ μηδὲ τοῦτο λανθάνειν ὑμᾶς, ὅτι πάντων τῶν δυναμένων λέγειν ἢ παιδεύειν ἡ πόλις ἡμῶν δοκεῖ γεγενῆσθαι διδάσκαλος. εἰκότως· καὶ γὰρ ἆθλα μέγιστα τιθεῖσαν αὐτὴν ὁρῶσι τοῖς τὴν δύναμιν ταύτην ἔχουσι, καὶ γυμνάσια πλεῖστα καὶ παντοδαπώτατα παρέχουσαν τοῖς ἀγωνίζεσθαι προῃρημένοις καὶ περὶ τὰ τοιαῦτα γυμνάζεσθαι βουλομένοις, ἔτι δὲ τὴν ἐμπειρίαν, ἥ περ μάλιστα ποιεῖ δύνασθαι λέγειν, ἐνθένδε πάντας λαμβάνοντας·1 πρὸς δὲ τούτοις καὶ τὴν τῆς φωνῆς κοινότητα καὶ μετριότητα καὶ τὴν ἄλλην εὐτραπελίαν καὶ φιλολογίαν οὐ μικρὸν ἡγοῦνται συμβαλέσθαι μέρος πρὸς τὴν τῶν λόγων παιδείαν· ὥστʼ οὐκ ἀδίκως ὑπολαμβάνουσιν ἅπαντας τοὺς λέγειν ὄντας δεινοὺς τῆς πόλεως εἶναι μαθητάς.
因为你们决不可忽略这一点:我们这座城邦被公认为所有能够言说或施教之人的导师。这实属理所当然;因为人们看到,城邦为拥有这种能力的人设立了最丰厚的奖赏,并为那些决心角逐且愿在这些事务上磨砺自身的人,提供了最多、最全面的训练场所;此外,人们还看到,所有人都是从这里汲取了最能赋予言说能力的经验。除此以外,他们还认为,语言的通行与适度,以及通达的风趣与对学识言论的爱好,对于言辞的教养起到了不小的助益;因此他们不无道理地认定,所有善于辞令之人都是这座城邦的门生。
σκοπεῖτʼ οὖν μὴ παντάπασιν ᾖ καταγέλαστον τῆς δόξης ταύτης φλαῦρόν τι καταγιγνώσκειν, ἣν ὑμεῖς ἔχετε παρὰ τοῖς Ἕλλησι πολὺ μᾶλλον ἢ ἐγὼ παρʼ ὑμῖν· οὐδὲν γὰρ ἀλλʼ ἢ φανερῶς ὑμῶν αὐτῶν ἔσεσθε κατεψηφισμένοι τὴν τοιαύτην ἀδικίαν,2 καὶ πεποιηκότες ὅμοιον ὥσπερ ἂν εἰ Λακεδαιμόνιοι τοὺς τὰ περὶ τὸν πόλεμον ἀσκοῦντας ζημιοῦν ἐπιχειροῖεν,3 ἢ Θετταλοὶ παρὰ τῶν ἱππεύειν μελετώντων δίκην λαμβάνειν ἀξιοῖεν. ὑπὲρ ὧν φυλακτέον ἐστίν, ὅπως μηδὲν τοιοῦτον ἐξαμαρτήσεσθε περὶ ὑμᾶς αὐτούς, μηδὲ πιστοτέρους ποιήσετε τοὺς λόγους τοὺς τῶν κατηγορούντων τῆς πόλεως ἢ τοὺς τῶν ἐπαινούντων.
