- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:268-276
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底批判了早期自然哲学家们关于宇宙本原的极端思辨,指出既然人类无法获得绝对的确定知识,那么能够审慎推断出最优抉择并为此修习实践智慧的人才是真正的哲人,并着手证明修辞训练对品格的提升作用。
διατρῖψαι μὲν οὖν περὶ τὰς παιδείας ταύτας χρόνον τινὰ συμβουλεύσαιμʼ ἂν τοῖς νεωτέροις, μὴ μέντοι περιιδεῖν τὴν αὑτῶν κατασκελετευθεῖσαν1 ἐπὶ τούτοις, μηδʼ ἐξοκείλασαν εἰς τοὺς λόγους τοὺς τῶν παλαιῶν σοφιστῶν, ὧν ὁ μὲν ἄπειρον τὸ πλῆθος ἔφησεν εἶναι τῶν ὄντων, Ἐμπεδοκλῆς δὲ τέτταρα, καὶ νεῖκος καὶ φιλίαν ἐν αὐτοῖς, Ἴων δʼ οὐ πλείω τριῶν, Ἀλκμαίων δὲ δύο μόνα, Παρμενίδης δὲ καὶ Μέλισσος ἕν, Γοργίας δὲ παντελῶς οὐδέν.
因此,我建议年轻人在这类学科上花费一些时间,但切不可任由自己的心智在这些学科上被消耗得干瘪枯萎,亦不可搁浅在古代智者的学说之上;在那些智者中,有一人称存在之物的数量是无限的,恩培多克勒称有四个且其中存在争斗与爱意,伊翁称不超过三个,阿尔克迈翁称只有两个,巴门尼德与梅里苏称只有一个,而高尔吉亚则称全然一无所有。
ἡγοῦμαι γὰρ τὰς μὲν τοιαύτας περιττολογίας ὁμοίας εἶναι ταῖς θαυματοποιίαις, ταῖς οὐδὲν μὲν ὠφελούσαις ὑπὸ δὲ τῶν ἀνοήτων περιστάτοις γιγνομέναις, δεῖν δὲ τοὺς προὔργου τι ποιεῖν βουλομένους καὶ τῶν λόγων τοὺς ματαίους καὶ τῶν πράξεων τὰς μηδὲν πρὸς τὸν βίον φερούσας ἀναιρεῖν ἐξ ἁπασῶν τῶν διατριβῶν.
因为我认为,诸如此类的繁琐空谈与变戏法者的杂耍类似,它们毫无益处,却被愚人团团围拢;凡欲成就一番实事的人,都应当从一切研习中摒除无益的言辞与对实际生活毫无贡献的行动。
περὶ μὲν οὖν τούτων ἀπόχρη μοι τὸ νῦν εἶναι2 ταῦτʼ εἰρηκέναι καὶ συμβεβουλευκέναι· περὶ δὲ σοφίας καὶ φιλοσοφίας τοῖς μὲν περὶ ἄλλων τινῶν ἀγωνιζομένοις οὐκ ἂν ἁρμόσειε λέγειν περὶ τῶν ὀνομάτων τούτων (ἔστι γὰρ ἀλλότρια πάσαις ταῖς πραγματείαις), ἐμοὶ δʼ ἐπειδὴ καὶ κρίνομαι περὶ τῶν τοιούτων καὶ τὴν καλουμένην ὑπό τινων φιλοσοφίαν οὐκ εἶναι φημί, προσήκει τὴν δικαίως ἂν νομιζομένην ὁρίσαι καὶ δηλῶσαι πρὸς ὑμᾶς. ἁπλῶς δέ πως τυγχάνω γιγνώσκων περὶ αὐτῶν.
