← 伊索克拉底

交换财产诉讼

§277-285

研习雄辩对德行的促进与对词义歪曲的批判

演说者阐明了对雄辩与说服的追求必然促使说者增进明达、德行与良好声誉,并批判了世人对“利益”与“哲学”等词义的颠倒歪曲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§277

ἔπειτα τῶν πράξεων τῶν συντεινουσῶν πρὸς τὴν ὑπόθεσιν ἐκλέξεται τὰς πρεπωδεστάτας καὶ μάλιστα συμφερούσας· ὁ δὲ τὰς τοιαύτας συνεθιζόμενος θεωρεῖν καὶ δοκιμάζειν οὐ μόνον περὶ τὸν ἐνεστῶτα λόγον ἀλλὰ καὶ περὶ τὰς ἄλλας πράξεις τὴν αὐτὴν ἕξει ταύτην δύναμιν, ὥσθʼ ἅμα τὸ λέγειν εὖ καὶ τὸ φρονεῖν παραγενήσεται τοῖς φιλοσόφως καὶ φιλοτίμως πρὸς τοὺς λόγους διακειμένοις.

随后,他将从与论题相关的诸种行动中,选出最合宜、最有利的那些;而习惯于审视与检验这类事物的人,不仅在当前的演说中,而且在其他诸项实践中也同样会拥有这种能力,以致善于言辞与审慎明达将同时降临在那些对言论抱有哲学态度与抱负的人身上。

§278

καὶ μὴν οὐδʼ ὁ πείθειν τινὰς βουλόμενος ἀμελήσει τῆς ἀρετῆς, ἀλλὰ τούτῳ μάλιστα προσέξει τὸν νοῦν, ὅπως δόξαν ὡς ἐπιεικεστάτην λήψεται παρὰ τοῖς συμπολιτευομένοις. τίς γὰρ οὐκ οἶδε καὶ τοὺς λόγους ἀληθεστέρους δοκοῦντας εἶναι τοὺς ὑπὸ τῶν εὖ διακειμένων λεγομένους ἢ τοὺς ὑπὸ τῶν διαβεβλημένων, καὶ τὰς πίστεις μεῖζον δυναμένας τὰς ἐκ τοῦ βίου γεγενημένας ἢ τὰς ὑπὸ τοῦ λόγου πεπορισμένας; ὥσθʼ ὅσῳ ἄν τις ἐρρωμενεστέρως ἐπιθυμῇ πείθειν τοὺς ἀκούοντας, τοσούτῳ μᾶλλον ἀσκήσει καλὸς κἀγαθὸς εἶναι καὶ παρὰ τοῖς πολίταις εὐδοκιμεῖν.

再者,凡欲说服他人者,绝不会忽视德行,反而会最为专注于此:如何在同胞公民中获得尽可能无可挑剔的声誉。因为谁不知道,品格优良者所言之辞,比饱受诋毁者所言之辞更被认为真实,而源于生活实践的凭据,比仅凭言论罗致的凭据具有更大的力量?因此,一个人越是强烈地渴望说服听众,他就越会努力使自己成为一个高尚俊美之人,并在公民之中博得美誉。

§279

καὶ μηδεὶς ὑμῶν οἰέσθω τοὺς μὲν ἄλλους ἅπαντας γιγνώσκειν ὅσην ἔχει ῥοπὴν εἰς τὸ πείθειν τὸ τοῖς κρίνουσιν ἀρέσκειν, τοὺς δὲ περὶ τὴν φιλοσοφίαν ὄντας μόνους ἀγνοεῖν τὴν τῆς εὐνοίας δύναμιν· πολὺ γὰρ ἀκριβέστερον τῶν ἄλλων καὶ ταῦτʼ ἴσασι, καὶ πρὸς τούτοις ὅτι1 τὰ μὲν εἰκότα καὶ τὰ τεκμήρια καὶ πᾶν τὸ τῶν πίστεων εἶδος τοῦτο μόνον ὠφελεῖ τὸ μέρος, ἐφʼ ᾧ ἂν αὐτῶν ἕκαστον τύχῃ ῥηθέν, τὸ δὲ δοκεῖν εἶναι καλὸν κἀγαθὸν οὐ μόνον τὸν λόγον πιστότερον ἐποίησεν, ἀλλὰ καὶ τὰς πράξεις τοῦ τὴν τοιαύτην δόξαν ἔχοντος ἐντιμοτέρας κατέστησεν, ὑπὲρ οὗ σπουδαστέον ἐστὶ τοῖς εὖ φρονοῦσι μᾶλλον ἢ περὶ τῶν ἄλλων ἁπάντων.

