← 伊索克拉底

交换财产诉讼

§190-198

天资与实践的主导地位及对修辞教育的辩护

伊索克拉底指出,对于雄辩家而言,包含适度胆魄在内的天资与实践经验起决定性作用,而单纯的教育效能有限;他通过援引早期著作证明自己一贯的主张,并着手反驳修辞教育纯属无用或败坏道德这两大指责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§190

ἔτι δὲ τὴν τόλμαν μὴ τὴν ἀναισχυντίας σημεῖον γιγνομένην, ἀλλὰ τὴν μετὰ σωφροσύνης οὕτω παρασκευάζουσαν τὴν ψυχὴν ὥστε μηδὲν ἧττον θαρρεῖν ἐν δὴ πᾶσι τοῖς πολίταις τοὺς λόγους ποιούμενον ἢ πρὸς αὑτὸν διανοούμενον, τίς οὐκ οἶδεν ὅτι τυχὼν ὁ τοιοῦτος1 παιδείας μὴ τῆς ἀπηκριβωμένης, ἀλλὰ τῆς ἐπιπολαίου καὶ πᾶσι κοινῆς, τοιοῦτος ἂν εἴη ῥήτωρ οἷος οὐκ οἶδʼ εἴ τις τῶν Ἑλλήνων γέγονεν;

再者,至于胆魄——并非那种成为不知羞耻之标志的放肆,而是伴随节制、使灵魂得以如此准备妥当以致在全体公民面前发表演说时丝毫不比私下独自思考时缺乏自信的胆魄——有谁不知道,这样的人即便未曾接受最严格精微的教育,而只受到浅显且人皆共有的普通教育,也会成为希腊人中未尝知晓是否曾有过第二人的绝顶雄辩家?

§191

καὶ μὲν δὴ κἀκείνους ἴσμεν, τοὺς καταδεεστέραν μὲν τούτων τὴν φύσιν ἔχοντας, ταῖς δʼ ἐμπειρίαις καὶ ταῖς ἐπιμελείαις προέχοντας, ὅτι γίγνονται κρείττους2 οὐ μόνον αὑτῶν ἀλλὰ καὶ τῶν εὖ μὲν πεφυκότων λίαν δʼ αὑτῶν κατημεληκότων· ὥσθʼ ἑκάτερόν τε τούτων δεινὸν ἂν καὶ λέγειν καὶ πράττειν ποιήσειεν, ἀμφότερά τε γενόμενα περὶ τὸν αὐτὸν ἀνυπέρβλητον ἂν τοῖς ἄλλοις ἀποτελέσειεν.

况且我们也深知,那些天资虽不如他们、但在经验与勤勉训练上出类拔萃的人,不仅会变得比从前的自己更优秀,甚至会胜过那些天赋虽佳却极度放任自流的人;因此,这两者中的每一项都能使人在言谈和行事上变得卓越,而两者兼备于一身者,则必将使其成为他人无可逾越的人物。

§192

περὶ μὲν οὖν τῆς φύσεως καὶ τῆς ἐμπειρίας ταῦτα γιγνώσκω· περὶ δὲ τῆς παιδείας οὐκ ἔχω τοιοῦτον λόγον εἰπεῖν· οὔτε γὰρ ὁμοίαν οὔτε παραπλησίαν ἔχει τούτοις τὴν δύναμιν. εἰ γάρ τις διακούσειεν ἅπαντα τὰ περὶ τοὺς λόγους καὶ διακριβωθείη μᾶλλον τῶν ἄλλων, λόγων μὲν ποιητὴς τυχὸν ἂν χαριέστερος γένοιτο τῶν πολλῶν, εἰς ὄχλον δὲ καταστάς, τούτου μόνον ἀποστερηθείς, τοῦ τολμᾶν, οὐδʼ ἂν φθέγξασθαι δυνηθείη.