关于这些事情,在眼下就说这些并给出这样的劝告,对我而言便足够了;然而关于智慧与哲学,那些为其他诉由争辩的人提及这些名目是不合宜的(因为它们与所有的实务诉讼格格不入),而对于我,既然我正因这类事情受审,且断言被某些人称为哲学的东西根本不是哲学,那么向你们界定并阐明理当被公认为哲学之物,便是理所应当的。而我对它们恰好抱有颇为简单的看法:
ἐπειδὴ γὰρ οὐκ ἔνεστιν ἐν τῇ φύσει τῇ τῶν ἀνθρώπων ἐπιστήμην λαβεῖν ἣν ἔχοντες ἂν εἰδεῖμεν ὅ τι πρακτέον ἤ λεκτέον ἐστίν, ἐκ τῶν λοιπῶν3 σοφοὺς μὲν νομίζω τοὺς ταῖς δόξαις ἐπιτυγχάνειν ὡς ἐπὶ τὸ πολὺ τοῦ βελτίστου δυναμένους, φιλοσόφους δὲ τοὺς ἐν τούτοις διατρίβοντας ἐξ ὧν τάχιστα λήψονται τὴν τοιαύτην φρόνησιν.
因为在人性的能力之中,并不存在获取某种使我们拥有后便能确知当行何事、当言何事的专门知识之可能,所以在余下的途径中,我认为那些能够凭借审慎意见大体切中最佳抉择的人是明智的,而那些专注于能最快获得这种实践智慧的研习的人,则是哲学家。
ἃ δʼ ἐστὶ τῶν ἐπιτηδευμάτων ταύτην ἔχοντα τὴν δύναμιν, ἔχω μὲν εἰπεῖν, ὀκνῶ δὲ λέγειν· οὕτω γάρ ἐστι σφόδρα καὶ παράδοξα καὶ πολὺ τῆς τῶν ἄλλων ἀφεστῶτα διανοίας, ὥστε φοβοῦμαι μὴ τὴν ἀρχὴν αὐτῶν ἀκούσαντες θορύβου καὶ βοῆς ἅπαν ἐμπλήσητε τὸ δικαστήριον. ὅμως δὲ καὶ περ οὕτω διακείμενος ἐπιχειρήσω διαλεχθῆναι περὶ αὐτῶν· αἰσχύνομαι γὰρ εἴ τισι δόξω δεδιὼς ὑπὲρ γήρως καὶ μικροῦ βίου προδιδόναι τὴν ἀλήθειαν.
至于具有这种力量的操练究竟是哪些,我虽能道出,却迟疑不言;因为它们如此悖于常情,且与世人的思想相距如此遥远,以至于我唯恐你们甫一听到开端,便会让整个法庭充满了骚动与喧嚷。尽管心存这种顾虑,我仍将尝试就此展开论述;因为若有人认为我是因替老迈与残生忧惧而背弃真理,我会深感羞愧。
δέομαι δʼ ὑμῶν μὴ προκαταγνῶναί μου τοιαύτην μανίαν, ὡς ἄρʼ ἐγὼ κινδυνεύων προειλόμην ἂν λόγους εἰπεῖν ἐναντίους ταῖς ὑμετέραις γνώμαις, εἰ μὴ καὶ τοῖς προειρημένοις ἀκολούθους αὐτοὺς ἐνόμιζον εἶναι, καὶ τὰς ἀποδείξεις ἀληθεῖς καὶ σαφεῖς ᾤμην ἔχειν ὑπὲρ αὐτῶν.
我恳求你们不要预先判定我怀有如此的疯狂,以为倘若我不认为这些言论与前文所述一脉相承、也不确信自己就此持有真实而明晰的论证,处于危殆之中的我仍会决意说出与你们的看法相悖之辞。
ἡγοῦμαι δὲ τοιαύτην μὲν τέχνην, ἥτις τοῖς κακῶς πεφυκόσιν ἀρετὴν ἐνεργάσαιτʼ ἂν καὶ δικαιοσύνην, οὔτε πρότερον οὔτε νῦν οὐδεμίαν εἶναι, τούς τε τὰς ὑποσχέσεις ποιουμένους περὶ αὐτῶν πρότερον ἀπερεῖν καὶ παύσεσθαι ληροῦντας, πρὶν εὑρεθῆναί τινα παιδείαν τοιαύτην, οὐ μὴν ἀλλʼ αὐτούς γʼ αὑτῶν βελτίους ἂν γίγνεσθαι4 καὶ πλέονος ἀξίους, εἰ πρός τε τὸ λέγειν εὖ φιλοτίμως διατεθεῖεν, καὶ τοῦ πείθειν δύνασθαι τοὺς ἀκούοντας ἐρασθεῖεν, καὶ πρὸς τούτοις τῆς πλεονεξίας ἐπιθυμήσαιεν, μὴ τῆς ὑπὸ τῶν ἀνοήτων νομιζομένης, ἀλλὰ τῆς ὡς ἀληθῶς τὴν δύναμιν ταύτην ἐχούσης.
