- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:314-323
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将告密者在历史上酿成的诸多祸患与先祖明智的法制加以对比并予以谴责,鉴于水钟之水已尽及自身年岁,他摒弃了博取同情的哀求举动,坚信自身一生的无可指摘与诸神的眷顾,从容将判决托付给陪审官。
τοῖς μὲν γὰρ μεγίστοις τῶν ἀδικημάτων ἐν ἑνὶ τῶν δικαστηρίων τὴν κρίσιν ἐποίησαν, κατὰ δὲ τούτων γραφὰς μὲν πρὸς τοὺς θεσμοθέτας, εἰσαγγελίας δʼ εἰς τὴν βουλήν, προβολὰς δʼ ἐν τῷ δήμῳ, νομίζοντες τοὺς ταύτῃ τῇ τέχνῃ χρωμένους ἁπάσας ὑπερβάλλειν τὰς πονηρίας. τοὺς μὲν γὰρ ἄλλους ἀλλʼ οὖν πειρᾶσθαί γε λανθάνειν κακουργοῦντας,1 τούτους δʼ ἐν ἅπασιν ἐπιδείκνυσθαι τὴν αὑτῶν ὠμότητα καὶ μισανθρωπίαν καὶ φιλαπεχθημοσύνην. κἀκεῖνοι μὲν οὕτως ἐγίγνωσκον περὶ αὐτῶν· ὑμεῖς δὲ τοσοῦτον ἀπέχετε τοῦ κολάζειν αὐτούς, ὥστε τούτοις χρῆσθε καὶ κατηγόροις καὶ νομοθέταις περὶ τῶν ἄλλων. καί τοι προσῆκεν αὐτοὺς νῦν μισεῖσθαι μᾶλλον ἢ κατʼ ἐκεῖνον τὸν χρόνον.
事实上,祖先们对于极重大的罪行,只规定在一个法庭中进行审判,但针对这些告密者,他们却设立了向司法执政官提起的公诉、向议事会提起的弹劾,以及在公民大会上提起的公诉告发,因为他们认为从事这种行当的人超越了一切邪恶。其他为非作恶者至少还试图隐匿行径,而这些人却在所有人面前公然彰显自己的残忍、厌世与好生是非。昔日之人对他们抱有这样的见识;但你们却远未予以惩处,以至于竟任用他们担任针对他人的控告者和立法者。然而,理应在如今比在那个时代更加憎恨他们才对。
τότε μὲν γὰρ ἐν τοῖς ἐγκυκλίοις μόνον καὶ τοῖς κατὰ τὴν πόλιν ἔβλαπτον τοὺς συμπολιτευομένους· ἐπειδὴ δʼ αὐξηθείσης τῆς πόλεως καὶ λαβούσης τὴν ἀρχὴν οἱ πατέρες ἡμῶν, μᾶλλον θαρρήσαντες τοῦ συμφέροντος, τοῖς μὲν καλοῖς κἀγαθοῖς τῶν ἀνδρῶν καὶ μεγάλην τὴν πόλιν ποιήσασι διὰ τὰς δυναστείας ἐφθόνησαν, πονηρῶν δʼ ἀνθρώπων καὶ μεστῶν θρασύτητος ἐπεθύμησαν, οἰηθέντες ταῖς μὲν τόλμαις καὶ ταῖς φιλαπεχθημοσύναις ἱκανοὺς αὐτοὺς ἔσεσθαι διαφυλάττειν τὴν δημοκρατίαν, διὰ δὲ τὴν φαυλότητα τῶν ἐξ ἀρχῆς αὐτοῖς ὑπαρξάντων οὐ μέγα φρονήσειν οὐδʼ ἐπιθυμήσειν ἑτέρας πολιτείας. ἐκ ταύτης τῆς μεταβολῆς τί τῶν δεινῶν οὐ συνέπεσε τῇ πόλει, τί δὲ τῶν μεγίστων κακῶν οἱ ταύτην ἔχοντες τὴν φύσιν οὐ καὶ λέγοντες καὶ πράττοντες διετέλεσαν;
因为当时他们仅在日常事务与城内琐事中危害同侪公民;但当城邦日益壮大并取得霸权之后,我们的父辈因盲目自信而超越了利害界限,便因那些使城邦变得伟大的贤达之士的权势而嫉妒他们,转而偏爱邪恶且充满狂妄之徒,以为凭借他们的胆大妄为与挑唆是非之能,足以捍卫民主政体,又以为凭借其微贱的出身,他们既不会心高气傲,亦不会企图变革政体。从这一转变中,何等灾难未曾降临城邦?具有这种本性之人,又有哪些极大的恶事未曾屡屡诉诸言行?