关于天资与经验,我的看法便是如此;但关于教育,我却不能作出这样的断言。因为教育并不具有与它们相等或相近的效能。设若有人听全了关于言辞的全部规则,且比旁人更为精密地予以掌握,作为言辞的撰造者,他或许会比大众更为典雅,但一旦站立于群众面前,若单单被剥夺了这一要素——即胆魄——他甚至连一句话也说不出来。

§193

καὶ μηδεὶς οἰέσθω με πρὸς μὲν ὑμᾶς συστέλλειν τὴν ὑπόσχεσιν, ἐπειδὰν δὲ διαλέγωμαι πρὸς τοὺς συνεῖναί μοι βουλομένους, ἅπασαν ὑπʼ ἐμαυτῷ ποιεῖσθαι τὴν δύναμιν· φεύγων γὰρ τὰς τοιαύτας αἰτίας, ὅτʼ ἠρχόμην περὶ ταύτην εἶναι τὴν πραγματείαν, λόγον διέδωκα γράψας ἐν ᾧ φανήσομαι τοῖς τε μείζους ποιουμένοις τὰς ὑποσχέσεις ἐπιτιμῶν καὶ τὴν ἐμαυτοῦ γνώμην ἀποφαινόμενος.

任何人切勿以为我在你们面前便缩减自己的承诺,而一旦与那些希望成为我门生的人交谈时,便把一切能力揽归于自身;因为为了避免此类指责,当我在初入这一行业时,就撰写并公布了一篇演说,在其中可以见到我对那些夸大许诺之人予以责难,并阐明了我自己的见解。

§194

ἃ μὲν οὖν κατηγορῶ τῶν ἄλλων παραλείψω· καὶ γάρ ἐστι πλείω τοῦ καιροῦ τοῦ παρόντος· ἃ δʼ αὐτὸς ἀποφαίνομαι, πειράσομαι διελθεῖν ὑμῖν. ἄρχομαι δʼ ἐνθένδε ποθέν. ""

至于我控告他人的那些言论,我且略过不谈,因为那超出了当下的时机限制;但我自己所表明的见解,我将尝试为你们一一陈述。我就从大约这处开始:

§195

ταῦτα κομψοτέρως μὲν πέφρασται τῶν ἔμπροσθεν εἰρημένων, βούλεται δὲ ταὐτὰ δηλοῦν ἐκείνοις. ὃ χρὴ μέγιστον ὑμῖν γενέσθαι τεκμήριον τῆς ἐμῆς ἐπιεικείας· οὐ γάρ, ὅτε μὲν ἦν νεώτερος, ἀλαζονευόμενος φαίνομαι καὶ μεγάλας τὰς ὑποσχέσεις ποιούμενος, ἐπειδὴ δʼ ἀπολέλαυκα τοῦ πράγματος καὶ πρεσβύτερος γέγονα, τηνικαῦτα ταπεινὴν ποιῶν τὴν φιλοσοφίαν, ἀλλὰ τοῖς αὐτοῖς λόγοις χρώμενος3 καὶ ἀκμάζων καὶ παυόμενος αὐτῆς, καὶ θαρρῶν καὶ κινδυνεύων, καὶ πρὸς τοὺς βουλομένους πλησιάζειν καὶ πρὸς τοὺς μέλλοντας περί μου τὴν ψῆφον οἴσειν, ὥστʼ οὐκ οἶδʼ ὅπως ἄν τις ἀληθέστερος ἢ δικαιότερος περὶ αὐτὴν ἐπιδειχθείη γεγενημένος.

"" 这些话虽然比前面所说的措辞更为文雅典重,但所欲表明的意思却与那些完全一致。这应当成为向你们证明我之诚信公允的最大凭证;因为显而易见,我绝非在年轻时便夸大其词、许下宏大诺言,而如今在尽享这门事业的益处且年事已高之际,方才贬低哲学;相反,无论是在盛年巅峰还是在即将退出之际,无论是在泰然自若之时还是在面临危难关头,无论是对待愿为门生之人还是对待将对我行使裁决之票之人,我始终秉持同样的言论,以至于我不知还有何人能被证明对待这门事业比我更为真实、更为公允。

§196

ταῦτα μὲν οὖν ἐκείνοις προσκείσθω τοῖς πρότερον περὶ ἡμῶν εἰρημένοις· οὐκ ἀγνοῶ δʼ ὅτι τοὺς δυσκόλως διακειμένους οὐδέν πω τῶν εἰρημένων ἱκανόν ἐστιν ἀπαλλάξαι τῆς διανοίας ταύτης, ἀλλὰ πολλῶν ἔτι δέονται λόγων καὶ παντοδαπῶν, εἰ μέλλουσιν ἑτέραν μεταλήψεσθαι δόξαν ἀνθʼ ἧς νῦν τυγχάνουσιν ἔχοντες.

