- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:258-267
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底回应了那些从事辩难、天文学和几何学并贬低实用演说的人,指出这些学问虽非实践哲学本身,却能作为磨砺心智的体操,为青年学习更重大高深的学问奠定基础。
καὶ τί δεῖ τούτου θαυμάζειν, ὅπου καὶ τῶν περὶ τὰς ἔριδας σπουδαζόντων ἔνιοί τινες1 ὁμοίως βλασφημοῦσι περὶ τῶν λόγων τῶν κοινῶν καὶ τῶν χρησίμων ὥσπερ οἱ φαυλότατοι τῶν ἀνθρώπων, οὐκ ἀγνοοῦντες τὴν δύναμιν αὐτῶν, οὐδʼ ὅτι τάχιστʼ ἂν οὗτοι τοὺς χρωμένους ὠφελήσαιεν, ἀλλʼ ἐλπίζοντες, ἢν τούτους διαβάλλωσι, τοὺς αὑτῶν ἐντιμοτέρους ποιήσειν.
况且,对此又有何值得奇怪的呢?既然连某些潜心于论辩之术的人,也像最卑劣的人一样,诋毁那些关涉公共福祉且切实有用的言辞。他们并非不了解这些言辞的力量,也并非不知道这些言辞能最迅速地造福于运用它们的人,而是指望通过诋毁这些言辞,使他们自己的论说更受尊崇。
περὶ ὧν δυνηθείην μὲν ἂν ἴσως διαλεχθῆναι πολὺ πικρότερον ἢ ʼκεῖνοι περὶ ἡμῶν, οὐδέτερον δʼ οἶμαι δεῖν, οὔθʼ ὅμοιος γίγνεσθαι τοῖς ὑπὸ τοῦ φθόνου διεφθαρμένοις, οὔτε ψέγειν τοὺς μηδὲν μὲν κακὸν τοὺς συνόντας ἐργαζομένους, ἧττον δʼ ἑτέρων εὐεργετεῖν δυναμένους. οὐ μὴν ἀλλὰ μικρά γε μνησθήσομαι περὶ αὐτῶν, μάλιστα μὲν ὅτι κἀκεῖνοι περὶ ἡμῶν, ἔπειθʼ ὅπως ἂν ὑμεῖς σαφέστερον εἰδότες τὴν δύναμιν αὐτῶν οὕτω διακέησθε πρὸς ἑκάστους ἡμῶν ὥσπερ δίκαιόν ἐστι, πρὸς δὲ τούτοις ἵνα καὶ τοῦτο ποιήσω φανερόν, ὅτι περὶ τοὺς πολιτικοὺς λόγους ἡμεῖς ὄντες, οὓς ἐκεῖνοί φασιν εἶναι φιλαπεχθήμονας, πολὺ πραότεροι τυγχάνομεν αὐτῶν ὄντες· οἱ μὲν γὰρ ἀεί τι περὶ ἡμῶν φλαῦρον λέγουσιν, ἐγὼ δʼ οὐδὲν ἂν εἴποιμι τοιοῦτον, ἀλλὰ ταῖς ἀληθείαις χρήσομαι περὶ αὐτῶν.
