- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:220-229
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底论证道,使弟子败坏对教师而言绝无利益,且远道而来缴纳重金的外邦求学者绝非为了习得恶德,从而揭露了指控修辞学教师与学生研习是为了在诉讼中谋取不义之财的荒谬性。
οἶμαι γὰρ δήπου τοῦτό γε πάντας γιγνώσκειν, ὅτι σοφιστῇ μισθὸς κάλλιστός ἐστι καὶ μέγιστος, ἢν τῶν μαθητῶν τινες καλοὶ κἀγαθοὶ καὶ φρόνιμοι γένωνται καὶ παρὰ τοῖς πολίταις εὐδοκιμοῦντες· οἱ μὲν γὰρ τοιοῦτοι πολλοὺς μετασχεῖν τῆς παιδείας εἰς ἐπιθυμίαν καθιστᾶσιν, οἱ δὲ πονηροὶ καὶ τοὺς πρότερον συνεῖναι διανοουμένους ἀποτρέπουσιν. ὥστε τίς ἂν ἐν τούτοις τὸ κρεῖττον ἀγνοήσειεν, οὕτω μεγάλην τὴν διαφορὰν τῶν πραγμάτων ἐχόντων;
因为我以为人人都知道这一点:对于智者而言,若其某些弟子成为高尚、善良且明智之人,并在城邦公民中享有盛誉,这便是最美好且最丰厚的回报。因为这样的弟子会使许多人产生参与此种教育的愿望,而败坏的弟子则会使那些先前打算从师学习的人也望而却步。因此,既然事实存在如此巨大的差异,在这两种情况中又有谁会辨不清孰优孰劣呢?
ἴσως οὖν ἄν τις πρὸς ταῦτα τολμήσειεν εἰπεῖν ὡς πολλοὶ τῶν ἀνθρώπων διὰ τὰς ἀκρασίας οὐκ ἐμμένουσι τοῖς λογισμοῖς, ἀλλʼ ἀμελήσαντες τοῦ συμφέροντος ἐπὶ τὰς ἡδονὰς ὁρμῶσιν. ἐγὼ δʼ ὁμολογῶ καὶ τῶν ἄλλων πολλοὺς καὶ τῶν προσποιουμένων εἶναι σοφιστῶν ἔχειν τινὰς τὴν φύσιν ταύτην, ἀλλʼ ὅμως οὐδὲ τῶν τοιούτων οὐδείς ἐστιν οὕτως ἀκρατὴς ὅστις ἂν δέξαιτο καὶ τοὺς μαθητὰς εἶναι τοιούτους· τῶν μὲν γὰρ ἡδονῶν τῶν διὰ τὴν ἀκρασίαν ἐκείνοις συμβαινουσῶν οὐκ ἂν δύναιτο μετασχεῖν, τῆς δὲ δόξης τῆς διὰ τὴν πονηρίαν γιγνομένης αὐτὸς ἂν τὸ πλεῖστον μέρος ἀπολαύσειεν. ἔπειτα τίνας ἂν καὶ διαφθείραιεν, καὶ τοὺς πῶς διακειμένους λάβοιεν ἂν μαθητάς;1 ἄξιον γὰρ καὶ ταῦτα διελθεῖν.
或许有人会针对这些大胆辩称,许多人由于缺乏自制而不遵从理性的算计,反倒忽视自身利益而奔向享乐。我自己也承认,无论是寻常人中的多数,还是伪称智者之流中的某些人,确实具有这种天性;然而即便如此,在这类人当中也绝无任何一个人会放纵到愿意自己的弟子也成为这般模样。因为由于弟子缺乏自制所带来的享乐,他自己无法分享,而由于弟子的恶行所招致的恶名,他自己却要承受绝大部分。再者,他们究竟能败坏何人,又会招揽具有何种性情的人为弟子呢?因为这些问题同样值得探讨。
πότερον τοὺς ἤδη κακοήθεις ὄντας καὶ πονηρούς; καὶ τίς ἄν, ἃ παρὰ τῆς αὑτοῦ φύσεως ἐπίσταται, ταῦτα παρʼ ἑτέρου μανθάνειν ἐπιχειρήσειεν; ἀλλὰ τοὺς ἐπιεικεῖς καὶ χρηστῶν ἐπιτηδευμάτων ἐπιθυμοῦντας; ἀλλʼ οὐδʼ ἂν εἷς τῶν τοιούτων τοῖς κακόν τι λέγουσιν ἢ πράττουσι διαλεχθῆναι τολμήσειεν.
