- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:250-257
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底指责人们重肉体锻炼而轻灵魂修养(哲学)的自相矛盾,指出技能的滥用责任在人而不在技术本身。随后,他盛赞逻各斯(理知与言辞)作为文明、法律与共同生活基石的崇高价值,以此痛斥控告者的荒谬。
ὃ δὲ πάντων δεινότατον,1 ὅτι προκρίναιεν μὲν ἂν τὴν ψυχὴν σπουδαιοτέραν εἶναι τοῦ σώματος, οὕτω δὲ γιγνώσκοντες ἀποδέχονται μᾶλλον τοὺς γυμναζομένους τῶν φιλοσοφούντων. καί τοι πῶς οὐκ ἄλογον τοὺς τοῦ φαυλοτέρου ποιουμένους τὴν ἐπιμέλειαν ἐπαινεῖν μᾶλλον ἢ τοὺς τοῦ σπουδαιοτέρου, καὶ ταῦτα πάντων εἰδότων2 διὰ μὲν εὐεξίαν σώματος οὐδὲν πώποτε τὴν πόλιν τῶν ἐλλογίμων ἔργων διαπραξαμένην, διὰ δὲ φρόνησιν ἀνδρὸς εὐδαιμονεστάτην καὶ μεγίστην τῶν Ἑλληνίδων πόλεων γενομένην;
然而最荒谬的莫过于,他们一方面会断定灵魂比肉体更为重要,但另一方面秉持着这种认识,却宁可接纳锻炼身体的人,也不接纳研习哲学的人。然而,赞赏照料较次要之物的人甚于照料更重要之物的人,这怎能不说是违背情理呢?更何况所有人都清楚,城邦从未凭借肉体的强健成就过任何显赫的功业,却因一位人物的智慧而成为希腊城邦中最繁荣、最伟大的城邦。
πολὺ δʼ ἄν τις ἔχοι πλείους τούτων ἐναντιώσεις συναγαγεῖν τῶν ἀκμαζόντων τε μᾶλλον ἢ ʼγὼ3 καὶ τοῦ καιροῦ τοῦ παρόντος μὴ φροντιζόντων· ἐπεὶ καὶ τάδε περὶ τῶν αὐτῶν τούτων ἔνεστιν εἰπεῖν. φέρε γὰρ εἴ τινες πολλὰ χρήματα παρὰ τῶν προγόνων παραλαβόντες τῇ μὲν πόλει μηδὲν εἶεν χρήσιμοι, τοὺς δὲ πολίτας ὑβρίζοιεν καὶ τούς τε παῖδας καὶ τὰς γυναῖκας αἰσχύνοιεν, ἔστιν ὅστις ἂν τοὺς αἰτίους τοῦ πλούτου μέμψασθαι τολμήσειεν, ἀλλʼ οὐκ ἂν αὐτοὺς τοὺς ἐξαμαρτάνοντας κολάζειν ἀξιώσειε;
不过,在那些比我更年轻力壮、且不顾及当下发言时间限制的人当中,任何人都能收集到远比这些多得多的自相矛盾之处;因为关于这些同样的事情,也可以提出如下的论据。且看,如果有人从祖辈继承了巨额财富,却对城邦毫无用处,反而欺凌市民,侮辱他们的妻子儿女,难道会有人胆敢去归咎于创造这笔财富的人,而不是主张惩处作恶者本人吗?
τί δʼ εἴ τινες ὁπλομαχεῖν μαθόντες πρὸς μὲν τοὺς πολεμίους μὴ χρῷντο ταῖς ἐπιστήμαις, ἐπανάστασιν δὲ ποιήσαντες πολλοὺς τῶν πολιτῶν διαφθείραιεν, ἢ καὶ πυκτεύειν καὶ παγκρατιάζειν ὡς οἷόν τʼ ἄριστα παιδευθέντες τῶν μὲν ἀγώνων ἀμελοῖεν, τοὺς δʼ ἀπαντῶντας τύπτοιεν, τίς οὐκ ἂν τούτων τοὺς μὲν διδασκάλους ἐπαινέσειε, τοὺς δὲ κακῶς χρωμένους οἷς ἔμαθον ἀποκτείνειεν;
再者,如果有人学会了重装武器格斗,却不在对敌时运用这些技艺,反而发动叛乱杀害许多市民;或者受过最精良的拳击和击搏训练,却荒废比赛而在路上殴打行人,谁会不去赞扬他们的老师,并处死滥用所学技能的当事人呢?
