← 伊索克拉底

交换财产诉讼

§199-208

驳斥否定教育者与训练带来的进步

演说者揭露了将修辞教育斥为骗局者的自相矛盾,证明该教育一如其他技艺能产生确凿实效,且通过训练与名师指引可使人获得长足的提升。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§199

πρῶτον δʼ ἐνθυμήθητε περὶ τῶν φλυαρίαν φασκόντων εἶναι τὴν παιδείαν, ὡς αὐτοὶ λίαν καταφανῶς ληροῦσι. διασύρουσι μὲν γὰρ αὐτὴν ὡς οὐδὲν ὠφελεῖν δυναμένην ἀλλʼ ἀπάτην καὶ φενακισμὸν οὖσαν, ἀξιοῦσι δὲ1 τοὺς συνόντας ἡμῖν εὐθὺς μὲν προσελθόντας διαφέρειν αὐτοὺς αὑτῶν, ὀλίγας δʼ ἡμέρας συνδιατρίψαντας σοφωτέρους ἐν τοῖς λόγοις καὶ κρείττους φαίνεσθαι τῶν καὶ ταῖς ἡλικίαις καὶ ταῖς ἐμπειρίαις προεχόντων, ἐνιαυτὸν δὲ μόνον παραμείναντας ῥήτορας ἅπαντας ἀγαθοὺς εἶναι καὶ τελέους καὶ μηδὲν φαυλοτέρους τοὺς ἀμελεῖς τῶν πονεῖν ἐθελόντων μηδὲ τοὺς ἀφυεῖς τῶν τὰς ψυχὰς ἀνδρικὰς ἐχόντων.

首先,请诸位思考一下那些声称这种教育纯属无稽之谈的人,他们自身的言论是多么昭然若揭地荒谬。因为他们一方面贬低它毫无用处,只是一场骗局和诈术;另一方面却又要求跟从我们学习的人,刚一来投便能立刻超越以往的自己,仅相处数日,就在言辞上显得比那些在年龄和经验上都胜过他们的人更为睿智和优越;而仅仅停留了一年,就要求所有人都能成为优秀而完美的演说家,怠惰者丝毫不逊于甘愿劳作之人,缺乏天赋者亦丝毫不输给具有刚毅灵魂之士。

§201

καὶ ταῦτα προστάττουσιν οὔθʼ ἡμῶν ἀκηκοότες τοιαύτας ποιουμένων τὰς ὑποσχέσεις, οὔτʼ ἐν ταῖς ἄλλαις τέχναις καὶ παιδείαις οὐδὲν ἑωρακότες τούτων συμβαῖνον, ἀλλὰ μόλις μὲν ἡμῖν τὰς ἐπιστήμας παραγιγνομένας, οὐχ ὁμοίως δʼ ἀλλήλοις ὅ τι ἂν μάθωμεν ἐξεργαζομένους,2 ἀλλὰ δύο μὲν ἢ τρεῖς ἐξ ἁπάντων τῶν διδασκαλείων ἀγωνιστὰς γιγνομένους, τοὺς δʼ ἄλλους ἐξ αὐτῶν ἰδιώτας ἀπαλλαττομένους.

他们强加这些要求,既未曾听闻我们作出过此种承诺,也未曾在其他技艺和教育门类中见过有此类事情发生,相反,诸般知识对于我们而言向来是艰难获得的,无论学到什么,众人付诸实践的成效绝不相同,而是从所有学堂中顶多诞生两三个精通的竞赛者,其余所有人离开时仍旧是门外汉。

§202

καί τοι πῶς οὐκ ἄφρονας εἶναι χρὴ νομίζειν τοὺς τὰς δυνάμεις τὰς ἐν ταῖς ὁμολογουμέναις τῶν τεχνῶν οὐκ ἐνούσας, ταύτας ἀπαιτεῖν τολμῶντας παρὰ ταύτης ἣν οὐκ εἶναί φασι, καὶ πλείους τὰς ὠφελείας ἀξιοῦντας γίγνεσθαι παρὰ τῆς ἀπιστουμένης ὑφʼ αὑτῶν ἢ παρὰ τῶν ἀκριβῶς εὑρῆσθαι δοκουσῶν;

然而,对于那些在公认的各门技艺中尚且不存在的能力,竟然胆敢向他们口中声称并不存在的这门技艺索求,并要求从遭到他们自己怀疑的技艺中获得的益处,甚至多于从被认为已经精确发明出来的技艺中所获得者,怎能不认为他们是愚不可及呢?

