← 伊索克拉底

交换财产诉讼

§286-294

放任青年放荡的告密者与雅典的修辞之誉

演说者痛斥告密者纵容年轻人沉溺恶习与享乐却诽谤斥资求学的学子,论证通过勤勉与教育获得的言说能力优于天资与运气,并指出智慧与修辞教育正是雅典人傲视诸邦的核心所在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§286

καὶ γάρ τοι πεποιήκατε τοὺς μὲν ἐπιεικεστάτους αὐτῶν ἐν πότοις καὶ συνουσίαις καὶ ῥᾳθυμίαις καὶ παιδιαῖς τὴν ἡλικίαν διάγειν, ἀμελήσαντας τοῦ σπουδάζειν ὅπως ἔσονται βελτίους, τοὺς δὲ χείρω τὴν φύσιν ἔχοντας ἐν τοιαύταις ἀκολασίαις ἡμερεύειν, ἐν αἷς πρότερον οὐδʼ ἂν οἰκέτης ἐπιεικὴς οὐδεὶς ἐτόλμησεν·

事实上,你们使得他们当中最端庄得体的人把青春虚度在饮酒、聚会、懈怠与嬉戏之中,忽视了努力使自己变得更好;而使那些秉性低劣的人整日沉湎于此等放荡之中——此前即便是一个规矩的奴仆也绝不敢行此苟且之事。

§287

οἱ μὲν γὰρ αὐτῶν ἐπὶ τῆς Ἐννεακρούνου ψύχουσιν οἶνον, οἱ δʼ ἐν τοῖς καπηλείοις πίνουσιν, ἕτεροι δʼ ἐν τοῖς σκιραφείοις κυβεύουσι, πολλοὶ δʼ ἐν τοῖς τῶν αὐλητρίδων διδασκαλείοις διατρίβουσι. καὶ τοὺς μὲν ἐπὶ ταῦτα προτρέποντας οὐδεὶς πώποτε τῶν κήδεσθαι φασκόντων τῆς ἡλικίας ταύτης εἰς ὑμᾶς εἰσήγαγεν· ἡμῖν δὲ κακὰ παρέχουσιν, οἷς ἄξιον ἦν, εἰ καὶ μηδενὸς ἄλλου, τούτου γε χάριν ἔχειν, ὅτι τοὺς συνόντας τῶν τοιούτων ἐπιτηδευμάτων ἀποτρέπομεν.

因为他们有的人在九泉之池冰镇美酒,有的在酒肆豪饮,有的在赌坊掷骰,还有许多人流连于吹笛女的传习所。而那些口口声声声称关怀这一代年轻人的人,却从未把唆使他们从事这些恶行之人带到你们的法庭前;相反,他们却把祸害加于我们头上,哪怕不为别的,单凭我们劝阻与我们相处之人远离这类恶习,他们也本应当向我们表达感恩。

§288

οὕτω δʼ ἐστὶ δυσμενὲς ἅπασι τὸ τῶν συκοφαντῶν γένος, ὥστε τοῖς μὲν λυομένοις εἴκοσι καὶ τριάκοντα μνῶν τὰς μελλούσας καὶ τὸν ἄλλον οἶκον συναναιρήσειν οὐχ ὅπως ἂν ἐπιπλήξειαν, ἀλλὰ καὶ συγχαίρουσι1 ταῖς ἀσωτίαις αὐτῶν, τοὺς δʼ εἰς τὴν αὑτῶν παιδείαν ὁτιοῦν ἀναλίσκοντας διαφθείρεσθαί φασιν. ὧν τίνες ἂν ἀδικώτερον ἔχοιεν τὴν αἰτίαν ταύτην;

告密者这一流派对于所有人是如此居心不良,以至于对于那些花费二三十个米纳去为终将毁灭其全部家产的女人赎身之人,他们不仅绝不加以责难,反而为其挥霍纵欲一同欢欣;而对那些在自己的教育上花费分文之人,他们却声称是在走向败坏。还有谁比他们承受这一指控更不公道的呢?

