← 伊索克拉底

交换财产诉讼

§230-239

杰出政治家对言辞的推崇与真正的诬告者

伊索克拉底论证道,卓越的言辞技能绝非催生讼棍的根源,并指出梭伦、克里斯提尼、地米斯托克利和伯里克利等最伟大的政治家皆精研言辞且师从智者;真正的惹是生非者和诬告者是出现在各法官诉讼告示板上的原告自身,而非他及其门生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§230

χωρὶς δὲ τούτων, εἴπερ ἡ περὶ τοὺς λόγους δεινότης ποιεῖ τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν, προσῆκεν ἅπαντας τοὺς δυναμένους εἰπεῖν πολυπράγμονας καὶ συκοφάντας εἶναι·1 τὸ γὰρ αἴτιον ἐν ἅπασι ταὐτὸ πέφυκεν ἐνεργάζεσθαι.

除这些之外,若是言辞上的精湛能耐确实会促使人谋害他人的财产,那么所有有能力言说的人都理应成为惹是生非之徒和讼棍;因为同样的原因在所有人身上天然都会产生同样的后果。

§231

νῦν δʼ εὑρήσετε καὶ τῶν ἐν τῷ παρόντι πολιτευομένων καὶ τῶν νεωστὶ τετελευτηκότων τοὺς πλείστην ἐπιμέλειαν τῶν λόγων ποιουμένους βελτίστους ὄντας τῶν ἐπὶ τὸ βῆμα παριόντων, ἔτι δὲ τῶν παλαιῶν τοὺς ἀρίστους ῥήτορας καὶ μεγίστην δόξαν λαβόντας πλείστων ἀγαθῶν αἰτίους τῇ πόλει γεγενημένους, ἀρξαμένους ἀπὸ Σόλωνος.

然而事实上,你们会发现,无论在眼下参与政务的人当中,还是在不久前离世的人当中,凡是最致力于言辞修养的人,都是走上讲坛者中最优秀的人;而且在古人当中,最卓越的演说家和享有最高声望的人,从梭伦开始,也是为城邦带来最多福祉的功臣。

§232

ἐκεῖνός τε γὰρ προστάτης τοῦ δήμου καταστὰς οὕτως ἐνομοθέτησε καὶ τὰ πράγματα διέταξε καὶ τὴν πόλιν κατεσκεύασεν, ὥστʼ ἔτι καὶ νῦν ἀγαπᾶσθαι τὴν διοίκησιν τὴν ὑπʼ ἐκείνου συνταχθεῖσαν· μετὰ δὲ ταῦτα Κλεισθένης ἐκπεσὼν ἐκ τῆς πόλεως ὑπὸ τῶν τυράννων, λόγῳ πείσας τοὺς Ἀμφικτύονας δανεῖσαι τῶν τοῦ θεοῦ χρημάτων αὑτῷ, τόν τε δῆμον κατήγαγε καὶ τοὺς τυράννους ἐξέβαλε καὶ τὴν δημοκρατίαν ἐκείνην κατέστησε, τὴν αἰτίαν τοῖς Ἕλλησι τῶν μεγίστων ἀγαθῶν γενομένην· ἐπὶ δὲ τούτῳ Θεμιστοκλῆς ἡγεμὼν ἐν τῷ πολέμῳ τῷ Περσικῷ γενόμενος, συμβουλεύσας τοῖς προγόνοις ἡμῶν ἐκλιπεῖν τὴν πόλιν, (ὃ τίς ἂν οἷός τʼ ἐγένετο πεῖσαι μὴ πολὺ τῷ λόγῳ διενεγκών;)2 εἰς τοῦτʼ αὐτῶν τὰ πράγματα προήγαγεν ὥστʼ ὀλίγας ἡμέρας ἀνάστατοι γενόμενοι πολὺν χρόνον δεσπόται τῶν Ἑλλήνων κατέστησαν· τὸ δὲ τελευταῖον Περικλῆς καὶ δημαγωγὸς ὢν ἀγαθὸς καὶ ῥήτωρ ἄριστος οὕτως ἐκόσμησε τὴν πόλιν καὶ τοῖς ἱεροῖς καὶ τοῖς ἀναθήμασι καὶ τοῖς ἄλλοις ἅπασιν, ὥστʼ ἔτι καὶ νῦν τοὺς εἰσαφικνουμένους εἰς αὐτὴν νομίζειν μὴ μόνον ἄρχειν ἀξίαν εἶναι τῶν Ἑλλήνων ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, καὶ πρὸς τούτοις εἰς τὴν ἀκρόπολιν οὐκ ἐλάττω μυρίων ταλάντων ἀνήνεγκε.