§203

χρὴ δὲ τοὺς νοῦν ἔχοντας οὐκ ἀνωμάλως ποιεῖσθαι τὰς κρίσεις περὶ τῶν ὁμοίων πραγμάτων, οὐδʼ ἀποδοκιμάζειν τὴν παιδείαν τὴν ταὐτὰ ταῖς πλείσταις τῶν τεχνῶν ἀπεργαζομένην. τίς γὰρ οὐκ οἶδεν ὑμῶν πολλοὺς τῶν ὑπὸ τοῖς σοφισταῖς γενομένων οὐ φενακισθέντας οὐδʼ οὕτω διατεθέντας ὡς οὗτοι λέγουσιν, ἀλλὰ τοὺς μὲν αὐτῶν ἱκανοὺς ἀγωνιστὰς ἀποτελεσθέντας, τοὺς δὲ παιδεύειν ἑτέρους δυνηθέντας, ὅσοι δʼ αὐτῶν ἰδιωτεύειν ἐβουλήθησαν, ἔν τε ταῖς ὁμιλίαις χαριεστέρους ὄντας ἢ πρότερον ἦσαν, τῶν τε λόγων κριτὰς καὶ συμβούλους ἀκριβεστέρους τῶν πλείστων γεγενημένους; ὥστε πῶς χρὴ τῆς τοιαύτης διατριβῆς καταφρονεῖν, τῆς τοὺς κεχρημένους αὐτῇ τοιούτους παρασκευάζειν δυναμένης;

有见识的人绝不应对类似的事物作出不公允的裁决,也不应摒弃那种产生与大多数技艺相同成果的教育。因为你们当中有谁不知,许多曾受教于智者门下的人,既未受欺骗,亦未落入这些人所描述的境地,相反,他们当中的一些人被塑造成干练有为的健将,另一些人能够教导后学,而那些自愿甘为寻常布衣者,在待人接物中也比以往更为文雅典重,并在言论的评判与谋划建议上比绝大多数人更为精准。既然如此,面对这种有能力将从事研习之人培养成如此栋梁的学问追求,怎能予以轻视呢?

§205

ἀλλὰ μὴν καὶ τόδε πάντες ἂν ὁμολογήσαιεν, ὅτι τούτους τεχνικωτάτους εἶναι νομίζομεν ἐπὶ πασῶν τῶν τεχνῶν καὶ χειρουργιῶν, οἵ τινες ἂν τοὺς μαθητὰς ὡς οἷόν θʼ ὁμοιοτάτους ἐργάτας ἀλλήλοις ἀποδείξωσι. τῇ τοίνυν φιλοσοφίᾳ φανήσεται καὶ τοῦτο συμβεβηκός.

再者,大家也都会赞同这样一点:在所有的技艺与手工行业中,凡是能将自己的门徒教导得彼此尽可能成为相似的工匠者,我们便认为他们最精于技艺。那么,在哲学(言辞之学)之中也将显明同样出现了这种情况。

§206

ὅσοι γὰρ ἡγεμόνος ἔτυχον ἀληθινοῦ καὶ νοῦν ἔχοντος, εὑρεθεῖεν ἂν ἐν τοῖς λόγοις οὕτως ὁμοίαν τὴν δύναμιν ἔχοντες ὥστε πᾶσιν εἶναι φανερὸν ὅτι τῆς αὐτῆς παιδείας μετεσχήκασι. καί τοι μηδενὸς ἔθους αὐτοῖς ἐγγενομένου κοινοῦ μηδὲ διατριβῆς τεχνικῆς ὑπαρξάσης οὐκ ἔστιν ὅπως ἂν εἰς τὴν ὁμοιότητα ταύτην κατέστησαν.

因为凡是得遇真诚而明智的导师者,都会被发现在言辞上具有如此相近的能力,以致所有人都能明白他们接受了同一种教育。然而,若非他们形成了某种共同的习惯,若非存在某种系统性的专门训练,他们绝不可能达到这样一种相似的境地。