关于这些人,我也许能够说出比他们议论我们时要刻薄得多的言语,但我认为这两件事都不应当做:既不应当变得像那些被嫉妒腐蚀了的人一样,也不应当去谴责那些并未对门人造成任何危害、只是比别人缺少行善能力的人。不过,我还是会简略地提及他们,这主要是因为他们也议论过我们,其次是为了让你们在更清楚地了解他们的能力之后,能够公正地对待我们双方中的每一个人;此外,也是为了让我表明这一点:我们这些致力于政治言辞的人——他们声称这种言辞极易招致怨恨——实际上远比他们温和得多。因为他们总是在说关于我们的坏话,而我绝不会说出这类言语,反而要就他们陈述事实真相。
ἡγοῦμαι γὰρ καὶ τοὺς ἐν τοῖς ἐριστικοῖς λόγοις δυναστεύοντας καὶ τοὺς περὶ τὴν ἀστρολογίαν καὶ τὴν γεωμετρίαν καὶ τὰ τοιαῦτα τῶν μαθημάτων διατρίβοντας οὐ βλάπτειν ἀλλʼ ὠφελεῖν τοὺς συνόντας, ἐλάττω μὲν ὧν ὑπισχνοῦνται, πλείω δʼ ὧν τοῖς ἄλλοις δοκοῦσιν.2
因为我认为,无论是在论辩言辞中独占鳌头的人,还是潜心于天文学、几何学及诸如此类学问的人,他们并未危害门人,而是在使门人受益;虽然收益比他们所承诺的要少,却比旁人所认为的要多。
οἱ μὲν γὰρ πλεῖστοι τῶν ἀνθρώπων ὑπειλήφασιν ἀδολεσχίαν καὶ μικρολογίαν εἶναι τὰ τοιαῦτα τῶν μαθημάτων· οὐδὲν γὰρ αὐτῶν οὔτʼ ἐπὶ τῶν ἰδίων οὔτʼ ἐπὶ τῶν κοινῶν εἶναι χρήσιμον, ἀλλʼ οὐδʼ ἐν ταῖς μνείαις οὐδένα χρόνον ἐμμένειν ταῖς τῶν μαθόντων διὰ τὸ μήτε τῷ βίῳ παρακολουθεῖν μήτε ταῖς πράξεσιν ἐπαμύνειν, ἀλλʼ ἔξω παντάπασιν εἶναι τῶν ἀναγκαίων.
因为世上大多数人都认为这类学问纯属空谈与琐碎之辩;因为他们觉得其中没有一样对私人或公共事务有用,甚至根本不会在学习者的记忆中留存片刻,因为它们既不契合实际生活,又无助于现实行动,而是完全脱离了必需之事。
ἐγὼ δʼ οὔθʼ οὕτως οὔτε πόρρω τούτων ἔγνωκα περὶ αὐτῶν, ἀλλʼ οἵ τε νομίζοντες μηδὲν χρησίμην εἶναι τὴν παιδείαν ταύτην πρὸς τὰς πράξεις ὀρθῶς μοι δοκοῦσι γιγνώσκειν, οἵ τʼ ἐπαινοῦντες αὐτὴν ἀληθῆ λέγειν. διὰ τοῦτο δʼ οὐχ ὁμολογούμενον αὐτὸν αὑτῷ τὸν λόγον εἴρηκα,3 διότι καὶ ταῦτα τὰ μαθήματα τὴν φύσιν οὐδὲν ὁμοίαν ἔχει τοῖς ἄλλοις οἷς διδασκόμεθα.
而我对它们的看法,既非完全如此,亦非与之相距甚远。在我看来,那些认为这种教育对现实行动毫无用处的人判断得很对,而那些称赞它的人所言亦属事实。我之所以讲出这种看似自相矛盾的话,是因为这些学问的本质与我们所受教的其他学问完全不同。
τὰ μὲν γὰρ ἄλλα τότʼ ὠφελεῖν ἡμᾶς πέφυκεν, ὅταν λάβωμεν αὐτῶν τὴν ἐπιστήμην, ταῦτα δὲ τοὺς μὲν ἀπηκριβωμένους οὐδὲν ἂν εὐεργετήσειε, πλὴν τοὺς ἐντεῦθεν ζῆν προῃρημένους, τοὺς δὲ μανθάνοντας ὀνίνησι· περὶ γὰρ τὴν περιττολογίαν καὶ τὴν ἀκρίβειαν τῆς ἀστρολογίας καὶ γεωμετρίας διατρίβοντες, καὶ δυσκαταμαθήτοις πράγμασιν ἀναγκαζόμενοι προσέχειν τὸν νοῦν, ἔτι δὲ συνεθιζόμενοι λέγειν καὶ πονεῖν ἐπὶ τοῖς λεγομένοις καὶ δεικνυμένοις καὶ μὴ πεπλανημένην ἔχειν τὴν διάνοιαν, ἐν τούτοις γυμνασθέντες καὶ παροξυνθέντες ῥᾷον καὶ θᾶττον τὰ σπουδαιότερα καὶ πλέονος ἄξια τῶν πραγμάτων ἀποδέχεσθαι καὶ μανθάνειν δύνανται.
