← 伊索克拉底

交换财产诉讼

§181-189

体育与哲学的对照及天资教育实践三要素

演说者阐明了针对身体的体育与针对灵魂的哲学之间的对应性,论述了二者如何通过传授规范与反复操练来提升人的机能。他进而指出,卓越的成就依赖于天资、教育与实践经验三者的结合,其中与生俱来的天赋起着最具决定性的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§181

οὕτω δὲ τούτων ἐχόντων ὁρῶντές τινες τῶν πολὺ πρὸ ἡμῶν γεγονότων περὶ μὲν τῶν ἄλλων πολλὰς τέχνας συνεστηκυίας, περὶ δὲ τὸ σῶμα καὶ τὴν ψυχὴν οὐδὲν τοιοῦτον συντεταγμένον, εὑρόντες διττὰς ἐπιμελείας κατέλιπον ἡμῖν, περὶ μὲν τὰ σώματα τὴν παιδοτριβικήν, ἧς ἡ γυμναστικὴ μέρος ἐστί, περὶ δὲ τὰς ψυχὰς τὴν φιλοσοφίαν, περὶ ἧς ἐγὼ μέλλω ποιεῖσθαι τοὺς λόγους, ἀντιστρόφους καὶ σύζυγας καὶ σφίσιν αὐταῖς ὁμολογουμένας,1 διʼ ὧν οἱ προεστῶτες αὐτῶν τάς τε ψυχὰς φρονιμωτέρας καὶ τὰ σώματα χρησιμώτερα παρασκευάζουσιν, οὐ πολὺ διαστησάμενοι τὰς παιδείας ἀπʼ ἀλλήλων, ἀλλὰ παραπλησίαις χρώμενοι καὶ ταῖς διδασκαλίαις καὶ ταῖς γυμνασίαις καὶ ταῖς ἄλλαις ἐπιμελείαις.

既然情况如此,我们先辈中的一些人,看到关于其他事物已有许多技艺建立起来,而关于身体和灵魂却没有任何此类系统化的体系,便创设并留给我们两种照料法:针对身体的是体育训练(其中体操是其一部分),针对灵魂的则是哲学(这正是我将要论及的)——它们是相互对应、彼此成双且互相谐调的,主管它们的人通过它们使灵魂更具睿智,使身体更为敏捷有用;他们并未使这两种教育截然分开,而是在教学、训练及其他各项照管中均采用相近的办法。

§183

ἐπειδὰν γὰρ λάβωσι μαθητάς, οἱ μὲν παιδοτρίβαι τὰ σχήματα τὰ πρὸς τὴν ἀγωνίαν εὑρημένα τοὺς φοιτῶντας διδάσκουσιν, οἱ δὲ περὶ τὴν φιλοσοφίαν ὄντες τὰς ἰδέας ἁπάσας, αἷς ὁ λόγος τυγχάνει χρώμενος, διεξέρχονται τοῖς μαθηταῖς. ἐμπείρους δὲ τούτων ποιήσαντες καὶ διακριβώσαντες ἐν τούτοις πάλιν γυμνάζουσιν αὐτούς, καὶ πονεῖν ἐθίζουσι, καὶ συνείρειν καθʼ ἓν ἕκαστον ὧν ἔμαθον ἀναγκάζουσιν, ἵνα ταῦτα βεβαιότερον κατάσχωσι καὶ τῶν καιρῶν ἐγγυτέρω ταῖς δόξαις γένωνται. τῷ μὲν γὰρ εἰδέναι περιλαβεῖν αὐτοὺς οὐχ οἷόν τʼ ἐστίν·2 ἐπὶ γὰρ ἁπάντων τῶν πραγμάτων διαφεύγουσι τὰς ἐπιστήμας, οἱ δὲ μάλιστα προσέχοντες τὸν νοῦν καὶ δυνάμενοι θεωρεῖν τὸ συμβαῖνον ὡς ἐπὶ τὸ πολὺ πλειστάκις αὐτῶν τυγχάνουσι.