§289

οἵτινες ἐν ταύταις μὲν ταῖς ἀκμαῖς ὄντες ὑπερεῖδον τὰς ἡδονάς, ἐν αἷς οἱ πλεῖστοι τῶν τηλικούτων μάλιστʼ αὐτῶν ἐπιθυμοῦσιν, ἐξὸν δʼ αὐτοῖς ῥᾳθυμεῖν μηδὲν δαπανωμένοις2 εἵλοντο πονεῖν χρήματα τελέσαντες, ἄρτι δʼ ἐκ παίδων ἐξεληλυθότες ἔγνωσαν ἃ πολλοὶ τῶν πρεσβυτέρων οὐκ ἴσασιν, ὅτι δεῖ τὸν ὀρθῶς καὶ πρεπόντως προεστῶτα τῆς ἡλικίας καὶ καλὴν ἀρχὴν τοῦ βίου ποιούμενον αὑτοῦ πρότερον ἢ τῶν αὑτοῦ ποιήσασθαι τὴν ἐπιμέλειαν,3 καὶ μὴ σπεύδειν μηδὲ ζητεῖν ἑτέρων ἄρχειν πρὶν ἂν τῆς αὑτοῦ διανοίας λάβῃ τὸν ἐπιστατήσοντα, μηδʼ οὕτω χαίρειν μηδὲ μέγα φρονεῖν ἐπὶ τοῖς ἄλλοις ἀγαθοῖς ὡς ἐπὶ τοῖς ἐν τῇ ψυχῇ διὰ τὴν παιδείαν ἐγγιγνομένοις. καί τοι τοὺς τοιούτῳ λογισμῷ κεχρημένους πῶς οὐκ ἐπαινεῖσθαι χρὴ μᾶλλον ἢ ψέγεσθαι, καὶ νομίζεσθαι βελτίστους εἶναι καὶ σωφρονεστάτους τῶν ἡλικιωτῶν;

他们在正值盛年之际——同龄的绝大多数人最为渴求享乐之时——蔑视了享乐;在原本可以一文不花、安逸度日之时,却选择破费钱财去勤勉劳作;他们方才脱离幼年,就领悟了许多长者尚不知晓的道理:亦即,凡欲端正得体地度过青年时代、并为人生开启美好开端的人,必须先照料自身而后照料自身的外物,在为自己的心灵觅得管理者之前,绝不可急躁也不可谋求统治他人,亦不可因其他福分而欢欣自负,如同因通过教育在灵魂中生成的福分那样。然而,对于运用此种理性思考的人,难道不更应当加以赞许而非责难,难道不应认为他们是同龄人中最优秀、最节制的人吗?

§291

θαυμάζω δʼ ὅσοι τοὺς μὲν φύσει δεινοὺς ὄντας εἰπεῖν εὐδαιμονίζουσιν ὡς ἀγαθοῦ καὶ καλοῦ πράγματος αὐτοῖς συμβεβηκότος, τοὺς δὲ τοιούτους γενέσθαι βουλομένους λοιδοροῦσιν ὡς ἀδίκου καὶ κακοῦ παιδεύματος ἐπιθυμοῦντας. καί τοι τί τῶν φύσει καλῶν ὄντων μελέτῃ κατεργασθὲν αἰσχρὸν ἢ κακόν ἐστιν; οὐδὲν γὰρ εὑρήσομεν τοιοῦτον, ἀλλʼ ἔν γε τοῖς ἄλλοις ἐπαινοῦμεν τοὺς ταῖς φιλοπονίαις ταῖς αὑτῶν ἀγαθόν τι κτήσασθαι δυνηθέντας μᾶλλον ἢ τοὺς παρὰ τῶν προγόνων παραλαβόντας, εἰκότως· συμφέρει γὰρ ἐπί τε τῶν ἄλλων ἁπάντων, καὶ μάλιστʼ ἐπὶ τῶν λόγων, μὴ τὰς εὐτυχίας ἀλλὰ τὰς ἐπιμελείας εὐδοκιμεῖν. οἱ μὲν γὰρ φύσει καὶ τύχῃ δεινοὶ γενόμενοι λέγειν οὐ πρὸς τὸ βέλτιστον ἀποβλέπουσιν, ἀλλʼ ὅπως ἂν τύχωσιν, οὕτω χρῆσθαι τοῖς λόγοις εἰώθασιν· οἱ δὲ φιλοσοφίᾳ καὶ λογισμῷ τὴν δύναμιν ταύτην λαβόντες, οὐδὲν ἀσκέπτως λέγοντες, ἧττον περὶ τὰς πράξεις πλημμελοῦσιν.