οὐκοῦν χρὴ καὶ περὶ τῶν λόγων τὴν αὐτὴν ἔχειν διάνοιαν ἥν περ καὶ περὶ τῶν ἄλλων, καὶ μὴ περὶ τῶν ὁμοίων τἀναντία γιγνώσκειν, μηδὲ πρὸς τοιοῦτο πρᾶγμα δυσμενῶς φαίνεσθαι διακειμένους, ὃ πάντων τῶν ἐνόντων ἐν τῇ τῶν ἀνθρώπων φύσει πλείστων ἀγαθῶν αἴτιόν ἐστι. τοῖς μὲν γὰρ ἄλλοις οἷς ἔχομεν, ὅ περ ἤδη καὶ πρότερον εἶπον, οὐδὲν τῶν ἄλλων ζώων διαφέρομεν, ἀλλὰ πολλῶν καὶ τῷ τάχει καὶ τῇ ῥώμῃ καὶ ταῖς ἄλλαις εὐπορίαις καταδεέστεροι τυγχάνομεν ὄντες· ἐγγενομένου δʼ ἡμῖν τοῦ πείθειν ἀλλήλους καὶ δηλοῦν πρὸς ἡμᾶς αὐτοὺς περὶ ὧν ἂν βουληθῶμεν, οὐ μόνον τοῦ θηριωδῶς ζῆν ἀπηλλάγημεν, ἀλλὰ καὶ συνελθόντες πόλεις ᾠκίσαμεν καὶ νόμους ἐθέμεθα καὶ τέχνας εὕρομεν, καὶ σχεδὸν ἅπαντα τὰ διʼ ἡμῶν μεμηχανημένα λόγος ἡμῖν ἐστιν ὁ συγκατασκευάσας.
因此,对待言辞也应当持有与对待其他事物完全相同的心态,不可在类似的事情上作出相反的评判,也不应表现出对这样一件事业怀有敌意——在人类天性所具有的一切禀赋中,正是这一事业带来了最多的福祉。因为正如我此前所言,在我们所拥有的其他条件上,我们与别的动物并无任何不同,反而在敏捷、体力以及其他优势上逊色于许多动物;但由于我们被赋予了相互说服并将我们所希望的事情向彼此表明的能力,我们不仅摆脱了如野兽般的生活,而且聚集在一起建立了城邦,制定了法律,发明了技艺;可以说,凡是通过我们所创设的一切,都是理知言辞(逻各斯)协助我们构建起来的。
οὗτος γὰρ περὶ τῶν δικαίων καὶ τῶν ἀδίκων καὶ τῶν καλῶν καὶ τῶν αἰσχρῶν ἐνομοθέτησεν, ὧν μὴ διαταχθέντων οὐκ ἂν οἷοί τʼ ἦμεν4 οἰκεῖν μετʼ ἀλλήλων. τούτῳ καὶ τοὺς κακοὺς ἐξελέγχομεν καὶ τοὺς ἀγαθοὺς ἐγκωμιάζομεν. διὰ τούτου τοὺς τʼ ἀνοήτους παιδεύομεν καὶ τοὺς φρονίμους δοκιμάζομεν· τὸ γὰρ λέγειν ὡς δεῖ τοῦ φρονεῖν εὖ μέγιστον σημεῖον ποιούμεθα, καὶ λόγος ἀληθὴς καὶ νόμιμος καὶ δίκαιος ψυχῆς ἀγαθῆς καὶ πιστῆς εἴδωλόν ἐστι.
正是它为正义与非正义、高尚与卑劣立下了规矩;若无这些规矩的确立,我们根本无法共同生活。借助它,我们揭露恶人,颂扬善人;通过它,我们教育无知之徒,检验明智之士。因为我们将恰当地说话视为善于思考的最大标志,而真实、合法且公正的言论,正是一颗善良而忠诚之灵魂的映象。
μετὰ τούτου καὶ περὶ τῶν ἀμφισβητησίμων ἀγωνιζόμεθα καὶ περὶ τῶν ἀγνοουμένων σκοπούμεθα· ταῖς γὰρ πίστεσιν, αἷς τοὺς ἄλλους λέγοντες πείθομεν, ταῖς αὐταῖς ταύταις βουλευόμενοι χρώμεθα,5 καὶ ῥητορικοὺς μὲν καλοῦμεν τοὺς ἐν τῷ πλήθει λέγειν δυναμένους, εὐβούλους δὲ νομίζομεν οἵτινες ἂν αὐτοὶ πρὸς αὑτοὺς ἄριστα περὶ τῶν πραγμάτων διαλεχθῶσιν.
