- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:173-180
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩者鉴于青年教育对城邦命运的深远影响,敦促法庭摒除偏见、秉公审判,并不顾高龄决意阐明言辞教育的真正本质,从灵魂与身体的关系这一根本原理开启论述。
ὧν ἐνθυμουμένους χρὴ μηδενὸς πράγματος ἄνευ λόγου καταγιγνώσκειν,1 μηδʼ ὁμοίως διακεῖσθαι δικάζοντας ὥσπερ ἐν ταῖς ἰδίαις διατριβαῖς, ἀλλὰ διακριβοῦσθαι περὶ ἑκάστου καὶ τὴν ἀλήθειαν ζητεῖν, μεμνημένους τῶν ὅρκων καὶ τῶν νόμων καθʼ οὓς συνεληλύθατε δικάσοντες· ἔστι δʼ οὐ περὶ μικρῶν οὔθʼ ὁ λόγος οὔθʼ ἡ κρίσις ἐν ᾗ καθέσταμεν, ἀλλὰ περὶ τῶν μεγίστων· οὐ γὰρ περὶ ἐμοῦ μέλλετε μόνον τὴν ψῆφον διοίσειν, ἀλλὰ καὶ περὶ ἐπιτηδεύματος ᾧ πολλοὶ τῶν νεωτέρων προσέχουσι τὸν νοῦν.
鉴于这些情况,你们决不可在毫无理性根据的情况下对任何事情妄下断语,亦不可在审判时采取如同私下闲谈一般的态度,而应在谨记誓言和让你们集会审判的法律的同时,对每件事情加以详查并探求真相;因为我们所面临的论题与审判并非关乎微末琐事,而是关乎最重大的事项。因为你们不仅将对我个人投下选票,亦将对众多年轻人倾注心力的这项志业投下选票。
οἶμαι δʼ ὑμᾶς οὐκ ἀγνοεῖν ὅτι τὰ πράγματα τῆς πόλεως τοῖς ἐπιγιγνομένοις καὶ τοῖς τοιούτοις οἱ πρεσβύτεροι παραδιδόασι. τοιαύτης οὖν ἀεὶ τῆς περιόδου γιγνομένης ἀναγκαῖόν ἐστιν, ὅπως ἂν οἱ νεώτεροι παιδευθῶσιν, οὕτω τὴν πόλιν πράττουσαν διατελεῖν· ὥστʼ οὐ ποιητέον τοὺς συκοφάντας κυρίους τηλικούτου πράγματος, οὐδὲ τοὺς μὲν μὴ διδόντας τούτοις ἀργύριον τιμωρητέον, παρʼ ὧν δʼ ἂν λάβωσιν ἐατέον ποιεῖν ὅ τι ἂν βουληθῶσιν, ἀλλʼ εἰ μὲν ἡ φιλοσοφία τοιαύτην ἔχει δύναμιν ὥστε διαφθείρειν τοὺς νεωτέρους, οὐ τοῦτον χρὴ μόνον κολάζειν ὃν ἂν γράψηταί τις τούτων, ἀλλὰ πάντας ἐκποδὼν ποιεῖσθαι τοὺς περὶ τὴν διατριβὴν ταύτην ὄντας· εἰ δὲ τοὐναντίον πέφυκεν ὥστʼ ὠφελεῖν καὶ βελτίους ποιεῖν τοὺς πλησιάζοντας καὶ πλέονος ἀξίους, τοὺς μὲν διαβεβλημένους πρὸς αὐτὴν παυστέον, τοὺς δὲ συκοφαντοῦντας ἀτιμητέον, τοῖς δὲ νεωτέροις συμβουλευτέον ἐν ταύτῃ διατρίβειν μᾶλλον ἢ τοῖς ἄλλοις ἐπιτηδεύμασι.