我感到诧异的是,那些人把天生善辩之人视为遇上了某种美好高尚之事而向其道贺,却将那些渴望成为善辩之人者斥为贪图不义且败坏的学问。然而,在天生美好的事物之中,有哪一样通过研习与磨砺后反倒变得可耻或恶劣呢?我们绝不会找到任何这样的事物;相反,在其他一切事情上,我们赞许那些凭借自身的勤勉而能获得善果的人,甚于那些坐享祖先遗泽的人,这完全合乎情理;因为在其他所有事情上,尤其是在言论方面,受人敬重的应当是深思熟虑的修养而非偶然的幸运,这乃是有益的。因为那些仅凭天资与运气而擅长言谈的人并不着眼于至善,而是习惯于信马由缰地运用言辞;而那些通过哲学与理性思辨获得这种能力的人,言必有据,因此在行动中犯错更少。

§293

ὥσθʼ ἅπασι μὲν βούλεσθαι προσήκει πολλοὺς εἶναι τοὺς ἐκ παιδείας δεινοὺς εἰπεῖν γιγνομένους, μάλιστα δʼ ὑμῖν· καὶ γὰρ αὐτοὶ προέχετε καὶ διαφέρετε τῶν ἄλλων οὐ ταῖς περὶ τὸν πόλεμον ἐπιμελείαις, οὐδʼ ὅτι κάλλιστα πολιτεύεσθε καὶ μάλιστα φυλάττετε τοὺς νόμους οὓς ὑμῖν οἱ πρόγονοι κατέλιπον, ἀλλὰ τούτοις οἷς περ ἡ φύσις ἡ τῶν ἀνθρώπων τῶν ἄλλων ζώων, καὶ τὸ γένος τὸ τῶν Ἑλλήνων τῶν βαρβάρων,4 τῷ καὶ πρὸς τὴν φρόνησιν καὶ πρὸς τοὺς λόγους ἄμεινον πεπαιδεῦσθαι τῶν ἄλλων. ὥστε πάντων ἂν συμβαίη δεινότατον, εἰ τοὺς βουλομένους τοῖς αὐτοῖς τούτοις διενεγκεῖν τῶν ἡλικιωτῶν, οἷς περ ὑμεῖς ἁπάντων, διαφθείρεσθαι ψηφίσαισθε, καὶ τοὺς τῇ παιδείᾳ ταύτῃ χρωμένους, ἧς ὑμεῖς ἡγεμόνες γεγένησθε, συμφορᾷ τινι περιβάλοιτε.

因此,所有人都应当期盼通过教育而善于言谈的人越多越好,尤其是你们;因为你们之所以超越并出类拔萃于他人,既非凭借战备操练,亦非由于你们治理得最好且最恪守祖先留给你们的法律,而恰恰是在人类本性超越其他动物、希腊种族超越异邦人的那一点上,亦即在明智与言语两方面都比他人受到了更好的教育这一点上超越他人。因此,如果你们竟投票判定那些渴望在你们超越所有人的这同一方面超越其同辈的人走向败坏,并将深涉这门由你们自己开创的教育之人陷于灾祸,那将是所有事情中最令人骇异的事了。

语法注4 条
  1. 288οὐχ ὅπως ἂν ἐπιπλήξειαν, ἀλλὰ καὶ συγχαίρουσι

    成语性结构 οὐχ ὅπως... ἀλλὰ (καί) 意为“不仅不……反而甚至……”。在 οὐχ ὅπως 小句中,ἄν 搭配希求语气 ἐπιπλήξειαν 表达一种潜在/虚拟的含义(“他们根本不会去责难”),与主句陈述语气动词 συγχαίρουσι 形成强烈对比。

  2. 289ἐξὸν δʼ αὐτοῖς ῥᾳθυμεῖν μηδὲν δαπανωμένοις

    ἐξόν 是非人称动词 ἔξεστι 的宾格绝对分词,具有让步意味(“尽管他们原本能够……”)。环境分词 δαπανωμένοις 与与格逻辑主语 αὐτοῖς 一致,修饰不定词 ῥᾳθυμεῖν,表示方式或伴随状况(“一文不花地”)。

  3. 290αὑτοῦ πρότερον ἢ τῶν αὑτοῦ ποιήσασθαι τὴν ἐπιμέλειαν

    αὑτοῦ 与 τῶν αὑτοῦ 均为 ἐπιμέλειαν 所支配的宾格性属格。此处通过 πρότερον ἤ(“先于……”)将“对自身的照料”与“对自身财产外物的照料”进行鲜明对比,呼应了苏格拉底式的照料自身/灵魂的主题。

  4. 293τούτοις οἷς περ ἡ φύσις ἡ τῶν ἀνθρώπων τῶν ἄλλων ζώων, καὶ τὸ γένος τὸ τῶν Ἑλλήνων τῶν βαρβάρων

    τούτοις 为修饰前文动词 προέχετε καὶ διαφέρετε 的关系/方面与格(“在这些方面”)。关系代词 οἷς(περ) 同为方面与格,其引导的小句中省略了表示超越的动词(προέχει / διαφέρει);属格 τῶν ἄλλων ζώων 与 τῶν βαρβάρων 则是因该隐含动词所要求的比较属格(“胜过……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:286-294