因为一旦招收了门徒,体育教师便将为竞技角逐而发明的动作姿势传授给受教者,而从事哲学的人则把言辞所使用的一切形式,向门生逐一讲解。在使他们精熟于这些形式并在此基础上得到严格训练后,教师们再次对他们加以操练,使他们习惯于艰辛劳作,并迫使他们将所学的内容逐一融会贯通,以便更牢固地掌握它们,并在判断力上更切近时机。因为要凭确凿的知识来把握时机是不可能的;在一切事务中,时机总是逃脱精确科学的把握,但那些最为专注、且能洞察通常发生之情势的人,最能频繁地切中时机。

§185

τοῦτον δὲ τὸν τρόπον ἐπιμελόμενοι καὶ παιδεύοντες μέχρι μὲν τοῦ γενέσθαι βελτίους αὐτοὺς αὑτῶν3 τοὺς μαθητὰς καὶ ἔχειν ἄμεινον, τοὺς μὲν τὰς διανοίας τοὺς δὲ τὰς τῶν σωμάτων ἕξεις, ἀμφότεροι δύνανται προαγαγεῖν· ἐκείνην δὲ τὴν ἐπιστήμην οὐδέτεροι τυγχάνουσιν ἔχοντες, διʼ ἧς ἂν οἱ μὲν ἀθλητὰς οὓς βουληθεῖεν, οἱ δὲ ῥήτορας ἱκανοὺς ποιήσαιεν, ἀλλὰ μέρος μὲν ἄν τι συμβάλοιντο, τὸ δʼ ὅλον αἱ δυνάμεις αὗται παραγίγνονται τοῖς καὶ τῇ φύσει καὶ ταῖς ἐπιμελείαις διενεγκοῦσιν.

以这种方式加以照料和施教,两者都能够提升他们的门徒,使其比原先的自己更为优秀,处于更好的状态——一些人在心智上,另一些人在体魄上;但哪一方都不曾拥有那样一种确凿的知识,能凭之一方使自己所意愿的任何人成为运动员,另一方使其成为胜任的雄辩家;相反,他们只能贡献一部分力量,而整体而言,这些能力唯有归于在天资与训练两方面都超群绝伦的人。

§186

ὁ μὲν οὖν τύπος τῆς φιλοσοφίας τοιοῦτός τίς ἐστιν· ἡγοῦμαι δʼ ὑμᾶς μᾶλλον ἂν ἔτι καταμαθεῖν τὴν δύναμιν αὐτῆς, εἰ διέλθοιμι τὰς ὑποσχέσεις ἃς ποιούμεθα πρὸς τοὺς πλησιάζειν ἡμῖν βουλομένους.

哲学的概要大体就是如此;但我认为,如果我详细陈述我们对那些希望追随我们的人所作的承诺,你们将会更透彻地领会其效能。

§187

λέγομεν γὰρ ὡς δεῖ τοὺς μέλλοντας διοίσειν ἢ περὶ τοὺς λόγους ἢ περὶ τὰς πράξεις ἢ περὶ τὰς ἄλλας ἐργασίας πρῶτον μὲν πρὸς τοῦτο πεφυκέναι καλῶς, πρὸς ὃ ἂν προῃρημένοι τυγχάνωσιν, ἔπειτα παιδευθῆναι καὶ λαβεῖν τὴν ἐπιστήμην, ἥτις ἂν ᾖ περὶ ἑκάστου, τρίτον ἐντριβεῖς γενέσθαι καὶ γυμνασθῆναι περὶ τὴν χρείαν καὶ τὴν ἐμπειρίαν αὐτῶν· ἐκ τούτων γὰρ ἐν ἁπάσαις ταῖς ἐργασίαις τελείους γίγνεσθαι καὶ πολὺ διαφέροντας τῶν ἄλλων. εἶναι δὲ τούτων προσῆκον ἑκατέροις, τοῖς τε διδάσκουσι καὶ τοῖς μανθάνουσιν, ἴδιον μὲν τοῖς μὲν εἰσενέγκασθαι τὴν φύσιν οἵαν δεῖ, τοῖς δὲ δύνασθαι παιδεῦσαι τοὺς τοιούτους, κοινὸν δʼ ἀμφοτέρων τὸ περὶ τὴν ἐμπειρίαν γυμνάσιον· δεῖν γὰρ τοὺς μὲν ἐπιμελῶς ἐπιστατῆσαι τοῖς παιδευομένοις, τοὺς δʼ ἐγκρατῶς ἐμμεῖναι τοῖς προσταττομένοις.