因为梭伦作为民众领袖,制定了如此完备的法律,整理了城邦事务并构建了城邦制度,以致由他所建立的政体至今仍受到人们的由衷爱戴;此后,克里斯提尼虽被僭主们逐出城邦,却凭着言辞说服了近邻同盟将属于神明的钱财借贷与他,他不仅迎回了民众、驱逐了僭主,而且确立了那个后来成为希腊人最大福祉渊源的民主政体;随后的地米斯托克利在波斯战争中担任统帅,他劝告我们的祖先弃守城邦(若不是在言辞上远超常人,又有谁能说服他们这样做呢?),他将他们的事业推进到如此地步,以致他们虽仅流离失所数日,却得以长久成为全希腊人的霸主;最后,伯里克利既是一位优秀的平民领袖,又是一位杰出的演说家,他用神庙、献纳品及其他一切事物将城邦装点得如此宏伟,以致直到如今来到这里的人,仍认为这座城邦不仅配得上统治希腊人,而且配得上统治全人类;此外,他向卫城运入了不下于一万塔兰同的巨资。

§235

καὶ τούτων τῶν ἀνδρῶν τῶν τηλικαῦτα διαπραξαμένων οὐδεὶς λόγων ἠμέλησεν, ἀλλὰ τοσούτῳ μᾶλλον τῶν ἄλλων προσέσχον αὐτοῖς τὸν νοῦν, ὥστε Σόλων μὲν τῶν ἑπτὰ σοφιστῶν ἐκλήθη καὶ ταύτην ἔσχε τὴν ἐπωνυμίαν, τὴν νῦν ἀτιμαζομένην καὶ κρινομένην παρʼ ὑμῖν, Περικλῆς δὲ δυοῖν ἐγένετο μαθητής, Ἀναξαγόρου τε τοῦ Κλαζομενίου καὶ Δάμωνος, τοῦ κατʼ ἐκεῖνον τὸν χρόνον φρονιμωτάτου δόξαντος εἶναι τῶν πολιτῶν.

而成就了如此伟业的这些人物,没有一个人忽视言辞,反倒比其他人更倾注心血,以致梭伦被称为七位智者之一,并获得了如今在你们面前受贬损、遭审判的这一头衔;而伯里克利则拜两位名师为徒,即克拉佐美奈的阿那克萨哥拉与达蒙,后者在那个时代被公认为公民中最明智之人。

§236

ὥστʼ ἐκ τίνων ἄν τις ὑμῖν σαφέστερον ἐπιδείξειεν ὡς οὐχ αἱ δυνάμεις αἱ τῶν λόγων κακοπράγμονας τοὺς ἀνθρώπους ποιοῦσιν; ἀλλʼ οἱ τοιαύτην φύσιν ἔχοντες, οἵαν περ ὁ κατήγορος, πονηροῖς οἶμαι καὶ τοῖς λόγοις καὶ τοῖς πράγμασι χρώμενοι διατελοῦσιν.

那么,人们还能根据什么向你们更清楚地证明,言辞的能力绝不会使人成为多管闲事之徒呢?然而,凡具有如告发者一般天性的人,依我之见,始终既使用邪恶的言辞,又从事邪恶的行为。