我认为你们不会不知道,长辈总是把城邦的政务移交给后辈和这类年轻人。因此,既然始终存在着这样一种循环更替,那么年轻一代接受怎样的教育,城邦就不可避免地将以怎样的方式持续运作。因此,决不能让告密者成为如此重大事项的主宰,亦不能惩罚那些不给他们金钱的人,却任凭那些他们收受其金钱的人为所欲为。相反,如果哲学真的具有败坏年轻人的效能,那就不仅应当惩处他们当中某人所指控的那个人,而应当将所有从事这项活动的人彻底革除;但如果它的本性恰恰相反,能够造福并提升亲近它的人,使其变得更优秀、更有价值,那就应当制止那些对其怀有偏见的人,剥夺告密者的公民权利,并建议年轻人投身于此,而非其他的营生。
πρὸ πολλῶν δʼ ἂν ἐποιησάμην, εἴπερ ἦν εἱμαρμένον μοι φεύγειν τὴν γραφὴν ταύτην, ἀκμάζοντί μοι προσπεσεῖν τὸν κίνδυνον·2 οὐ γὰρ ἂν ἠθύμουν, ἀλλὰ μᾶλλον οἷός τʼ ἂν ἐγενόμην καὶ τὸν κατήγορον ἀμύνασθαι καὶ τῇ φιλοσοφίᾳ βοηθῆσαι· νῦν δὲ φοβοῦμαι μὴ διὰ ταύτην ὑπὲρ ἄλλων πραγμάτων ἐπιεικῶς εἰρηκώς, περὶ αὐτῆς ταύτης χεῖρον τύχω διαλεχθεὶς ἢ περὶ ὧν ἧττόν μοι σπουδάσαι προσῆκε.
假如命中注定我要面对这场诉讼,我宁愿这项危险是在我年富力强的时候降临;因为那时我必不至灰心丧气,反而更能击退原告并捍卫哲学。然而现在,我却担心自己虽因这门哲学而能得体地为其他事物立论,在论及这门哲学本身时,所陈述的反而不如那些本不值得我倾注如此多心血的事情。
καίτοι δεξαίμην ἄν, εἰρήσεται γὰρ τἀληθὲς εἰ καὶ μωρὸς ὁ λόγος ἐστίν, ἤδη τελευτῆσαι τὸν βίον ἀξίως εἰπὼν τῆς ὑποθέσεως καὶ πείσας ὑμᾶς τοιαύτην νομίζειν τὴν τῶν λόγων μελέτην οἵα πέρ ἐστι, μᾶλλον ἢ ζῆν πολυπλασίω χρόνον ἐφορῶν οὕτως αὐτὴν ὥσπερ νῦν παρʼ ὑμῖν φερομένην.
然而——即使此话听来愚蠢,我也要吐露实情——与其苟延残喘数倍于此的岁月,亲眼看着它在你们中间遭受如今这般的待遇,我宁愿在对这一论题作出无愧的陈词、并说服你们认清言辞的研习究竟具有何种真实面貌之后,即刻结束生命。
τῆς μὲν οὖν ἐπιθυμίας οἶδʼ ὅτι πολὺ καταδεέστερον ἐροῦμεν· ὅμως δʼ ὅπως ἂν δύνωμαι, πειράσομαι διελθεῖν τήν τε φύσιν αὐτῆς καὶ τὴν δύναμιν ἣν ἔχει, καὶ ποίᾳ τῶν ἄλλων τεχνῶν ὁμοιοειδής ἐστι, καὶ τί τοὺς συνόντας ὠφελεῖ, καὶ ποίας τινὰς ποιούμεθα ἡμεῖς τὰς ὑποσχέσεις· οἶμαι γὰρ ὑμᾶς μαθόντας τὴν ἀλήθειαν ἄμεινον καὶ βουλεύσεσθαι καὶ διαγνώσεσθαι περὶ αὐτῆς.
因此我知道,我们的陈述必将远逊于内心的愿望;但我仍将竭尽所能,尝试详述其本性与所具备的力量、它与其余诸种技艺中何者相似、它对修习者有何益处,以及我们自身作出了何种承诺;因为我相信,你们获悉真相之后,定能对其作出更好的商榷与裁决。
ἀξιῶ δʼ ὑμᾶς, ἢν ἄρα φαίνωμαι λόγους διεξιὼν πολὺ τῶν εἰθισμένων λέγεσθαι παρʼ ὑμῖν ἐξηλλαγμένους, μὴ δυσχεραίνειν ἀλλʼ ἔχειν συγγνώμην, ἐνθυμουμένους ὅτι τοὺς περὶ πραγμάτων ἀνομοίων τοῖς ἄλλοις ἀγωνιζομένους ἀναγκαῖόν ἐστι καὶ τοῖς λόγοις τοιούτοις χρῆσθαι περὶ αὐτῶν. ὑπομείναντες οὖν τὸν τρόπον τῶν λεγομένων καὶ τὴν παρρησίαν, καὶ τὸν χρόνον ἐάσαντες ἀναλῶσαί με τὸν δεδομένον ταῖς ἀπολογίαις, ὅπως ἂν ὑμῶν ἑκάστῳ δοκῇ δίκαιον εἶναι καὶ νόμιμον, οὕτω φέρετε τὴν ψῆφον.