难道是招揽那些早已心怀不轨且本性邪恶之人吗?可又有谁会去尝试从他人那里学习自己凭天性便已知晓的事情呢?抑或是招揽那些为人正直、渴求正当操守之人呢?但这类人绝无一个敢于同言谈举止卑劣之人交谈。
ἡδέως δʼ ἂν κἀκεῖνο πυθοίμην παρὰ τῶν χαλεπῶς ἐχόντων πρὸς ἡμᾶς, τίνα ποτὲ γνώμην ἔχουσι περὶ τῶν ἐκ Σικελίας καὶ τοῦ Πόντου καὶ τῶν ἄλλων τόπων δεῦρο πλεόντων, ἵνα παιδευθῶσι. πότερον αὐτοὺς οἴονται σπανίζοντας ἐκεῖ πονηρῶν ἀνθρώπων ἐνθάδε ποιεῖσθαι τὴν πορείαν; ἀλλὰ πανταχοῦ πολλὴν ἀφθονίαν εὕροι τις ἂν τῶν συμπονηρεύεσθαι καὶ συνεξαμαρτάνειν βουλομένων. ἀλλʼ ἵνα κακοπράγμονες καὶ συκοφάνται γένωνται, πολλὰ χρήματα τελέσαντες; ἀλλὰ πρῶτον μὲν οἱ ταύτην ἔχοντες τὴν γνώμην πολὺ ἂν ἥδιον τὰ τῶν ἄλλων λάβοιεν ἢ δοῖεν ἑτέροις ὁτιοῦν τῶν σφετέρων αὐτῶν· ἔτι δὲ τίνες ἂν ὑπὲρ πονηρίας ἀργύριον ἀναλώσαιεν, ἐξὸν αὐτοῖς μηδὲν δαπανηθεῖσιν εἶναι τοιούτοις,2 ὁπόταν βουληθῶσιν; οὐ γὰρ μαθεῖν ἀλλʼ ἐπιχειρῆσαι μόνον δεῖ τοῖς τοιούτοις τῶν ἔργων.
我也很乐意向那些对我们抱有敌意的人探问,对于那些为了受教育而从西西里、本都及其他地方乘船来到这里的人,他们究竟持有何种看法。难道他们以为这些人是因为家乡缺乏恶人,才千里迢迢赶往此地吗?可随处都能轻易找到大批愿意一同作恶、同流合污之人。难道是为了在缴纳重金之后,好成为多管闲事之徒和讼棍吗?然而首先,抱有这种心思的人,比起将自己的任何财产分给他人,远更乐于夺取他人的财物。况且,既然在他们愿意的时候无需耗费分文就能成为这样的人,又有谁会为了恶德而花费银钱呢?因为对于此类勾当,根本无需学习,只需着手去干便可。
ἀλλὰ δῆλον ὅτι καὶ πλέουσι καὶ χρήματα διδόασι καὶ πάντα ποιοῦσι νομίζοντες αὐτοί τε βελτίους γενήσεσθαι καὶ τοὺς ἐνθάδε παιδεύοντας πολὺ φρονιμωτέρους εἶναι τῶν παρὰ σφίσιν αὐτοῖς· ἐφʼ οἷς ἄξιον ἦν ἅπαντας τοὺς πολίτας φιλοτιμεῖσθαι, καὶ περὶ πολλοῦ ποιεῖσθαι τοὺς αἰτίους τῇ πόλει τῆς δόξης ταύτης γενομένους.