我认为,能够将德行与正义植入那些天资拙劣者之中的技艺,无论在过去还是现在都绝不存在;而那些就此夸夸其谈的人,在找到这样一种教育之前,必将早已精疲力竭并终止他们的胡言乱语;然而,如果他们能够满怀抱负地致力于善于辞令,并且渴望拥有说服听众的能力,在此之外还企求多得利益——不是愚人所认定的那种,而是真正具有此种效力的利益——他们定能变得比以往的自己更优秀、更有价值。
καὶ ταῦθʼ ὡς οὕτω πέφυκε, ταχέως οἶμαι δηλώσειν. πρῶτον μὲν γὰρ ὁ λέγειν ἢ γράφειν προαιρούμενος λόγους ἀξίους ἐπαίνου καὶ τιμῆς οὐκ ἔστιν ὅπως ποιήσεται5 τὰς ὑποθέσεις ἀδίκους ἢ μικρὰς ἢ περὶ τῶν ἰδίων συμβολαίων, ἀλλὰ μεγάλας καὶ καλὰς καὶ φιλανθρώπους καὶ περὶ τῶν κοινῶν πραγμάτων· μὴ γὰρ τοιαύτας εὑρίσκων οὐδὲν διαπράξεται τῶν δεόντων.
而这些事情在天性上确是如此,我认为很快就能讲清楚。因为首先,决意发表或撰写配得上称赞与荣誉之言辞的人,绝不可能选取不义、琐碎或关涉私人契约的题材,而必定会选取宏大、崇高、关切民胞物与且关涉公共事务的主题;因为若不发掘出这样的题材,他就绝无法达成任何应当达成的目的。
- 268τὴν αὑτῶν κατασκελετευθεῖσαν
动词 περιιδεῖν(容忍、听任)支配带补充分词的宾格结构。阴性单数宾格分词 κατασκελετευθεῖσαν(被耗竭干瘪的)所修饰的名词(通常补出 διάνοιαν“心智”或 φύσιν“天性”)被省略,与物主代词 τὴν αὑτῶν 共同构成宾语。紧随其后的分词 μηδʼ ἐξοκείλασαν(亦不搁浅)同样与这一被省略的名词保持一致。
- 270τὸ νῦν εἶναι
不定式的限定性(绝对)惯用表达,意为“就眼下而言”、“暂且”。用作状语,限定了主干动词 ἀπόχρη(充足)的适用时间范围。
- 271ἐκ τῶν λοιπῶν
介词短语,承接前句“人类天性不可能获得确切知识(ἐπιστήμη)”的前提,意为“在余下的可能性中”或“就剩下的途径而言”,引出下文对“凭借审慎意见(δόξα)切中最佳者”即为智者的现实性界定。
- 275αὐτούς γʼ αὑτῶν βελτίους ἂν γίγνεσθαι
比较级(βελτίους)与反身代词属格(αὑτῶν)连用的习惯构文,表示“他们自身会比以往的自己更优秀”(或比不经训练的自己更好),比较的基准并非他人,而是其自身的既往或原本状态。
- 276οὐκ ἔστιν ὅπως ποιήσεται
惯用句式 οὐκ ἔστιν ὅπως(绝不可能、断无可能)后接将来时直陈式(ποιήσεται),表达强烈的排他性断言,指真正志在追求称赞与荣誉的人绝不可能选取不义或琐细的主题。