οὐ τοὺς μὲν ἐνδοξοτάτους τῶν πολιτῶν καὶ μάλιστα δυναμένους ποιῆσαί τι τὴν πόλιν ἀγαθόν, ὀλιγαρχίαν ὀνειδίζοντες καὶ λακωνισμόν, οὐ πρότερον ἐπαύοντο πρὶν ἠνάγκασαν ὁμοίους γενέσθαι ταῖς αἰτίαις ταῖς λεγομέναις περὶ αὐτῶν·2 τοὺς δὲ συμμάχους λυμαινόμενοι καὶ συκοφαντοῦντες, καὶ τοὺς βελτίστους ἐκ τῶν ὄντων ἐκβάλλοντες, οὕτω διέθεσαν ὥσθʼ ἡμῶν μὲν ἀποστῆναι, τῆς δὲ Λακεδαιμονίων ἐρασθῆναι φιλίας καὶ συμμαχίας;
他们岂不是借着指责最负盛名的公民以及最能为城邦造福之人偏向寡头政治与斯巴达,不断逼迫他们,直至迫使他们变得与强加于其身的罪名相符?他们岂不是借着残害与诬陷盟友,将最优秀之人逐出其家业,从而使局势恶化,以致盟友背叛我们,转而渴望拉刻代蒙人的友谊与结盟?
ἐξ ὧν εἰς πόλεμον καταστάντες πολλοὺς ἐπείδομεν τῶν πολιτῶν τοὺς μὲν τελευτήσαντας, τοὺς δʼ ἐπὶ τοῖς πολεμίοις γενομένους, τοὺς δʼ εἰς ἔνδειαν τῶν ἀναγκαίων καταστάντας, ἔτι δὲ τὴν δημοκρατίαν δὶς καταλυθεῖσαν καὶ τὰ τείχη τῆς πατρίδος κατασκαφέντα, τὸ δὲ μέγιστον, ὅλην τὴν πόλιν περὶ ἀνδραποδισμοῦ κινδυνεύσασαν καὶ τὴν ἀκρόπολιν τοὺς πολεμίους οἰκήσαντας.
由此导致陷入战争,我们亲眼目睹了许多公民有的丧命,有的沦落于敌手,有的陷入基本生活匮乏之境;更有甚者,民主政体两次被推翻,祖国的城墙被夷平,而最沉重的是,整个城邦陷入沦为奴隶的危险,敌人占据了卫城。
ἀλλὰ γὰρ αἰσθάνομαι, καίπερ ὑπὸ τῆς ὀργῆς βίᾳ φερόμενος, τὸ μὲν ὕδωρ ἡμᾶς ἐπιλεῖπον, αὐτὸς δʼ ἐμπεπτωκὼς εἰς λόγους ἡμερησίους καὶ κατηγορίας. ὑπερβὰς οὖν τὸ πλῆθος τῶν συμφορῶν τῶν διὰ τούτους γεγενημένων, καὶ διωσάμενος τὸν ὄχλον τῶν ἐνόντων εἰπεῖν περὶ τῆς τούτων συκοφαντίας, μικρῶν ἔτι πάνυ μνησθεὶς ἤδη καταλύσω τὸν λόγον.
