← 伊索克拉底

交换财产诉讼

§240-249

青年之父的信任与抨击言辞修习者的自相矛盾

伊索克拉底指出门徒的父亲们亲自将儿子托付给他,以此论证指控败坏青年的是心怀叵测的讼棍而非家属本身。进而揭露诋毁言辞修养者的动机实为嫉妒与自相矛盾,批判他们一方面祈求口才并崇拜劝说女神,另一方面却诋毁通过哲学修习该项权能之人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§240

ἔτι τοίνυν γνώσεσθε σαφέστερον ἐκ τῶν ῥηθήσεσθαι μελλόντων ὡς πόρρω τοῦ διαφθείρειν τοὺς νεωτέρους ἐσμέν. εἰ γάρ τι τοιοῦτον ἐποιοῦμεν, οὐκ ἂν Λυσίμαχος ἦν ὁ λυπούμενος ὑπὲρ αὐτῶν οὐδʼ ἄλλος οὐδεὶς τῶν τοιούτων, ἀλλὰ τοὺς πατέρας ἂν ἑωρᾶτε τῶν συνόντων ἡμῖν καὶ τοὺς οἰκείους ἀγανακτοῦντας καὶ γραφομένους καὶ δίκην ζητοῦντας παρʼ ἡμῶν λαμβάνειν.

此外,从接下来的论述中,你们将更清楚地认识到,我们离败坏青年有多么遥远。因为如果我们确实在做这类事情,那么为他们感到痛心的绝不会是吕西马库斯,也不会是任何其他此类人,相反,你们定会看到与我们相处的青年的父亲和亲属们义愤填膺,提起诉讼,并设法对我们施加惩罚。

§241

νῦν δʼ ἐκεῖνοι μὲν συνιστᾶσι τοὺς παῖδας τοὺς αὑτῶν, καὶ χρήματα διδόασι, καὶ χαίρουσιν ὁπόταν ὁρῶσιν αὐτοὺς μεθʼ ἡμῶν ἡμερεύοντας, οἱ δὲ συκοφάνται διαβάλλουσι καὶ πράγματα παρέχουσιν ἡμῖν, ὧν τίνες ἂν ἥδιον ἴδοιεν πολλοὺς τῶν πολιτῶν διαφθειρομένους καὶ πονηροὺς γιγνομένους; ἴσασι γὰρ σφᾶς αὐτοὺς ἐν μὲν τοῖς τοιούτοις δυναστεύοντας, ὑπὸ δὲ τῶν καλῶν κἀγαθῶν καὶ νοῦν ἐχόντων ἀπολλυμένους, ὁπόταν ληφθῶσιν.

然而事实上,那些人将自己的儿子介绍给我们,支付学费,并在看到他们与我们朝夕相处时感到欣喜;反倒是那些讼棍对我们肆意中伤、制造麻烦——又有谁比这些人更乐于看到广大公民受到败坏并沦为恶徒呢?因为他们深知,在这样的人群中他们自身得以称霸,而一旦被高尚而有理智的人抓住,他们便必遭覆灭。

§242

ὥσθʼ οὗτοι μὲν σωφρονοῦσιν ἀναιρεῖν ζητοῦντες ἁπάσας τὰς τοιαύτας διατριβάς, ἐν αἷς ἡγοῦνται βελτίους γενομένους χαλεπωτέρους ἔσεσθαι ταῖς αὑτῶν πονηρίαις καὶ συκοφαντίαις,1 ὑμᾶς δὲ προσήκει τἀναντία τούτοις πράττειν, καὶ ταῦτα νομίζειν εἶναι κάλλιστα τῶν ἐπιτηδευμάτων οἷς ἂν τούτους ὁρᾶτε μάλιστα πολεμοῦντας.

因此,这些人竭力废除所有这类的学问修养是十分有自知之明的,因为他们认定,年轻人一旦通过这些修养变得更优秀,就将对其自身的邪恶勾当和诬告行径构成更大的威胁;然而对于你们来说,理应采取与他们完全相反的做法,并且应当将你们见他们最竭力攻击的那些学业视作最崇高的事业。