相反,显而易见的是,他们航海而来、缴纳学费并不辞辛劳地做一切事情,正是因为相信自己会变得更加优秀,且深信这里的教育者远比他们本地的人更为明智。因着这些缘由,全体公民理应引以为豪,并高度尊崇那些为城邦带来此等声誉的功臣。
ἀλλὰ γὰρ οὕτω τινὲς ἀγνωμόνως ἔχουσιν ὥστʼ εἰδότες καὶ τοὺς ξένους τοὺς ἀφικνουμένους καὶ τοὺς προεστῶτας τῆς παιδείας οὐδὲν κακὸν ἐπιτηδεύοντας, ἀλλʼ ἀπραγμονεστάτους μὲν ὄντας τῶν ἐν τῇ πόλει καὶ πλείστην ἡσυχίαν ἄγοντας, προσέχοντας δὲ τὸν νοῦν σφίσιν αὐτοῖς καὶ τὰς συνουσίας μετʼ ἀλλήλων ποιουμένους, ἔτι δὲ τὰ καθʼ ἡμέραν εὐτελέστατα καὶ κοσμιώτατα ζῶντας, καὶ τῶν λόγων ἐπιθυμοῦντας οὐ τῶν ἐπὶ τοῖς ἰδίοις συμβολαίοις λεγομένων οὐδὲ τῶν λυπούντων τινάς, ἀλλὰ τῶν παρὰ πᾶσιν ἀνθρώποις εὐδοκιμούντων, ὅμως τολμῶσι βλασφημεῖν3 περὶ αὐτῶν καὶ λέγειν ὡς ταύτην ποιοῦνται τὴν μελέτην, ἵνʼ ἐν τοῖς ἀγῶσι παρὰ τὸ δίκαιον πλεονεκτῶσι.
然而,某些人竟然蛮横至此:他们明知前来的外邦人以及主持教育的人绝无任何不良操行,反倒是城邦中最不惹是非、最安分守己之人,他们专心致志于自身事务,彼此交游,而且日常生活最为俭朴、最有规矩,所追求的并非关于私人契约而发的言辞,亦非使他人痛苦的言辞,而是在全人类中广受赞誉的言辞;尽管如此,他们竟敢肆意诋毁这些人,并声称他们进行这种研习是为了在诉讼中谋取不法私利。
καί τοι τίνες ἂν ἀδικίαν καὶ κακίαν ἀσκοῦντες σωφρονέστερον τῶν ἄλλων ζῆν ἐθελήσαιεν; τίνας δὲ πώποθʼ ἑωράκασιν οἱ ταῦτα λέγοντες ἀναβαλλομένους καὶ θησαυριζομένους τὰς πονηρίας, ἀλλʼ οὐκ εὐθὺς τῇ φύσει τῇ παρούσῃ χρωμένους;
然而,凡是操练不义与邪恶之人,又有谁会愿意过着比他人更为克制的生活呢?那些作此断言的人,又何曾见过有谁会将恶行延后积攒起来,而不立即顺从自己当下的天性去行事呢?
- 222τοὺς πῶς διακειμένους λάβοιεν ἂν μαθητάς;
疑问副词 πῶς 置于定冠词 τούς 与分词 διακειμένους 之间的限定位置,修饰分词(意为“处于何种状态的人”)。μαθητάς 作动词 λάβοιεν ἄν 的宾语补足语(述语宾格)。
- 225ἐξὸν αὐτοῖς μηδὲν δαπανηθεῖσιν εἶναι τοιούτοις
ἐξόν 是非人称动词 ἔξεστι 的宾格绝对分词,表让步(“本可以在……的情况下”)。因不定式 εἶναι 的逻辑主语由与格 αὐτοῖς 标示,修饰它的被动态不定过去时分词 μηδὲν δαπανηθεῖσιν 和表语形容词 τοιούτοις 皆同格呼应作与格。
- 227ὥστʼ εἰδότες ... ὅμως τολμῶσι βλασφημεῖν
在由 ὥστε 引导的结果从句中,让步分词 εἰδότες 支配了跨越 227–228 节的长大宾格分词结构(包括 τοὺς ξένους ... ἐπιτηδεύοντας, ὄντας, ζῶντας 等),最终落到主干动词短语 ὅμως τολμῶσι βλασφημεῖν。全句核心骨架为“尽管明知(εἰδότες)……却仍敢于诋毁(ὅμως τολμῶσι)”。
