← 伊索克拉底

交换财产诉讼

§164-172

告密者的得势与庞大城邦对教育的误解

伊索克拉底感叹城邦纵容告密之徒而打压贤良的现状,将自己对城邦的颂扬与遭受的不公审判作对比,并阐明正是城邦规模庞大且如洪流般混乱的特性导致了对哲学教育的误解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§164

οὕτω γὰρ ἡ πόλις ἐν τῷ παρόντι χαίρει τοὺς μὲν ἐπιεικεῖς πιέζουσα καὶ ταπεινοὺς ποιοῦσα, τοῖς δὲ πονηροῖς ἐξουσίαν διδοῦσα καὶ λέγειν καὶ ποιεῖν ὅ τι ἂν βουληθῶσιν, ὥστε Λυσίμαχος μὲν ὁ προῃρημένος ζῆν ἐκ τοῦ συκοφαντεῖν καὶ κακῶς ἀεί τινα ποιεῖν τῶν πολιτῶν κατηγορήσων ἡμῶν ἀναβέβηκεν, ἐγὼ δʼ ὃς οὐδὲ περὶ ἕνα πότʼ ἐξήμαρτον, ἀλλὰ τῶν μὲν ἐνθένδε λημμάτων ἀπεσχόμην, παρὰ ξένων δὲ καὶ νομιζόντων εὖ πάσχειν ἐπορισάμην τὰς ὠφελίας, ὡς δεινὰ ποιῶν εἰς τηλικουτονὶ καθέστηκα κίνδυνον.

因为目前城邦乐于压制正派之士并使其屈尊受辱,却赋予邪恶之人任意言论与行事的自由,以至于靠告密和不断加害某些公民为生的吕西马科斯竟登台指控我们;而我,从未侵害过任何人,既不染指本地的进项,又从那些认为自己获益匪浅的外邦人那里谋取生计,如今却如同犯下大逆不道之罪一般,陷入了如此巨大的险境。

§165

καί τοι προσῆκε τοὺς εὖ φρονοῦντας εὔχεσθαι τοῖς θεοῖς ὡς πλείστοις τῶν πολιτῶν παραγενέσθαι τὴν δύναμιν ταύτην, διʼ ἣν ἔμελλον παρʼ ἑτέρων λαμβάνοντες χρησίμους αὑτούς, ὥσπερ ἐγώ, τῇ πόλει παρέξειν. πολλῆς δʼ ἀλογίας περί με γεγενημένης πάντων ἂν συμβαίη δεινότατον, εἰ οἱ μὲν δεδωκότες μοι χρήματα τοσαύτην ἔχοιεν χάριν, ὥστʼ ἔτι καὶ νῦν με θεραπεύειν, ὑμεῖς δʼ, εἰς οὓς ἀνήλωκα τἀμαυτοῦ, δίκην ἐπιθυμήσαιτε παρʼ ἐμοῦ λαβεῖν. ἔτι δὲ δεινότερον, εἰ Πίνδαρον μὲν τὸν ποιητὴν οἱ πρὸ ἡμῶν γεγονότες ὑπὲρ ἑνὸς μόνον ῥήματος, ὅτι τὴν πόλιν ἔρεισμα τῆς Ἑλλάδος ὠνόμασεν, οὕτως ἐτίμησαν ὥστε καὶ πρόξενον ποιήσασθαι καὶ δωρεὰν μυρίας αὐτῷ δοῦναι δραχμάς, ἐμοὶ δὲ πολὺ πλείω καὶ κάλλιον ἐγκεκωμιακότι καὶ τὴν πόλιν καὶ τοὺς προγόνους μηδʼ ἀσφαλῶς ἐγγένοιτο ἐπιβιῶναι τὸν ἐπίλοιπον χρόνον.