§243

ἄτοπον δέ τι τυγχάνω πεπονθώς· εἰρήσεται γὰρ, εἰ καί τινες λίαν εὐμετάβολον εἶναί με φήσουσιν. ὀλίγῳ μὲν γὰρ πρότερον ἔλεγον ὡς πολλοὶ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν διεψευσμένοι τῆς φιλοσοφίας τραχύτερον πρὸς αὐτὴν ἔχουσι· νῦν δʼ οὕτως ἐναργεῖς ὑπείληφα τοὺς λόγους εἶναι τοὺς εἰρημένους καὶ πᾶσι φανερούς, ὥστʼ οὐδεὶς ἀγνοεῖν μοι δοκεῖ τὴν δύναμιν αὐτῆς, οὐδὲ καταγιγνώσκειν ἡμῶν ὡς διαφθείρομεν τοὺς μαθητάς, οὐδὲ πεπονθέναι τοιοῦτον οὐδὲν οἷον αὐτοὺς ὀλίγῳ πρότερον ᾐτιώμην· ἀλλʼ εἰ δεῖ τἀληθὲς εἰπεῖν καὶ τὸ νῦν ἐν τῇ διανοίᾳ μοι παρεστηκός, ἡγοῦμαι πάντας τοὺς φιλοτίμως μοι διακειμένους ἐπιθυμητικῶς ἔχοντας τοῦ φρονεῖν εὖ καὶ λέγειν αὐτοὺς μὲν ἀμελεῖν τούτων, τοὺς μὲν διὰ ῥᾳθυμίαν, τοὺς δὲ καταμεμφομένους τὴν φύσιν τὴν αὑτῶν, τοὺς δὲ διʼ ἄλλας τινὰς προφάσεις (παμπληθεῖς δʼ εἰσί), πρὸς δὲ τοὺς πολλὴν ἐπιμέλειαν ποιουμένους καὶ τυχεῖν βουλομένους ὧν εἰς ἐπιθυμίαν αὐτοὶ καθεστᾶσι, δυσκόλως ἔχειν2 καὶ ζηλοτυπεῖν καὶ τὰς ψυχὰς τεταραγμένως διακεῖσθαι καὶ πεπονθέναι παραπλήσια τοῖς ἐρῶσι· τίνα γὰρ ἄν τις αὐτοῖς ἐπενεγκεῖν αἰτίαν ἔχοι πρεπωδεστέραν ταύτης;

不过,我恰好陷入了一种有些奇特的心绪;尽管有人会指责我过于反复无常,但这话我仍不得不说。因为就在不久前,我还说过许多正直体面之人由于误解了哲学而对它抱有苛刻的态度;但现在,我认为刚才陈述的道理是如此昭彰,对所有人而言都是如此显而易见,以至于在我看来,没有任何人会不明白哲学的力量,也没有人会判定我们在败坏门徒,更没有人像我方才所指责的那样陷入那种偏见;但若是要道出实情以及此刻浮现在我脑海中的念头,我认为,所有那些出于好胜心而与我作对的人,虽然自己也极渴望善于思索和长于言辞,却荒废了这些修养——有的由于怠惰,有的归咎于自身的天资,还有的出于其他种种借口(借口诚然数不胜数)——,而对于那些倾注巨大心血、渴望获得他们自己梦寐以求之物的人,他们便心怀不满、横加嫉妒,内心处于焦虑扰乱之中,遭受着酷似恋爱之人所受的折磨;因为有谁能为他们找出比这更为贴切的原因呢?

§246

οἵτινες μακαρίζουσι μὲν καὶ ζηλοῦσι τοὺς καλῶς χρῆσθαι τῷ λόγῳ δυναμένους, ἐπιτιμῶσι δὲ τῶν νεωτέρων τοῖς τυχεῖν ταύτης τῆς τιμῆς βουλομένοις. καὶ τοῖς μὲν θεοῖς οὐδεὶς ἔστιν ὅστις οὐκ ἂν εὔξαιτο μάλιστα μὲν αὐτὸς δύνασθαι λέγειν, εἰ δὲ μή, τοὺς παῖδας καὶ τοὺς οἰκείους τοὺς αὑτοῦ·

他们对那些能够精妙运用言辞的人既称颂又羡慕,却又斥责青年中渴望获得此项殊荣的人。

§247

τοὺς δὲ πόνῳ καὶ φιλοσοφίᾳ τοῦτο κατεργάσασθαι πειρωμένους, ὃ παρὰ τῶν θεῶν αὐτοὶ βούλονται λαβεῖν, οὐδέν φασι τῶν δεόντων πράττειν, ἀλλʼ ἐνίοτε μὲν ὡς ἐξηπατημένων καὶ πεφενακισμένων προσποιοῦνται καταγελᾶν αὐτῶν,3 ὁπόταν δὲ τύχωσι, μεταβαλόντες ὡς περὶ πλεονεκτεῖν δυναμένων τοὺς λόγους ποιοῦνται.