§237

ἔχω δὲ δεῖξαι καὶ τόπους ἐν οἷς ἔξεστιν ἰδεῖν τοῖς βουλομένοις τοὺς πολυπράγμονας καὶ τοὺς ταῖς αἰτίαις ἐνόχους ὄντας ἃς οὗτοι τοῖς σοφισταῖς ἐπιφέρουσιν. ἐν γὰρ ταῖς σανίσι ταῖς ὑπὸ τῶν ἀρχόντων ἐκτιθεμέναις ἀναγκαῖόν ἐστιν, ἐν μὲν ταῖς ὑπὸ τῶν θεσμοθετῶν ἀμφοτέρους ἐνεῖναι, τούς τε τὴν πόλιν ἀδικοῦντας καὶ τοὺς συκοφαντοῦντας, ἐν δὲ ταῖς τῶν ἕνδεκα τούς τε κακουργοῦντας καὶ τοὺς τούτοις ἐφεστῶτας, ἐν δὲ ταῖς τῶν τετταράκοντα τούς τʼ ἐν τοῖς ἰδίοις πράγμασιν ἀδικοῦντας καὶ τοὺς μὴ δικαίως ἐγκαλοῦντας· ἐν αἷς τοῦτον μὲν καὶ τοὺς τούτου φίλους εὕροιτʼ ἂν ἐν πολλαῖς ἐγγεγραμμένους, ἐμὲ δὲ καὶ τοὺς περὶ τὴν αὐτὴν ἐμοὶ διατριβὴν ὄντας οὐδʼ ἐν μιᾷ τούτων ἐνόντας,3 ἀλλʼ οὕτω τὰ περὶ ἡμᾶς αὐτοὺς διοικοῦντας ὥστε μηδὲν δεῖσθαι τῶν ἀγώνων τῶν παρʼ ὑμῖν.

我还能指明那些地方,使愿意察看的人能够在那里看到那些惹是生非之徒,以及应当对这些人强加于智者的罪名承担责任的人。因为在执政官公布的布告木板上,必然有这些人的名字:在司法执政官公布的木板上,既有危害城邦之人,又有恶意告发之人;在十一人委员会的木板上,既有作奸犯科之人,又有指控他们的人;在四十人法官的木板上,既有在私人事务中行不义之人,又有提起不义诉讼之人;在这些木板上,你们会发现这个人及其朋党被登记在许多块上面,而我以及与我从事同样学问探讨的人,却连一块木板上也找不到,相反,我们治理自身事务井井有条,以致根本不需要参与你们面前的任何诉讼。

§239

καί τοι τοὺς μήτʼ ἐν ταῖς πραγματείαις ταύταις ὄντας μήτʼ ἀκολάστως ζῶντας μήτε περὶ ἄλλην πρᾶξιν μηδεμίαν αἰσχρὰν γεγενημένους πῶς οὐκ ἐπαινεῖσθαι προσήκει μᾶλλον ἢ κρίνεσθαι; δῆλον γὰρ ὅτι τοιαῦτα τοὺς συνόντας παιδεύομεν, οἷά περ αὐτοὶ τυγχάνομεν ἐπιτηδεύοντες.

然而,对于既不卷入此类纠纷、生活毫不放荡,又从未涉足任何可耻行为的人,难道不理应受到称赞而非接受审判吗?因为显而易见,我们正是将自己切身所践行之事,教导给与我们相处的学子们。

语法注3 条
  1. 230προσῆκεν ἅπαντας τοὺς δυναμένους εἰπεῖν πολυπράγμονας καὶ συκοφάντας εἶναι

    在呼应前文条件从句(εἴπερ... ποιεῖ)的主句中,使用了不带 ἄν 的非人称动词未完成过去时 προσῆκεν。表示“应当、适宜”之动词的过去时在此具有表达非现实后果的惯用法,意为“理应所有……都是(但事实并非如此)”。

  2. 233μὴ πολὺ τῷ λόγῳ διενεγκών

    带有否定词 μή 的分词 διενεγκών 起到条件分词的作用,相当于依赖于潜在/反事实修辞疑问句(τίς ἂν οἷός τʼ ἐγένετο πεῖσαι)的反事实条件从句(εἰ μὴ διήνεγκεν),意为“若非他在言辞上远超常人”。

  3. 238ἐν αἷς τοῦτον μὲν καὶ τοὺς τούτου φίλους εὕροιτʼ ἂν ἐν πολλαῖς ἐγγεγραμμένους, ἐμὲ δὲ καὶ τοὺς περὶ τὴν αὐτὴν ἐμοὶ διατριβὴν ὄντας οὐδʼ ἐν μιᾷ τούτων ἐνόντας

    依赖于发现类动词 εὕροιτʼ ἄν 的“宾格+分词”结构,由两个对称的对比项组成:τοῦτον μὲν... ἐγγεγραμμένους 与 ἐμὲ δὲ... ἐνόντας。分词 ἐγγεγραμμένους(被登记)与 ἐνόντας(名列其中)均作为 εὕροιτʼ ἄν 支配的宾语补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:230-239