← 伊索克拉底

交换财产诉讼

§209-219

心灵训练的功效与行不义的动机考察

伊索克拉底通过身体锻炼与驯兽的对比以及杂耍猛兽的例子,批驳了蔑视言辞教育之人的无知,并进而转向反驳恶毒控告者,着手分析促使人行不义的三大动机(快乐、利益与荣誉)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§209

οὐ μόνον δʼ ἐκ τούτων ἀλλὰ καὶ τῶν λοιπῶν εἰκότως ἄν ἅπαντες τὴν ἄγνοιαν θαυμάσειαν τῶν τολμώντων οὕτως εἰκῇ καταφρονεῖν τῆς φιλοσοφίας· πρῶτον μὲν εἰ πάσας τὰς πράξεις καὶ τὰς τέχνας εἰδότες ταῖς μελέταις καὶ ταῖς φιλοπονίαις ἁλισκομένας πρὸς τὴν τῆς φρονήσεως ἄσκησιν ταῦτα μηδεμίαν ἡγοῦνται δύναμιν ἔχειν,1 ἔπειτʼ εἰ τῶν μὲν σωμάτων μηδὲν οὕτως ἄν φήσαιεν εἶναι φαῦλον, ὅ τι γυμνασθὲν καὶ πονῆσαν οὐκ ἂν εἴη βέλτιον, τὰς δὲ ψυχὰς τὰς ἄμεινον πεφυκυίας τῶν σωμάτων μηδὲν ἂν νομίζουσι γενέσθαι σπουδαιοτέρας παιδευθείσας καὶ τυχούσας τῆς προσηκούσης ἐπιμελείας· ἔτι δʼ εἰ περὶ τοὺς ἵππους καὶ τοὺς κύνας καὶ τὰ πλεῖστα τῶν ζώων ὁρῶντες τέχνας ἔχοντάς τινας, αἷς τὰ μὲν ἀνδρειότερα τὰ δὲ πραότερα τὰ δὲ φρονιμώτερα ποιοῦσι, περὶ τὴν τῶν ἀνθρώπων φύσιν μηδεμίαν οἴονται τοιαύτην εὑρῆσθαι παιδείαν, ἥ τις ἂν αὐτοὺς ἐπί τι τούτων ὧν περ καὶ τὰ θηρία δυνηθείη προαγαγεῖν, ἀλλὰ τοσαύτην ἁπάντων ἡμῶν ἀτυχίαν κατεγνώκασιν, ὥσθʼ ὁμολογήσειαν μὲν ἂν ταῖς ἡμετέραις διανοίαις ἕκαστον τῶν ὄντων βέλτιον γίγνεσθαι καὶ χρησιμώτερον, αὐτοὺς δʼ ἡμᾶς τοὺς ἔχοντας τὴν φρόνησιν ταύτην, ᾗ πάντα πλέονος ἄξια ποιοῦμεν, τολμῶσι λέγειν ὡς οὐδὲν ἂν ἀλλήλους πρὸς ἐπιείκειαν εὐεργετήσαιμεν.

不仅由这些事实,而且由其余的事实,大家理所当然都会对那些敢于如此轻率地蔑视哲学(言辞之学)之人的无知感到惊异:首先,他们明知一切行为与技艺皆是通过练习与勤劳得以掌握,却认为这些对于心智的操练毫无效力;其次,他们会说没有任何躯体是如此低劣,以致在受锻炼和劳作之后不会变得更好,却认为生来优于躯体的灵魂,在受到教育并获得适当培育之后,丝毫不会变得更为崇高;再者,他们看到有人掌握针对马匹、猎犬以及大多数兽类的技艺,凭借这些技艺能使某些走兽更勇敢,某些更温顺,某些更机灵,却认为针对人类天性竟未曾发明出任何能将人们提升至这些品质的教育,哪怕野兽都能被引导至这些品质;相反,他们判定我们全人类遭受如此巨大的不幸,以致于他们固然会承认一切既存之物通过我们的理智都变得更好、更有用,但面对拥有此种使万物变得更有价值的智慧的我们自身,他们竟敢声称我们彼此之间在道德纯良上毫无互助改善的可能。