你们谁也不要以为,所有其他人都知晓取悦裁判者对于说服具有多么大的分量,而唯独研习哲学的人不知道善意所蕴含的力量;因为他们比其他人更精确地知晓这些道理,并且除此以外他们还知晓,盖然性推论、迹象以及各类凭据,仅仅对各自碰巧被陈述的那一部分有所助益,而显得高尚俊美不仅使言辞更加可信,更使得拥有此种声望之人的行事为人更加受人尊崇;对于明智之人而言,追求这一点理应甚于追求其他一切。

§281

τὸ τοίνυν περὶ τὴν πλεονεξίαν, ὃ δυσχερέστατον ἦν τῶν ῥηθέντων·2 εἰ μέν τις ὑπολαμβάνει τοὺς ἀποστεροῦντας ἢ παραλογιζομένους ἢ κακόν τι ποιοῦντας πλεονεκτεῖν, οὐκ ὀρθῶς ἔγνωκεν· οὐδένες γὰρ ἐν ἅπαντι τῷ βίῳ μᾶλλον ἐλαττοῦνται τῶν τοιούτων, οὐδʼ ἐν πλέοσιν ἀπορίαις εἰσίν, οὐδʼ ἐπονειδιστότερον ζῶσιν, οὐδʼ ὅλως ἀθλιώτεροι τυγχάνουσιν ὄντες· χρὴ δὲ καὶ νῦν πλέον ἔχειν ἡγεῖσθαι καὶ πλεονεκτήσειν νομίζειν παρὰ μὲν τῶν θεῶν τοὺς εὐσεβεστάτους καὶ τοὺς περὶ τὴν θεραπείαν τὴν ἐκείνων ἐπιμελεστάτους ὄντας, παρὰ δὲ τῶν ἀνθρώπων τοὺς ἄριστα πρὸς τούτους μεθʼ ὧν ἂν οἰκῶσι καὶ πολιτεύωνται διακειμένους καὶ τοὺς βελτίστους αὐτοὺς εἶναι δοκοῦντας.

至于谋求利益这一项——它是前文所言中最令人反感的论题:如果有人认为那些侵吞、欺诈或作恶的人是在谋取利益,他的认识就是不正确的;因为在整个人生中,没有任何人比这类人遭受更大的亏损,也没有任何人陷入更深的穷途困境,过着更为可耻的生活,或总体上更为悲惨;相反,应当认为,无论在现今还是在将来,从诸神那里占有更多并将获得更多利益的,是最为虔诚且对其侍奉最为尽心的人;从世人那里〔如此〕的,则是与共同生活和参政者相处得最善、且自身被公认为至善的人。

§283

καὶ ταῦτα καὶ ταῖς ἀληθείαις οὕτως ἔχει, καὶ συμφέρει τὸν τρόπον τοῦτον λέγεσθαι περὶ αὐτῶν, ἐπεὶ νῦν γʼ οὕτως ἀνέστραπται καὶ συγκέχυται πολλὰ τῶν κατὰ τὴν πόλιν, ὥστʼ οὐδὲ τοῖς ὀνόμασιν ἔνιοί τινες ἔτι χρῶνται κατὰ φύσιν, ἀλλὰ μεταφέρουσιν ἀπὸ τῶν καλλίστων πραγμάτων ἐπὶ τὰ φαυλότατα τῶν ἐπιτηδευμάτων.