因为我们断言,凡欲在言辞、行动或其他事业中卓尔不群者,首先必须对自己所选定的方向具备得天独厚的优良天资,其次必须接受教育并掌握关于各项事物的知识,第三必须在其运用和实践经验中熟练通晓并接受充分操练;因为正是凭借这些要素,人们才能在一切工作中趋于完备,并远迈常人。而在这些要素中,有分别属于双方的适宜份额,即既属于施教者,亦属于受教者:受教者的专属职责在于带来所必需的天资,施教者的专属职责在于能够教育具备此类天资的人,而关涉经验的训练则是双方共有的职责;因为施教者必须悉心督导受教育者,而受教育者则必须坚毅地遵循所下达的训令。

§189

ταῦτα μὲν οὖν ἐστιν ἃ κατὰ πασῶν λέγομεν τῶν τεχνῶν· εἰ δὲ δή τις ἀφέμενος τῶν ἄλλων ἔροιτό με τί τούτων μεγίστην ἔχει δύναμιν πρὸς τὴν τῶν λόγων παιδείαν, ἀποκριναίμην ἂν ὅτι τὸ τῆς φύσεως ἀνυπέρβλητόν ἐστι καὶ πολὺ πάντων διαφέρει· τὸν γὰρ ἔχοντα τὴν μὲν ψυχὴν εὑρεῖν καὶ μαθεῖν καὶ πονῆσαι καὶ μνημονεῦσαι δυναμένην,4 τὴν δὲ φωνὴν καὶ τὴν τοῦ στόματος σαφήνειαν τοιαύτην ὥστε μὴ μόνοις τοῖς λεγομένοις ἀλλὰ καὶ ταῖς τούτων εὐαρμοστίαις συμπείθειν τοὺς ἀκούοντας,

这些便是我们对一切技艺普遍适用的论述。但若有人撇开其他方面,问我其中何者对于言辞的教育具有最大的效能,我必将回答:天资的要素是不可逾越的,且远胜于一切;因为若有人拥有能够发明、学习、耐劳和记忆的灵魂,并拥有能够不仅凭所讲之内容、亦能凭辞句之和谐匀称来说服听众的嗓音与吐字清晰度——

语法注4 条
  1. 182ἀντιστρόφους καὶ σύζυγας καὶ σφίσιν αὐταῖς ὁμολογουμένας

    这组宾格复数形容词作为同位语修饰语,承接前一句末尾的名词短语“διττὰς ἐπιμελείας”(两种照料法/训练法),跨越句读保持了性数格的一致。

  2. 184τῷ μὲν γὰρ εἰδέναι περιλαβεῖν αὐτοὺς οὐχ οἷόν τʼ ἐστίν

    “τῷ εἰδέναι”是带定冠词的中性单数与格不定词,表示方式或手段(“凭借确知的知识”)。代词“αὐτούς”为阳性宾格复数,在语境中指代前句出现的“τῶν καιρῶν”(时机),同时充当“περιλαβεῖν”的宾语以及下句动词“διαφεύγουσι”所暗指的主语。

  3. 185μέχρι μὲν τοῦ γενέσθαι βελτίους αὐτοὺς αὑτῶν

    “μέχρι τοῦ γενέσθαι”是由介词“μέχρι”统辖的属格冠词不定词短语,表示程度或界限(“达到……的地步”)。“αὐτούς”是不定词的逻辑主语(宾格),“βελτίους”为表语形容词,而反身代词属格“αὑτῶν”构成比较属格,意为“比原先的他们自身更好”。

  4. 189τὸν γὰρ ἔχοντα τὴν μὲν ψυχὴν εὑρεῖν καὶ μαθεῖν καὶ πονῆσαι καὶ μνημονεῦσαι δυναμένην

    该分词短语在片段末尾形成悬置结构,通向后文。“τὸν ἔχοντα”为宾格分词,指代具备天资之人;“τὴν ψυχὴν”为其直接宾语,由后附的表语性分词“δυναμένην”修饰,后者进而统辖四个补足不定词(εὑρεῖν、μαθεῖν、πονῆσαι、μνημονεῦσαι,即发现、学习、耐劳、记忆)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:181-189