§207

ἔτι τοίνυν ὑμῶν αὐτῶν οὐδεὶς ἔστιν ὅστις οὐκ ἂν εἰπεῖν ἔχοι πολλοὺς τῶν συμπαιδευθέντων, οἳ παῖδες μὲν ὄντες ἀμαθέστατοι τῶν ἡλικιωτῶν ἔδοξαν εἶναι, πρεσβύτεροι δὲ γενόμενοι πλέον διήνεγκαν πρὸς τὸ φρονεῖν καὶ λέγειν τῶν αὐτῶν τούτων ὧν παῖδες ὄντες ἀπελείφθησαν. ὅθεν μάλιστʼ ἄν τις γνοίη τὴν ἐπιμέλειαν ὅσην ἔχει δύναμιν· δῆλον γὰρ ὅτι τότε μὲν ἅπαντες τοιαύταις ἐχρῶντο ταῖς διανοίαις οἵας περ ἐξ ἀρχῆς ἔφυσαν ἔχοντες, ἄνδρες δὲ γενόμενοι τούτων διήνεγκαν καὶ μετήλλαξαν τὴν φρόνησιν τῷ τοὺς μὲν ἐκκεχυμένως ζῆν καὶ ῥᾳθύμως, τοὺς δὲ τοῖς τε πράγμασι καὶ σφίσιν αὐτοῖς προσέχειν τὸν νοῦν.3

此外,在你们自己当中,也绝无人不能列举出许多同窗之友:他们年少之时被视为同龄人中最愚钝者,但及至年岁渐长,在明智与辩才上却远远超越了那些童年时代曾胜过他们的人。由此最可看出勤勉修习具有多么巨大的力量;因为显而易见,在当年,所有人所运用的只是他们从最初生来便具有的心智,但长大成人之后,他们之所以能胜过同侪并改变了才智,乃是由于有些人放纵懈怠地生活,而另一些人则潜心专注于事务和提升自我。

§208

ὅπου δὲ καὶ διὰ τὰς αὑτῶν ἐπιμελείας γίγνονταί τινες βελτίους,4 πῶς οὐκ ἂν οὗτοι λαβόντες ἐπιστάτην καὶ πρεσβύτερον καὶ πολλῶν πραγμάτων ἔμπειρον, καὶ τὰ μὲν παρειληφότα τὰ δʼ αὐτὸν εὑρηκότα, πολὺ ἂν ἔτι πλέον καὶ σφῶν αὐτῶν καὶ τῶν ἄλλων διήνεγκαν;

既然仅凭自身勤勉尚且能使人变得更为优秀,那么当他们获得了一位更为年长、精通诸多事务、既继承了前人智慧又自己有所发明的导师时,他们又怎能不以远为巨大的差距超越从前的自己和其余众人呢?

语法注4 条
  1. 199διασύρουσι μὲν γὰρ αὐτὴν ὡς οὐδὲν ὠφελεῖν δυναμένην ἀλλʼ ἀπάτην καὶ φενακισμὸν οὖσαν, ἀξιοῦσι δὲ

    由 μέν...δέ 引导的对照结构。它鲜明地揭示了批评者自身的逻辑自相矛盾:一方面(μέν 分句)将修辞教育贬斥为毫无用处的骗局,另一方面(δέ 分句)却对门生提出数日或一年内即发生奇迹般蜕变的极高过分要求。

  2. 201ἀλλὰ μόλις μὲν ἡμῖν τὰς ἐπιστήμας παραγιγνομένας, οὐχ ὁμοίως δʼ ἀλλήλοις ὅ τι ἂν μάθωμεν ἐξεργαζομένους

    承接前文知觉动词 ἑωρακότες 的宾格分词间接引语结构(接在 οὐδὲν ἑωρακότες... συμβαῖνον, ἀλλά 之后形成转折):‘[未曾见过此类事情发生,反而只见] 诸般知识艰难获得(παραγιγνομένας 之后主语为 τὰς ἐπιστήμας),且大家付诸实践并不相同(ἐξεργαζομένους 逻辑主语为一般学习者)。’

  3. 207τῷ τοὺς μὲν ἐκκεχυμένως ζῆν καὶ ῥᾳθύμως, τοὺς δὲ τοῖς τε πράγμασι καὶ σφίσιν αὐτοῖς προσέχειν τὸν νοῦν

    表示原因的带冠词与格不定式结构(τῷ ... ζῆν ... προσέχειν),不定式的逻辑主语为宾格短语 τοὺς μέν 与 τοὺς δέ,意为“由于一些人放纵懈怠地生活,而另一些人潜心专注于事务与自身”。

  4. 208ὅπου δὲ καὶ διὰ τὰς αὑτῶν ἐπιμελείας γίγνονταί τινες βελτίους

    连词 ὅπου 的引申逻辑用法(“既然”、“鉴于”),用于引出一个由小及大(a fortiori)的论证前提:既然仅凭自身的研习尚且能使人精进,那么在有一位经验丰富的良师指导之下,必然会取得大得多的长进。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:199-208