我请求你们,如果我所阐述的言辞显得与你们司空见惯的说辞大相径庭,切勿心生厌烦,而应予以宽容,谨记对那些争论着与常事迥异之问题的人而言,在论及这些问题时使用与之相称的言辞乃是势所必然。因此,请包容这番言辞的风格与直言不讳,允许我用尽留给辩护的时限,然后按照你们每一个人认为公正和合法的方式投下选票。
βούλομαι δὲ περὶ τῆς τῶν λόγων παιδείας ὥσπερ οἱ γενεαλογοῦντες πρῶτον διελθεῖν πρὸς ὑμᾶς. ὁμολογεῖται μὲν γὰρ τὴν φύσιν ἡμῶν ἔκ τε τοῦ σώματος συγκεῖσθαι καὶ τῆς ψυχῆς, αὐτοῖν δὲ τούτοιν οὐδεὶς ἔστιν ὅστις οὐκ ἂν φήσειεν ἡγεμονικωτέραν πεφυκέναι τὴν ψυχὴν καὶ πλέονος ἀξίαν· τῆς μὲν γὰρ ἔργον εἶναι βουλεύσασθαι καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν, τοῦ δὲ σώματος ὑπηρετῆσαι3 τοῖς ὑπὸ τῆς ψυχῆς γνωσθεῖσιν.
现在,我愿效仿那些追溯谱系的人,首先向你们系统陈述关于言辞的教育。因为众所公认,我们的本性是由身体与灵魂构成的,而在二者之中,绝无人会否认灵魂天生更具主导性且更具价值;因为灵魂的职能在于对私事与公事进行深思熟虑,而身体的职能则在于服从灵魂所作的决断。
- 173ὧν ἐνθυμουμένους χρὴ μηδενὸς πράγματος ἄνευ λόγου καταγιγνώσκειν
关系代名词 ὧν 采用连接用法,指代前文所述城邦混乱的特性及易滋生不实声名的事实,作分词 ἐνθυμουμένους 的属格宾语。而宾格分词 ἐνθυμουμένους 则充当非人称动词 χρή 所统辖的不定词 καταγιγνώσκειν 的逻辑主语(即审判官们)。
- 176πρὸ πολλῶν δʼ ἂν ἐποιησάμην, εἴπερ ἦν εἱμαρμένον μοι φεύγειν τὴν γραφὴν ταύτην, ἀκμάζοντί μοι προσπεσεῖν τὸν κίνδυνον
惯用表达 πρὸ πολλῶν ποιοῦμαι(视……重于一切/宁愿)与非真实条件句的 ἄν+过去直陈式(ἐποιησάμην)相结合。期望的对象由不定词短语 προσπεσεῖν τὸν κίνδυνον 充当,与格短语 ἀκμάζοντί μοι 作表时间的环境分词(即“在我正值盛年之际”)。条件从句 εἴπερ ἦν εἱμαρμένον... 则使用过去直陈式表示既定的命运事实。
- 180τῆς μὲν γὰρ ἔργον εἶναι βουλεύσασθαι καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν, τοῦ δὲ σώματος ὑπηρετῆσαι
此句虽由表示原因解释的连词 γάρ 引导,但系动词仍作不定词 εἶναι(后一分句承前省略了 ἔργον εἶναι,ὑπηρετῆσαι 是与 βουλεύσασθαι 并列的主语不定词),这是因为紧接前文 φήσειεν(“会说”)的间接引语结构在此得到了延续。属格 τῆς μὲν 与 τοῦ δὲ σώματος 为所有格或表特征的属格,意为“……的职能/本分”。