然而,明智之士理应向神明祈求,让尽可能多的公民具备这种能力,使他们能够像我一样,从外人那里获取报酬的同时使自身有益于城邦。但在我身上已发生诸多荒谬之事,倘若那些曾付给我金钱的人对我心怀如此感激,以至于至今仍对我礼敬有加,而我倾尽自身资产为之奉献的你们,却企图向我索取惩处,那将是万事中最可憎的。更为可憎的是,如果我们的先辈仅仅因为诗人品达的一句话——即他将雅典称作“希腊的支柱”——就如此隆重地尊崇他,不仅封他为公共贵宾,还赠予他一万德拉克马的厚礼,而对城邦及其先祖作过远为众多且更为优美赞颂的我,却甚至无法安然度过残年,那将是何等的不公。

§167

περὶ μὲν οὖν τούτων καὶ τῶν ἄλλων τῶν κατηγορηθέντων ἱκανὴν εἶναι νομίζω τὴν εἰρημένην ἀπολογίαν· οὐκ ὀκνήσω δὲ πρὸς ὑμᾶς οὔθʼ ὡς ἔχω νῦν πρὸς τὸν ἐνεστῶτα κίνδυνον κατειπεῖν τὴν ἀλήθειαν, οὔθʼ ὡς τὸ πρῶτον διετέθην πρὸς αὐτόν. ἐγὼ γὰρ ὑπὲρ μὲν τῶν ἰδίων πολλὰς ἐλπίδας εἶχον καλῶς ἀγωνιεῖσθαι· καὶ γὰρ τοῖς βεβιωμένοις καὶ τοῖς πεπραγμένοις ἐπίστευον, καὶ πολλοὺς λόγους καὶ δικαίους ᾤμην ἔχειν ὑπὲρ αὐτῶν· ὁρῶν δʼ οὐ μόνον δυσκόλως διακειμένους περὶ τὴν τῶν λόγων παιδείαν τοὺς εἰθισμένους ἅπασι χαλεπαίνειν, ἀλλὰ καὶ τῶν ἄλλων πολιτῶν πολλοὺς τραχέως πρὸς αὐτὴν διακειμένους, ἐφοβούμην μὴ τὰ μὲν ἴδιά μου παραμεληθῇ, τῆς δὲ κοινῆς τῆς περὶ τοὺς σοφιστὰς διαβολῆς ἀπολαύσω τι φλαῦρον.1

关于这些事情以及其他被指控的事项,我认为已陈述的辩词已足够充分;但我绝不迟疑向你们吐露实情,既讲明我现在对眼前险境的心态,也讲明我最初面对它时的感受。因为关于我私人的生活行止,我曾满怀信心能胜诉;因为我对自己的生平与行事充满信任,并且深信能为此提出众多公正的辩词;然而,看到不仅是那些习惯于对万事心怀不满的人对言辞的教育抱有恶感,就连其他许多公民也对其严厉抵触,我便担心我个人的品行会遭到忽视,而我自己则会因众人对诡辩家的普遍毁谤而蒙受灾祸。

§169

ἐπειδὴ δὲ χρόνων ἐγγιγνομένων εἰσέπεσον εἰς τὸ λογίζεσθαι καὶ σκοπεῖν τί χρήσομαι τοῖς παροῦσιν, ἐπαυσάμην τοῦ δέους καὶ τῆς ταραχῆς ταύτης, οὐκ ἀλόγως, ἀλλʼ ἐκ τῶν εἰκότων λογισάμενος καὶ παραμυθησάμενος ἐμαυτόν· τούς τε γὰρ ἐπιεικεῖς ὑμῶν, πρὸς οὕς περ ἐγὼ ποιήσομαι τοὺς λόγους, ἠπιστάμην οὐκ ἐμμένοντας ταῖς δόξαις ταῖς ἀδίκως ἐγγεγενημέναις, ἀλλʼ ἐπακολουθοῦντας ταῖς ἀληθείαις καὶ μεταπειθομένους ὑπὸ τῶν λεγόντων τὰ δίκαια, τήν τε φιλοσοφίαν ἐκ πολλῶν ἐνόμιζον ἐπιδείξειν ἀδίκως διαβεβλημένην, καὶ πολὺ ἂν δικαιοτέρως ἀγαπωμένην αὐτὴν ἢ μισουμένην. ἔχω δὲ καὶ νῦν ἔτι ταύτην τὴν γνώμην.