§213

ὃ δὲ πάντων δεινότατον, ὅτι2 καθʼ ἕκαστον τὸν ἐνιαυτὸν θεωροῦντες ἐν τοῖς θαύμασι τοὺς μὲν λέοντας πραότερον διακειμένους πρὸς τοὺς θεραπεύοντας ἤ τῶν ἀνθρώπων ἔνιοι πρὸς τοὺς εὖ ποιοῦντας, τὰς δʼ ἄρκτους καλινδουμένας καὶ παλαιούσας καὶ μιμουμένας τὰς ἡμετέρας ἐπιστήμας, οὐδʼ ἐκ τούτων δύνανται γνῶναι τὴν παιδείαν καὶ τὴν ἐπιμέλειαν ὅσην ἔχει δύναμιν, οὐδʼ ὅτι ταῦτα πολὺ ἂν θᾶττον τὴν ἡμετέραν φύσιν ἢ τὴν ἐκείνων ὠφελήσειεν· ὥστʼ ἀπορῶ πότερον ἄν τις δικαιότερον θαυμάσειε τὰς πραότητας τὰς τοῖς χαλεπωτάτοις τῶν θηρίων ἐγγιγνομένας ἢ τὰς ἀγριότητας τὰς ἐν ταῖς ψυχαῖς τῶν τοιούτων ἀνθρώπων ἐνούσας.

而最令人骇怪的是,他们每年在杂耍表演中目睹狮子对待驯兽者的态度,比某些人对待施恩者的态度更为温顺,目睹熊翻滚、角力并模仿我们的技艺,却甚至不能从这些现象中认识到教育与培育具有何等巨大的力量,亦不能认识到这些培育对我们天性的助益远快于对走兽天性的助益。以至于我不知究竟更应当赞叹最凶猛的野兽所产生的温驯,还是更应当惊骇此类人心灵中所蕴藏的野蛮。

§215

ἔχοι δʼ ἄν τις πλείω περὶ τούτων εἰπεῖν· ἀλλὰ γὰρ ἢν πολλὰ λίαν λέγω περὶ τῶν παρὰ τοῖς πλείστοις ὁμολογουμένων, δέδοικα μὴ περὶ τῶν ἀμφισβητουμένων ἀπορεῖν δόξω. παυσάμενος οὖν τούτων ἐπʼ ἐκείνους τρέψομαι, τοὺς οὐ καταφρονοῦντας μὲν τῆς φιλοσοφίας, πολὺ δὲ πικρότερον κατηγοροῦντας αὐτῆς, καὶ μεταφέροντας τὰς πονηρίας τὰς τῶν φασκόντων μὲν εἶναι σοφιστῶν ἄλλο δέ τι πραττόντων ἐπὶ τοὺς οὐδὲν τῶν αὐτῶν ἐκείνοις ἐπιτηδεύοντας.

关于这些本可多谈;然而,倘若我就大多数人公认的事项言之过多,我担心自己会被认为是在争议之处理屈词穷。因此,我将停止论述这些,转而面对那些绝非蔑视哲学、反倒远为尖刻地控告哲学的人,他们将那些自称智者实则别有所为之徒的恶行,转嫁到与他们毫无相同行径的人身上。

§216

ἐγὼ δʼ οὐχ ὑπὲρ ἁπάντων τῶν προσποιουμένων δύνασθαι παιδεύειν ποιοῦμαι τοὺς λόγους, ἀλλʼ ὑπὲρ τῶν δικαίως τὴν δόξαν ταύτην ἐχόντων. οἶμαι δὲ σαφῶς ἐπιδείξειν τοὺς κατηγοροῦντας ἡμῶν πολὺ τῆς ἀληθείας διημαρτηκότας, ἤν περ ἐθελήσητε διὰ τέλους ἀκοῦσαι τῶν λεγομένων.

我并非为了所有伪称能够施教之人辩护,而是为了正当地享有此等声誉之人发声。我认为,只要诸位愿意自始至终垂听接下来的言论,我必能清楚证明控告我们的人已大谬不然。

§217

πρῶτον μὲν οὖν ὁρίσασθαι δεῖ τίνων ὀρεγόμενοι καὶ τίνος τυχεῖν βουλόμενοι τολμῶσί τινες ἀδικεῖν· ἢν γὰρ ταῦτα καλῶς περιλάβωμεν, ἄμεινον γνώσεσθε τὰς αἰτίας τὰς καθʼ ἡμῶν λεγομένας, εἴτʼ ἀληθεῖς εἰσιν εἴτε ψευδεῖς. ἐγὼ μὲν οὖν ἡδονῆς ἢ κέρδους ἢ τιμῆς ἕνεκα φημὶ πάντας πάντα πράττειν· ἔξω γὰρ τούτων οὐδεμίαν ἐπιθυμίαν ὁρῶ τοῖς ἀνθρώποις ἐγγιγνομένην.