因此,请你们审思,若对此种名声作任何贬损的裁决,难道不会完全沦为笑柄吗?你们在全希腊人当中享有这一名望,远甚于我在你们当中所享有的名望;因为这样做,无异于你们公然对自己宣判了此类不义之罪,其所为正如拉刻代蒙人企图惩处操练军事技能之人,或色萨利人认为理当对练习骑术之人施加罚则一般。为了防止此类事情发生,你们必须警惕,切不可在对待自身之事上犯下如此重大的过错,亦不可使指责城邦之人的言论比赞颂城邦之人的言论显得更加可信。
οἶμαι δʼ ὑμᾶς οὐκ ἀγνοεῖν ὅτι τῶν Ἑλλήνων οἱ μὲν δυσκόλως πρὸς ὑμᾶς ἔχουσιν, οἱ δʼ ὡς οἷόν τε μάλιστα φιλοῦσι καὶ τὰς ἐλπίδας τῆς σωτηρίας ἐν ὑμῖν ἔχουσι. καὶ φασιν οἱ μὲν τοιοῦτοι μόνην εἶναι ταύτην πόλιν, τὰς δʼ ἄλλας κώμας, καὶ δικαίως ἂν αὐτὴν ἄστυ τῆς Ἑλλάδος προσαγορεύεσθαι καὶ διὰ τὸ μέγεθος καὶ διὰ τὰς εὐπορίας τὰς ἐνθένδε τοῖς ἄλλοις γιγνομένας καὶ μάλιστα διὰ τὸν τρόπον τῶν ἐνοικούντων·
我想你们并非不知道,希腊人当中,有些人对你们心怀仇怨,而另一些人则尽可能热烈地爱戴你们,并将得救的希望寄托在你们身上。这些心怀善意之人声称,唯有此地才配称作城邦,其余城邦不过是村落罢了;无论因其宏大、因从这里流向他处的丰盛物资,还是尤因其居民的品性,这座城邦理当被称为全希腊的首府;因为他们说,没有任何人比雅典人更温和、更易亲近,也没有任何人比他们更适合与之共度一生。
οὐδένας γὰρ εἶναι πραοτέρους οὐδὲ κοινοτέρους οὐδʼ οἷς οἰκειότερον ἄν τις τὸν ἅπαντα βίον συνδιατρίψειεν οὕτω δὲ μεγάλαις χρῶνται ταῖς ὑπερβολαῖς, ὥστʼ οὐδὲ τοῦτʼ ὀκνοῦσι λέγειν, ὡς ἥδιον ἂν ὑπʼ ἀνδρὸς Ἀθηναίου ζημιωθεῖεν ἢ διὰ τῆς ἑτέρων ὠμότητος εὖ πάθοιεν. οἱ δὲ ταῦτα μὲν διασύρουσι, διεξιόντες δὲ τὰς τῶν συκοφαντῶν πικρότητας καὶ κακοπραγίας ὅλης τῆς πόλεως ὡς ἀμίκτου καὶ χαλεπῆς οὔσης κατηγοροῦσιν.
他们甚至运用了如此极端的溢美之词,以至于毫不迟疑地宣称:宁可遭受雅典人的惩罚,也不愿凭借别邦人的残酷手段而获益。然而,敌视你们的人却贬损这些美德,他们历数告密者的苛刻与恶行,指控整个城邦难以共处且刻薄寡恩。
ἔστιν οὖν δικαστῶν νοῦν ἐχόντων τοὺς μὲν τῶν τοιούτων λόγων αἰτίους γιγνομένους ἀποκτείνειν ὡς μεγάλην αἰσχύνην τῇ πόλει περιποιοῦντας, τοὺς δὲ τῶν ἐπαίνων τῶν λεγομένων περὶ αὐτῆς μέρος τι συμβαλλομένους τιμᾶν μᾶλλον ἢ τοὺς ἀθλητὰς τοὺς ἐν τοῖς στεφανίταις ἀγῶσι νικῶντας· πολὺ γὰρ καλλίω δόξαν ἐκείνων κτώμενοι τῇ πόλει τυγχάνουσι καὶ μᾶλλον ἁρμόττουσαν.
因此,有理智的审判官理当将引发此类指责之人处死,因为他们给城邦带来了巨大的耻辱;而对于那些为城邦所受的赞誉贡献了一己之力的人,则应当予以尊崇,甚至超过在桂冠竞技中获胜的运动员;因为比起那些运动员,他们为城邦赢得了更为崇高且更为相宜的名誉。
περὶ μὲν γὰρ τὴν τῶν σωμάτων ἀγωνίαν πολλοὺς τοὺς ἀμφισβητοῦντας ἔχομεν, περὶ δὲ τὴν παιδείαν ἅπαντες ἂν ἡμᾶς πρωτεύειν προκρίνειαν. χρὴ δὲ τοὺς καὶ μικρὰ λογίζεσθαι δυναμένους τοὺς ἐν τοῖς τοιούτοις τῶν ἔργων διαφέροντας, ἐν οἷς ἡ πόλις εὐδοκιμεῖ, τιμῶντας φαίνεσθαι, καὶ μὴ φθονερῶς ἔχειν, μηδʼ ἐναντία τοῖς ἄλλοις Ἕλλησι γιγνώσκειν περὶ αὐτῶν.