并且面对神明,没有人不会首先祈求让自己能够擅长言辞,退而求其次,也会祈求自己的子女和亲属能够擅长言辞;然而,对于那些试图通过劳作与哲学来成就他们自己期望从神明那里领受的同一事物的人,他们却宣称这些人没有做一件正经事,有时甚至假装嘲弄他们,仿佛这些人是受骗上当的受害者,而一旦碰上机会,他们又摇身一变,在言谈中把这些人描绘成能够巧取豪夺、占尽便宜之人。

§248

καὶ συμβούλοις μέν, ὅταν κίνδυνός τις καταλάβῃ τὴν πόλιν, τοῖς ἄριστα περὶ τῶν πραγμάτων λέγουσι, τούτοις χρῶνται, καὶ πράττουσιν ὅ τι ἂν οἱ τοιοῦτοι παραινέσωσι· περὶ δὲ τοὺς ἔργον ποιουμένους ὅπως χρησίμους αὑτοὺς ἐν τοῖς καιροῖς τοῖς τοιούτοις τῇ πόλει παρασχήσουσι, βλασφημεῖν οἴονται χρῆναι. καὶ Θηβαίοις μὲν καὶ τοῖς ἄλλοις ἐχθροῖς τὴν ἀμαθίαν ὀνειδίζουσι, τοὺς δʼ ἐκ παντὸς τρόπου ζητοῦντας τὴν νόσον ταύτην διαφυγεῖν λοιδοροῦντες διατελοῦσιν.

再者,每当危险临到城邦时,他们总是使用那些对事务能发表最精当见解的人作为顾问,凡是这样的人提出的建议,他们无不照办;可是对于那些倾尽心力要在这种危急时刻为城邦效力的人,他们却认为理应加以中伤。不仅如此,他们一方面嘲笑底比斯人和其他敌人的无知,另一方面却又不断谩骂那些千方百计试图摆脱这一恶疾的人。

§249

ὃ δʼ οὐ μόνον ταραχῆς σημεῖόν ἐστιν, ἀλλὰ καὶ τῆς περὶ τοὺς θεοὺς ὀλιγωρίας· τὴν μὲν γὰρ Πειθὼ μίαν τῶν θεῶν νομίζουσιν εἶναι, καὶ τὴν πόλιν ὁρῶσι καθʼ ἕκαστον τὸν ἐνιαυτὸν θυσίαν αὐτῇ ποιουμένην, τοὺς δὲ τῆς δυνάμεως ἧς ἡ θεὸς ἔχει μετασχεῖν βουλομένους ὡς κακοῦ πράγματος ἐπιθυμοῦντας διαφθείρεσθαί φασιν.

这不仅是心智混乱的征兆,更是对神明漠视不敬的体现;因为他们一方面认定劝说女神(珀托)是诸神之一,并且看到城邦每年都向她献祭,另一方面却又宣称那些希望分享该女神所拥有的权能的人,是在贪求邪恶之物从而走向堕落。

语法注3 条
  1. 242ἐν αἷς ἡγοῦνται βελτίους γενομένους χαλεπωτέρους ἔσεσθαι ταῖς αὑτῶν πονηρίαις καὶ συκοφαντίαις

    关系从句中的“对格带不定式”结构。将来时不定式 ἔσεσθαι 的逻辑主语是指代青年们的对格分词短语 βελτίους γενομένους,带有时间或条件意味(“一旦他们变得更优秀”)。表语形容词 χαλεπωτέρους 支配与格短语 ταῖς αὑτῶν πονηρίαις καὶ συκοφαντίαις,意为“对他们(讼棍们)自身的邪恶勾当与诬告行径而言更加棘手/构成更大阻碍”。

  2. 244ἡγοῦμαι πάντας τοὺς φιλοτίμως μοι διακειμένους ἐπιθυμητικῶς ἔχοντας τοῦ φρονεῖν εὖ καὶ λέγειν αὐτοὺς μὲν ἀμελεῖν τούτων ... πρὸς δὲ τοὺς πολλὴν ἐπιμέλειαν ποιουμένους ... δυσκόλως ἔχειν

    由主动词 ἡγοῦμαι 统辖的复合对格带不定式结构。不定式的逻辑主语是 πάντας τοὺς φιλοτίμως μοι διακειμένους,后接分词短语 ἐπιθυμητικῶς ἔχοντας... 作修饰。句子的核心骨架是由 μὲν...δέ 并列连接的两个对立不定式短语:αὐτοὺς μὲν ἀμελεῖν τούτων(“他们自己荒废了这些修养”)与 πρὸς δὲ τοὺς ... δυσκόλως ἔχειν(“而对于那些……的人则心怀不满”)。

  3. 247ὡς ἐξηπατημένων καὶ πεφενακισμένων προσποιοῦνται καταγελᾶν αὐτῶν

    动词 καταγελάω 支配受嘲弄对象的属格(αὐτῶν)。完成时被动分词 ἐξηπατημένων καὶ πεφενακισμένων 带有 ὡς,在性、数、格上与 αὐτῶν 保持一致,表示主观认定的状态或借口(“仿佛他们是受骗上当之人似地嘲弄他们”),属于宾语 αὐτῶν 的附随分词,而非独立属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:240-249