首先,必须界定人们在铤而走险行不义之事时究竟是出于何种企求、意图获得何物;因为如果我们能够恰当把握这些,诸位就能更好地判断针对我们的指控究竟是真实还是虚假。我断言,所有人做一切事情皆是为了快乐、利益或荣誉;因为除此三者之外,我未见人类心中产生过任何其他欲望。

§218

εἰ δὴ ταῦθʼ οὕτως ἔχει, λοιπόν ἐστι σκέψασθαι τί τούτων ἂν ἡμῖν γίγνοιτο διαφθείρουσι τοὺς νεωτέρους.3 πότερʼ ἂν ἡσθείημεν ὁρῶντες ἢ καὶ πυνθανόμενοι πονηροὺς αὐτοὺς ὄντας καὶ δοκοῦντας τοῖς συμπολιτευομένοις; καὶ τίς οὕτως ἐστὶν ἀναίσθητος ὅστις οὐκ ἂν ἀλγήσειε τοιαύτης διαβολῆς περὶ αὑτὸν γιγνομένης;

如果事实确是如此,那么接下来便须考察,若我们败坏了青年,这三者之中究有何物能为我们所得。难道在亲眼目睹或耳闻他们沦为恶劣之人并被同胞公民如此看待时,我们会感到快乐吗?又有谁会如此麻木不仁,以致在自己遭受如此恶名时竟不感到痛苦呢?

§219

ἀλλὰ μὴν οὐδʼ ἂν θαυμασθεῖμεν οὐδὲ τιμῆς μεγάλης τύχοιμεν τοιούτους τοὺς συνόντας ἀποπέμποντες, ἀλλὰ πολὺ ἂν μᾶλλον καταφρονηθεῖμεν καὶ μισηθεῖμεν τῶν ταῖς ἄλλαις πονηρίαις ἐνόχων ὄντων. καὶ μὴν οὐδʼ εἰ ταῦτα παρίδοιμεν, χρήματα πλεῖστʼ ἂν λάβοιμεν οὕτω παιδείας προεστῶτες.

再者,我们在将学生调教成这般模样遣回之后,绝不会受到赞叹,亦不会获得崇高荣誉,相反,比起那些身负其他恶行之人,我们必将遭受远为深重的鄙夷与憎恨。况且,即便我们撇开这些不谈,以如此方式主管教育,我们也绝不可能获取极丰厚的钱财。

语法注3 条
  1. 209πρῶτον μὲν εἰ πάσας τὰς πράξεις καὶ τὰς τέχνας εἰδότες ταῖς μελέταις καὶ ταῖς φιλοπονίαις ἁλισκομένας πρὸς τὴν τῆς φρονήσεως ἄσκησιν ταῦτα μηδεμίαν ἡγοῦνται δύναμιν ἔχειν

    该分句接在主句表示情感的主动词 εἰκότως ἂν ἅπαντες τὴν ἄγνοιαν θαυμάσειαν(大家理所当然都会对他们的无知感到惊异)之后,由 εἰ 引导。在此类跟在情感动词(θαυμάζω)后的句构中,εἰ 起到因果或实质名词从句的作用(即“对于……而感到惊异”),陈述了招致惊异与责难的事实根据。随后的 ἔπειτʼ εἰ... 与 ἔτι δʼ εἰ... 亦承袭此一相同结构。

  2. 213ὃ δὲ πάντων δεινότατον, ὅτι

    这是一种习惯性的独立主格先行结构(ὃ δὲ πάντων δεινότατον,“而万事中最骇怪者”),与后文的 ὅτι 从句构成同格提示。系词 ἐστί 被省略,该句在句首作为强有力的标目,引领并强化了接下来的整段论述。

  3. 218διαφθείρουσι τοὺς νεωτέρους

    与格现在分词 διαφθείρουσι 与前文非人称结构(λοιπόν ἐστι σκέψασθαι τί τούτων ἂν ἡμῖν γίγνοιτο)中的与格人称代词 ἡμῖν 一致,带有条件意义,意即“如果我们败坏了青年”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:209-219