伴随着它,我们既就争议之事进行辩论,也对未知之物展开探究;因为我们在说话中说服他人时所使用的那些论证依据,正是我们在深思熟虑时所运用的同一依据;我们把能够在民众面前演说的人称为演说家,而将能够就事务在自身内心进行最精湛对话的人视为善谋之士。
εἰ δὲ δεῖ συλλήβδην περὶ τῆς δυνάμεως ταύτης εἰπεῖν, οὐδὲν τῶν φρονίμως πραττομένων εὑρήσομεν ἀλόγως γιγνόμενον, ἀλλὰ καὶ τῶν ἔργων καὶ τῶν διανοημάτων ἁπάντων ἡγεμόνα λόγον ὄντα, καὶ μάλιστα χρωμένους αὐτῷ τοὺς πλεῖστον νοῦν ἔχοντας. ὧν οὐδὲν ἐνθυμηθεὶς Λυσίμαχος κατηγορεῖν ἐτόλμησε τῶν ἐπιθυμούντων τοιούτου πράγματος, ὃ τοσούτων τὸ πλῆθος καὶ τηλικούτων τὸ μέγεθος ἀγαθῶν αἴτιόν ἐστιν.
若要对这种能力做一总结,我们会发现,凡明智施为之事无一不是依循逻各斯而成的,逻各斯乃是一切行为与思想的引导者,而最具才智之人对它的运用也最为充分。吕西马库斯对这些事实毫无体察,竟敢控告那些渴望此项事业的人,而这项事业正是带来如此众多且如此巨大的福祉的根源。
- 250ὃ δὲ πάντων δεινότατον
位于句首的中性关系代词短语,先行提示并同格修饰后文的 ὅτι 从句(“最荒谬的莫过于……”),独立于主句的谓语结构之外,起引出话题的作用。
- 250καὶ ταῦτα πάντων εἰδότων
习语 καὶ ταῦτα(“而且”、“尤其是当……”)置于属格独立结构 πάντων εἰδότων 之前,以加强让步或补充说明的语气。动词 οἶδα 在间接引语中要求分词,故 εἰδότων 统领宾格分词结构 τὴν πόλιν... διαπραξαμένην 及 γενομένην。
- 251πολὺ δʼ ἄν τις ἔχοι πλείους τούτων ἐναντιώσεις συναγαγεῖν τῶν ἀκμαζόντων τε μᾶλλον ἢ ʼγὼ
属格短语 τῶν ἀκμαζόντων... 是从属于主语不定代词 τις 的部分属格(“在比我更年轻力壮的人当中有谁……”)。动词谓语短语 ἄν ἔχοι πλείους τούτων ἐναντιώσεις συναγαγεῖν 插入其间,形成了显著的分隔修饰(hyperbaton)。
- 255ὧν μὴ διαταχθέντων οὐκ ἂν οἷοί τʼ ἦμεν
带有否定词 μή 的属格独立结构 ὧν... διαταχθέντων 在此充当与事实相反的条件从句(protasis),与后承从句 οὐκ ἂν οἷοί τʼ ἦμεν 构成反事实假定(“若非确立了这些规矩,我们便不可能……”)。关系代词 ὧν 指代前文的正义、非正义、高尚与卑劣。
- 256ταῖς γὰρ πίστεσιν, αἷς τοὺς ἄλλους λέγοντες πείθομεν, ταῖς αὐταῖς ταύταις βουλευόμενοι χρώμεθα
前置的与格名词短语 ταῖς... πίστεσιν 经关系从句 αἷς... πείθομεν 修饰后,在动词 χρώμεθα 之前由指示代词 ταῖς αὐταῖς ταύταις 予以复指和重申(复指性回照/epanalepsis),旨在突出该论据是说服与沉思共用的工具。