这些事情在实情上确是如此,且以这种方式来谈论它们是有益的;因为现如今城邦中的许多事务已被颠倒混乱,以至于某些人甚至不再依照词语的本义来使用它们,而是将其从最美好的事物转借给最下劣的习气。

§284

τοὺς μέν γε βωμολοχευομένους καὶ σκώπτειν καὶ μιμεῖσθαι δυναμένους εὐφυεῖς καλοῦσι, προσῆκον τῆς προσηγορίας ταύτης τυγχάνειν3 τοὺς ἄριστα πρὸς ἀρετὴν πεφυκότας· τοὺς δὲ ταῖς κακοηθείαις καὶ ταῖς κακουργίαις χρωμένους, καὶ μικρὰ μὲν λαμβάνοντας πονηρὰν δὲ δόξαν κτωμένους, πλεονεκτεῖν νομίζουσιν, ἀλλʼ οὐ τοὺς ὁσιωτάτους καὶ δικαιοτάτους, οἳ περὶ τῶν ἀγαθῶν ἀλλʼ οὐ τῶν κακῶν πλεονεκτοῦσι· τοὺς δὲ τῶν μὲν ἀναγκαίων ἀμελοῦντας, τὰς δὲ τῶν παλαιῶν σοφιστῶν τερατολογίας ἀγαπῶντας φιλοσοφεῖν φασιν, ἀλλʼ οὐ τοὺς τὰ τοιαῦτα μανθάνοντας καὶ μελετῶντας ἐξ ὧν καὶ τὸν ἴδιον οἶκον καὶ τὰ κοινὰ τὰ τῆς πόλεως καλῶς διοικήσουσιν, ὧνπερ ἕνεκα καὶ πονητέον καὶ φιλοσοφητέον καὶ πάντα πρακτέον ἐστίν. ἀφʼ ὧν ὑμεῖς πολὺν ἤδη χρόνον ἀπελαύνετε τοὺς νεωτέρους, ἀποδεχόμενοι τοὺς λόγους τῶν διαβαλλόντων τὴν τοιαύτην παιδείαν.

他们把插科打诨、擅长嘲弄与模仿的人称为“天资聪颖”,尽管这一称谓理应属于在德行上具有最佳天赋的人;他们把施展奸诈与恶行、攫取微利却落得恶名的人视为“谋取利益”,却不这样看待在善事而非恶事上占得优势的最虔敬、最正直之人;他们把忽视切要之事、溺爱古代智者之异端怪论的人称为“从事哲学”,却不这样称呼那些学习并研习能够使他们治理好自己的家业与城邦的公事之学问的人——正是为了这些事,人们才必须劳作、从事哲学并躬行一切。然而,由于你们采纳了诽谤此类教育之人的言论,你们已经有很长一段时间将年轻人从这些学问中驱逐出去了。

语法注3 条
  1. 280καὶ πρὸς τούτοις ὅτι

    承接前句的谓语动词 ἴσασι(“他们知晓”),引出间接引语从句。尽管形式上另起一句,但在句法上紧接前文,意为“[他们知晓]此外……”。

  2. 281τὸ τοίνυν περὶ τὴν πλεονεξίαν, ὃ δυσχερέστατον ἦν τῶν ῥηθέντων

    置于句首的话题化提要(悬空宾格或独立用法)。在随后的条件句 εἰ μέν τις ὑπολαμβάνει... 之前提出讨论主题(“至于谋求利益这一项……”),在句法上构成悬空破格(anacoluthon),未直接并入后文的分句格位中。

  3. 284προσῆκον τῆς προσηγορίας ταύτης τυγχάνειν

    由非人称动词 προσήκει 的中性分词构成的独立宾格结构(accusative absolute)。在此用作具有让步意味的状语短语:“尽管获得这一称号理应属于……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:277-285