因为关于肉体的竞技,我们有许多竞争对手;但在教育方面,所有人都会公认我们位列首席。凡是稍有思虑能力的人,都应当表现出尊崇那些在使城邦享有盛誉的事业中出类拔萃之人,而不应当抱有嫉妒,亦不应在此类人的问题上作出与其余希腊人相反的判断。
ὧν ὑμῖν οὐδὲν πώποτʼ ἐμέλησεν, ἀλλὰ τοσοῦτον διημαρτήκατε τοῦ συμφέροντος, ὥσθʼ ἥδιον ἔχετε διʼ οὓς ἀκούετε κακῶς ἢ διʼ οὓς ἐπαινεῖσθε,4 καὶ δημοτικωτέρους εἶναι νομίζετε τοὺς τοῦ μισεῖσθαι τὴν πόλιν ὑπὸ πολλῶν αἰτίους ὄντας, ἢ τοὺς ἅπαντας οἷς πεπλησιάκασιν εὖ διακεῖσθαι πρὸς αὐτὴν πεποιηκότας.
然而你们对此类事情从未放在心上,反而在自身利益上迷失至深,以至于你们宁愿青睐那些让你们蒙受恶名之人,甚于那些让你们赢得赞誉之人;你们竟认为,那些导致城邦遭受众人怨恨之人,比起那些使所有与之结识之人对城邦心怀善意之人,更为忠于民众。
ἤν οὖν σωφρονῆτε, τῆς μὲν ταραχῆς παύσεσθε ταύτης, οὐχ οὕτω δʼ ὥσπερ νῦν οἱ μὲν τραχέως οἱ δʼ ὀλιγώρως διακείσεσθε πρὸς τὴν φιλοσοφίαν, ἀλλʼ ὑπολαβόντες κάλλιστον εἶναι καὶ σπουδαιότατον τῶν ἐπιτηδευμάτων τὴν τῆς ψυχῆς ἐπιμέλειαν, προτρέψετε τῶν νεωτέρων τοὺς βίον ἱκανὸν κεκτημένους καὶ σχολὴν ἄγειν δυναμένους ἐπὶ τὴν παιδείαν καὶ τὴν ἄσκησιν τὴν τοιαύτην,
因此,你们若有明智,就应当终止这种混乱,不再如现今这般,有人严酷、有人轻蔑地对待哲学;相反,你们当认为照料灵魂乃是所有志业中最美好、最值得严肃以待的事,并鼓励年轻一代中家资丰足且能享清闲之人,投身于此种教育与操练之中,
- 296ἔτι δὲ τὴν ἐμπειρίαν, ἥ περ μάλιστα ποιεῖ δύνασθαι λέγειν, ἐνθένδε πάντας λαμβάνοντας
承接前句中表知觉的动词 ὁρῶσι(他们看到)的补充性分词结构。前文是以 αὐτὴν τιθεῖσαν ... παρέχουσαν(看到城邦设立……提供……)为宾语与分词,此处则转为以 πάντας 为分词 λαμβάνοντας 的逻辑主语(宾格),构成“[他们看到]所有人从这里汲取……”的并列结构。
- 297οὐδὲν γὰρ ἀλλʼ ἢ φανερῶς ὑμῶν αὐτῶν ἔσεσθε κατεψηφισμένοι τὴν τοιαύτην ἀδικίαν
οὐδὲν ἀλλʼ ἤ 是固定习语,意为“无非是”、“无异于”。动词 καταψηφίζομαι 带支配受罚对象的属格(ὑμῶν αὐτῶν,“对你们自身”)以及支配罪名或裁决内容的宾格(τὴν τοιαύτην ἀδικίαν,“此类不义之罪”)。迂回将来完成时(ἔσεσθε κατεψηφισμένοι)强调了判定行为一旦发生后确凿无疑的结果状态。
- 298ὥσπερ ἂν εἰ Λακεδαιμόνιοι τοὺς τὰ περὶ τὸν πόλεμον ἀσκοῦντας ζημιοῦν ἐπιχειροῖεν
ὥσπερ ἂν εἰ 后接希求语气(ἐπιχειροῖεν, ἀξιοῖεν)构成假设性比喻,意为“正如……企图……一般”。紧承前面的 πεποιηκότες ὅμοιον(做了同样的事),用一种显属荒谬的反事实假想作为类比。
- 303ἥδιον ἔχετε διʼ οὓς ἀκούετε κακῶς ἢ διʼ οὓς ἐπαινεῖσθε
ἥδιον ἔχω 承接隐含的人物代词宾语(τούτους),意为“更中意于某人/更乐于看待某人”(属于“副词 + ἔχω”结构的延伸用法)。此外,ἀκούω κακῶς 是表示被动态意义的习语,意为“被恶评/承受恶名”,与后文被动态动词 ἐπαινεῖσθε(“受到赞誉”)形成严整的被动对照。