然而,我虽因愤怒而难以自已,但也察觉到水钟之水正在流尽,自己已陷入整日的滔滔雄辩与控诉之中。因此,我将略过因这些人而产生的诸多灾祸,抛开论及他们告密行径的繁多话柄,仅再提及微末几点,便就此结束讲词。
τοὺς μὲν οὖν ἄλλους ὁρῶ τοὺς κινδυνεύοντας, ἐπειδὰν περὶ τὴν τελευτὴν ὦσι τῆς ἀπολογίας, ἱκετεύοντας, δεομένους, τοὺς παῖδας, τοὺς φίλους ἀναβιβαζομένους· ἐγὼ δὲ οὔτε πρέπειν οὐδὲν ἡγοῦμαι τῶν τοιούτων τοῖς τηλικούτοις, πρός τε τῷ ταῦτα γιγνώσκειν, αἰσχυνθείην ἄν, εἰ διʼ ἄλλο τι σωζοίμην ἢ διὰ τοὺς λόγους τοὺς προειρημένους. οἶδα γὰρ ἐμαυτὸν οὕτως ὁσίως καὶ δικαίως κεχρημένον αὐτοῖς καὶ περὶ τὴν πόλιν καὶ περὶ τοὺς προγόνους καὶ μάλιστα περὶ τοὺς θεούς, ὥστε, εἴ τι μέλει τῶν ἀνθρωπίνων αὐτοῖς πραγμάτων, οὐδὲ τῶν νῦν περὶ ἐμὲ γιγνομένων οὐδὲν αὐτοὺς οἶμαι λανθάνειν. διόπερ οὐκ ὀρρωδῶ τὸ μέλλον συμβήσεσθαι παρʼ ὑμῶν, ἀλλὰ θαρρῶ καὶ πολλὰς ἐλπίδας ἔχω τότε μοι τοῦ βίου τὴν τελευτὴν ἥξειν, ὅταν μέλλῃ συνοίσειν ἡμῖν, σημείῳ χρώμενος ὅτι καὶ τὸν παρελθόντα χρόνον οὕτω τυγχάνω βεβιωκὼς μέχρι ταύτης τῆς ἡμέρας, ὥς περ προσήκει τοὺς εὐσεβεῖς καὶ θεοφιλεῖς τῶν ἀνθρώπων.
我看到其他身陷险境的人,在辩护接近尾声时,往往祈求、哀告,并将孩子和朋友请上法庭;但我认为对于我这样年纪的人而言,此等行径全然不相合宜,除了持有这一见识外,若我因前述言辞之外的任何手段而获救,我亦将引以为耻。因为我深知自己在对待城邦、祖先,尤其是对待诸神方面,运用这些言辞是如此虔敬与公正,以至于如果诸神对人事真有所眷顾,我认为我如今所遭遇的一切也绝不会逃过他们的眼界。因此,我不畏惧从你们那里将要降临的结果,反而怀抱勇气与极大的希望,相信当我生命的终点来临之际,必定是在对我有益之时,并以此为凭据:直至今日的过往岁月里,我的一生始终如敬虔且蒙神眷爱之人所应当的那样度过。
ὡς οὖν ἐμοῦ ταύτην ἔχοντος τὴν γνώμην,3 καὶ νομίζοντος ὅ τι ἂν ὑμῖν δόξῃ, τοῦθʼ ἕξειν μοι καλῶς καὶ συμφερόντως, ὅπως ἕκαστος ὑμῶν χαίρει καὶ βούλεται, τοῦτον τὸν τρόπον φερέτω τὴν ψῆφον.
因此,鉴于我抱有这样的心意,并坚信无论你们做出何种决议,都将是对我美好且有益的,就请你们每个人按照各自心悦与意愿的方式,投下那一票吧。
- 314τοὺς μὲν γὰρ ἄλλους ἀλλʼ οὖν πειρᾶσθαί γε λανθάνειν κακουργοῦντας
不定式 πειρᾶσθαι 在此作为由前句分词 νομίζοντες 引领的间接引语(宾格加不定式结构)。短语组合 ἀλλʼ οὖν ... γε 表达让步性的限定(“至少……还是”),从而与下一句中公然炫耀其恶意的告密者(τούτους δʼ ...)形成鲜明对照。
- 318οὐ πρότερον ἐπαύοντο πρὶν ἠνάγκασαν ὁμοίους γενέσθαι ταῖς αἰτίαις ταῖς λεγομέναις περὶ αὐτῶν
在包含否定的主句(οὐ πρότερον ἐπαύοντο)之后,连词 πρίν 搭配不定过去时直陈式(ἠνάγκασαν),表示过去客观发生的具体事实(“直到他们迫使……”)。表语形容词 ὁμοίους 为宾格,与不定式 γενέσθαι 的逻辑主语(τοὺς μὲν ἐνδοξοτάτους ...)相一致;与格 ταῖς αἰτίαις 则表示与指控内容相符或相似。
- 323ὡς οὖν ἐμοῦ ταύτην ἔχοντος τὴν γνώμην
由 ὡς 引领的属格独立结构,表明说话人主观的心态与立场,并为后文的祈使语气动词 φερέτω 确立了前提(“既然我抱有这般见解,……就请各人投下选票”)。