然而,随着时光推移,当我静下心来权衡思考应当如何应对当前处境时,我便摆脱了这层恐惧与慌乱,这并非出于盲目,而是基于合情合理的推断并以此抚慰了自己;因为我知道,你们当中那些通情达理之人——也就是我将向之陈词的对象——绝不会执迷于不公正地滋生的偏见,而是顺从真理,听从秉持正义之人的劝导;并且我相信自己能够通过众多事实证明,哲学蒙受了不公正的毁谤,它远比被憎恨更理应受到爱戴。而我至今依然秉持着这一见解。

§171

οὐκ ἄξιον δὲ θαυμάζειν εἴ τι τῶν καλῶν ἐπιτηδευμάτων ἠγνόηται καὶ διαλέληθεν, οὐδʼ εἰ διεψευσμένοι τινὲς αὐτοῦ τυγχάνουσι· καὶ γὰρ περὶ ἡμῶν αὐτῶν καὶ περὶ ἄλλων πραγμάτων ἀναριθμήτων οὕτως ἔχοντες ἂν εὑρεθεῖμεν. ἡ γὰρ πόλις ἡμῶν πολλῶν ἀγαθῶν αἰτία καὶ νῦν οὖσα καὶ πρότερον γεγενημένη καὶ τοῖς πολίταις καὶ τοῖς ἄλλοις Ἕλλησι, καὶ πολλῶν ἡδονῶν γέμουσα, τοῦτʼ ἔχει δυσκολώτατον· διὰ γὰρ τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν ἐνοικούντων οὐκ εὐσύνοπτός ἐστιν οὐδʼ ἀκριβής, ἀλλʼ ὥσπερ χειμάρρους, ὅπως ἂν ἕκαστον ὑπολαβοῦσα τύχῃ καὶ τῶν ἀνθρώπων καὶ τῶν πραγμάτων, οὕτω κατήνεγκε,2 καὶ δόξαν ἐνίοις τὴν ἐναντίαν τῆς προσηκούσης περιέθηκεν· ὅπερ καὶ τῇ παιδείᾳ ταύτῃ συμβέβηκεν.

假如有哪项崇高的志业未被理解且被世人忽视,或者某些人对其产生了误解,这并不值得惊异;因为在我们自身以及无数其他事物上,我们都会被发现处于同样的状态。因为我们的城邦无论在过去还是现在,都为公民和其他希腊人带来了诸多福祉,且充满了无数乐趣,却唯独具有这一极其棘手的弊端:由于其规模之宏大和人口之繁多,它既不易被一眼洞察,亦无法做到明察秋毫,反而如同一股山洪,无论怎样卷起人和事物,便怎样将其冲刷而下,并将与实际恰恰相反的名声强加于某些人头上;而这门教育所遭遇的,也恰恰正是这种情况。

语法注2 条
  1. 168ἀπολαύσω τι φλαῦρον

    动词 ἀπολαύω 通常意为“享受、获取益处”并接属格,但此处为反讽用法,意为“遭受损害、蒙受恶果”。属格 τῆς... διαβολῆς 表示来源,宾格 τι φλαῦρον 则作内在宾格,限定所招致的后果。

  2. 172ὥσπερ χειμάρρους, ὅπως ἂν ἕκαστον ὑπολαβοῦσα τύχῃ καὶ τῶν ἀνθρώπων καὶ τῶν πραγμάτων, οὕτω κατήνεγκε

    主句的主语阴性名词 ἡ πόλις 是关系从句中分词 ὑπολαβοῦσα(阴性单数主格)的语法主语,而阳性名词 χειμάρρους(山洪、冬汛)则是作为明喻的喻体以副词性方式添入。动词 κατήνεγκε 为明喻中表示习常性或典型现象的箴言不定过去时(gnomic aorist)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:164-172