因为其他学问的天性是在我们掌握了其专门知识时使我们获益,而这些学问对于那些已经精通其细节的人——除了那些决意以此谋生的人以外——不会带来任何益处,却能造福于正在学习它们的人。因为当他们在天文学和几何学的烦琐推演与严密求精中潜心钻研,被迫将心思专注于难以领会的事物上,加之习惯于就所言及所论证的内容进行阐述和劳作,使心智不致涣散游移,在这些练习中受到锻炼并磨砺敏锐之后,他们便能够更容易、更迅速地领会并学习那些更重要、更有价值的事务。
φιλοσοφίαν μὲν οὖν οὐκ οἶμαι δεῖν προσαγορεύειν τὴν μηδὲν ἐν τῷ παρόντι μήτε πρὸς τὸ λέγειν μήτε πρὸς τὸ πράττειν ὠφελοῦσαν, γυμνασίαν μέντοι τῆς ψυχῆς καὶ παρασκευὴν φιλοσοφίας καλῶ τὴν διατριβὴν τὴν τοιαύτην, ἀνδρικωτέραν μὲν ἧς οἱ παῖδες ἐν τοῖς διδασκαλείοις ποιοῦνται, τὰ δὲ πλεῖστα παραπλησίαν·
因此,我认为不应当将当下一概无助于言语或行动的学问称为哲学;然而,我把这种操练称为灵魂的体操和哲学的预备,它虽比男童在学堂里所受的训练更刚强成熟,但在大多数方面却极相类似。
καὶ γὰρ ἐκείνων οἱ περὶ τὴν γραμματικὴν καὶ τὴν μουσικὴν καὶ τὴν ἄλλην παιδείαν διαπονηθέντες πρὸς μὲν τὸ βέλτιον εἰπεῖν ἢ βουλεύσασθαι περὶ τῶν πραγμάτων οὐδεμίαν πω λαμβάνουσιν ἐπίδοσιν, αὐτοὶ δʼ αὑτῶν εὐμαθέστεροι γίγνονται4 πρὸς τὰ μείζω καὶ σπουδαιότερα τῶν μαθημάτων.
因为在他们当中,那些在读写、音律及其他通识教育上勤学苦练的孩童,在更善于就现实事务进行发言或商议方面虽然尚未取得任何长进,但比起之前的自己,他们在面对更重大、更严肃的学科时变得更容易领悟了。
- 258ὅπου καὶ τῶν περὶ τὰς ἔριδας σπουδαζόντων ἔνιοί τινες
连词 ὅπου 在此并非表示实际地点,而是引申为表示状况或原因的“既然”、“在……情况下”(相当于英文 seeing that),与后面的 καὶ(甚至、连……也)相呼应,引出之所以不必对此感到奇怪的现实依据:不仅凡庸大众,甚至连论辩学者也加入了毁谤实用言辞的行列。
- 261ἐλάττω μὲν ὧν ὑπισχνοῦνται, πλείω δʼ ὧν τοῖς ἄλλοις δοκοῦσιν
带有关系代词引申格位的比较结构。两处 ὧν 皆代表省略了先行词的 τούτων ἃ 或 τούτων ὅσα;关系代词由于受到比较属格(由比较级 ἐλάττω 与 πλείω 所要求)的影响而被引申为属格 ὧν,先行词则被省略。
- 263διὰ τοῦτο δʼ οὐχ ὁμολογούμενον αὐτὸν αὑτῷ τὸν λόγον εἴρηκα
短语 αὐτὸν αὑτῷ 与分词 ὁμολογούμενον 结合,意为“与自身相一致”;加上否定词 οὐχ,则构成“自相矛盾的言论”。伊索克拉底在前文中既肯定了批评者所说的“对行动无用”,又认同了赞赏者所言的“真实”,故在此用 διότι 从句来解释为何自己会发表这一看似自相矛盾的见解。
- 267αὐτοὶ δʼ αὑτῶν εὐμαθέστεροι γίγνονται
古希腊语特有的一种习惯用法:比较级(εὐμαθέστεροι)与跟主语(αὐτοί)同指的反身代名词属格(αὑτῶν)连用作为比较基准。这并非与他人相比,而是与“过去的自己”相比,表示主体自身能力的提升(即“比之前的自己变得更容易领悟”)。