那么,这些话就姑且补充到先前关于我们所作的申辩中去吧。但我并非不知,迄今所讲的任何话语都不足以消除那些心怀不满者的这种偏见,倘若他们要改变现在恰巧所持的看法而接受另一种看法,他们仍需要许多且各种各样的言辞说理。

§197

δεῖ δὴ μηδʼ ἡμᾶς προαπειπεῖν διδάσκοντας καὶ λέγοντας, ἐξ ὧν, δυοῖν θάτερον, ἢ μεταστήσομεν τὰς γνώμας αὐτῶν, ἢ τὰς βλασφημίας καὶ κατηγορίας αἷς χρῶνται καθʼ ἡμῶν ἐξελέγξομεν ψευδεῖς οὔσας. εἰσὶ δὲ διτταί. λέγουσι γὰρ οἱ μὲν ὡς ἔστιν ἡ περὶ τοὺς σοφιστὰς διατριβὴ φλυαρία καὶ φενακισμός· οὐδεμία γὰρ εὕρηται παιδεία τοιαύτη διʼ ἧς γένοιτό τις ἂν ἢ περὶ τοὺς λόγους δεινότερος ἢ περὶ τὰς πράξεις φρονιμώτερος, ἀλλʼ οἱ προέχοντες ἐν τούτοις τῇ φύσει τῶν ἄλλων διαφέρουσιν· οἱ δὲ δεινοτέρους μὲν ὁμολογοῦσιν εἶναι τοὺς περὶ τὴν μελέτην ταύτην ὄντας, οὐ μὴν ἀλλὰ διαφθείρεσθαι καὶ γίγνεσθαι χείρους· ἐπειδὰν γὰρ λάβωσι δύναμιν, τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν. ὡς οὖν οὐδὲν ὑγιὲς οὐδʼ ἀληθὲς οὐδέτεροι τούτων λέγουσι, πολλὰς ἐλπίδας ἔχω πᾶσι φανερὸν ποιήσειν.

因此,我们决不能在教导与申说中途放弃,凭借这些言辞,我们必能在这两者中居其一:要么转变他们的见解,要么揭穿他们用来攻击我们的诋毁与指控纯属虚妄。这些指责共有两类:一方面,有人声称关于智者的求学钻研纯属无稽之谈与行骗术;因为根本不曾发明出任何这样的教育,能凭之使人在言辞上更为精熟或在行事上更为审慎,相反,在这些方面超群出众者仅仅是以其天资有别于常人;另一方面,有人承认从事这种研习的人确会变得更加能言善辩,然而却会遭到败坏而变得更恶劣;因为一旦获得了能力,他们便会图谋他人的利益。至于这两派人所言均无任何健全与真确之处,我抱有极大的希望将向所有人彻底阐明。

语法注3 条
  1. 190ἔτι δὲ τὴν τόλμαν μὴ τὴν ἀναισχυντίας σημεῖον γιγνομένην... τίς οὐκ οἶδεν ὅτι τυχὼν ὁ τοιοῦτος

    短语 ἔτι δὲ τὴν τόλμαν... 接续前一截末尾 τὸν ἔχοντα 之后的列举宾格(τὴν μὲν ψυχὴν... τὴν δὲ φωνὴν...);由于修饰成分过长,句式出现破格(anacoluthon),随后在主节反问句 τίς οὐκ οἶδεν ὅτι... 中以主格 ὁ τοιοῦτος 重新承接并开启新分句(复起,epanalepsis)。

  2. 190καὶ μὲν δὴ κἀκείνους ἴσμεν... ὅτι γίγνονται κρείττους

    先取句式(prolepsis):从句 ὅτι γίγνονται 的逻辑主语被提前作为主句动词 ἴσμεν 的直接宾语(宾格 κἀκείνους, τοὺς... ἔχοντας)。

  3. 195οὐ γάρ, ὅτε μὲν ἦν νεώτερος, ἀλαζονευόμενος φαίνομαι... ἀλλὰ τοῖς αὐτοῖς λόγοις χρώμενος

    骨干句式为带补充分词的动词结构:οὐ γὰρ φαίνομαι ἀλαζονευόμενος... ἀλλὰ [φαίνομαι] χρώμενος。期间插入了时间从句的对比(ὅτε μὲν ἦν νεώτερος 与 ἐπειδὴ δʼ... πρεσβύτερος γέγονα),且在 ἀλλὰ 之后并列了多组分词对(如 ἀκμάζων καὶ παυόμενος 等),均受动词 φαίνομαι 统摄。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:190-198