- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:155-163
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以格尔吉亚微薄的遗产为例,驳斥了诡辩家积聚巨富的谣传,并结合自身经历对比了以往崇尚财富的时代与如今视富有为罪愆而横加迫害的社会风气的剧变。
ὅλως μὲν οὖν οὐδεὶς εὑρεθήσεται τῶν καλουμένων σοφιστῶν πολλὰ χρήματα συλλεξάμενος, ἀλλʼ οἱ μὲν ἐν ὀλίγοις οἱ δʼ ἐν πάνυ μετρίοις τὸν βίον διαγαγόντες·1 ὁ δὲ πλεῖστα κτησάμενος ὧν ἡμεῖς μνημονεύομεν, Γοργίας ὁ Λεοντῖνος, οὗτος διατρίψας μὲν περὶ Θετταλίαν, ὅτʼ εὐδαιμονέστατοι τῶν Ἑλλήνων ἦσαν, πλεῖστον δὲ χρόνον βιοὺς καὶ περὶ τὸν χρηματισμὸν τοῦτον γενόμενος, πόλιν δʼ οὐδεμίαν καταπαγίως οἰκήσας οὐδὲ περὶ τὰ κοινὰ δαπανηθεὶς οὐδʼ εἰσφορὰν εἰσενεγκεῖν ἀναγκασθείς, ἔτι δὲ πρὸς τούτοις οὔτε γυναῖκα γήμας οὔτε παῖδας ποιησάμενος, ἀλλʼ ἀτελὴς γενόμενος καὶ ταύτης τῆς λειτουργίας τῆς ἐνδελεχεστάτης καὶ πολυτελεστάτης, τοσοῦτον προλαβὼν πρὸς τὸ πλείω κτήσασθαι τῶν ἄλλων, χιλίους μόνους στατῆρας κατέλιπε.
总而言之,在所谓诡辩家当中,找不出任何一个人积聚了巨额财富,他们有的人一生清贫,有的则资财平平。即使在我们记得的人中获利最多的莱昂蒂尼人格尔吉亚,他在色萨利人最为繁盛富足之时客居其地,享寿极长,专心致志于这项谋生之术,并且从未在任何城邦定居,既未在公益事业上花销,亦未被迫交纳财产税,此外更未娶妻生子,从而免除了这项最旷日持久、开支最浩大的公益负担——他虽在积聚财富上享有如此远胜他人的优势,却仅仅留下了区区一千斯塔特。
καί τοι χρὴ περὶ τῆς οὐσίας τῆς ἀλλήλων μὴ τοῖς αἰτιωμένοις εἰκῇ πιστεύειν, μηδὲ τὰς ἐργασίας ἴσας νομίζειν τάς τε τῶν σοφιστῶν καὶ τὰς τῶν ὑποκριτῶν, ἀλλὰ τοὺς ἐν ταῖς αὐταῖς τέχναις ὄντας πρὸς ἀλλήλους κρίνειν, καὶ τοὺς ὁμοίαν ἐν ἑκάστῃ δύναμιν λαβόντας παραπλησίαν καὶ τὴν οὐσίαν ἔχειν νομίζειν.
然而,对于彼此的财产,绝不应当随随便便轻信控告者,也不应把诡辩家的收入与演员的收入等同视之,而应当在同门技艺的人们之间相互对比评判,并认为在同一行业中取得同等造诣的人,所拥有的财产也大致相当。
ἢν οὖν ἐξισώσητέ με τῷ πλεῖστον ἐξειργασμένῳ καὶ θῆτε πρὸς ἐκεῖνον, οὔθʼ ὑμεῖς παντάπασιν ἀσκέπτως εἰκάζειν δόξετε περὶ τῶν τοιούτων, οὔθʼ ἡμεῖς εὑρεθεῖμεν ἂν οὔτε τὰ περὶ τὴν πόλιν οὔτε τὰ περὶ ἡμᾶς αὐτοὺς κακῶς διῳκηκότες, ἀλλʼ ἀπʼ ἐλαττόνων ζῶντες ὧν εἰς τὰς λειτουργίας ἀνηλώκαμεν.2 καί τοι τοὺς εὐτελεστέρους ἐν τοῖς ἰδίοις ἢ τοῖς κοινοῖς ὄντας δίκαιόν ἐστιν ἐπαινεῖν.
因此,如果你们把我和那获利最多的人相提并论,将我同他作一比较,那么你们自身在这些事情上的推测不仅不会显得毫无根据,而且我们也会被证明:无论在城邦公事还是私人生活上都绝非理财不善,反而是靠着比我们花在公益捐助上更少的开支度日。而对于在私事上比在公事上更为节俭的人,理应给予赞扬。
ἐνθυμοῦμαι δὲ μεταξὺ λέγων, ὅσον τὰ τῆς πόλεως μεταπέπτωκε, καὶ τὰς διανοίας ὡς οὐδὲν ὁμοίας περὶ τῶν πραγμάτων οἱ νῦν τοῖς πρότερον πεπολιτευμένοις ἔχουσιν. ὅτε μὲν γὰρ ἐγὼ παῖς ἦν, οὕτως ἐνομίζετο τὸ πλουτεῖν ἀσφαλὲς εἶναι καὶ σεμνὸν ὥστʼ ὀλίγου δεῖν πάντες προσεποιοῦντο πλείω κεκτῆσθαι τὴν οὐσίαν ἧς ἔχοντες ἐτύγχανον, βουλόμενοι μετασχεῖν τῆς δόξης ταύτης· νῦν δʼ ὑπὲρ τοῦ μὴ πλουτεῖν ὥσπερ τῶν μεγίστων ἀδικημάτων ἀπολογίαν δεῖ παρασκευάζεσθαι καὶ σκοπεῖν, εἰ μέλλει τις σωθήσεσθαι. πολὺ γὰρ δεινότερον καθέστηκε τὸ δοκεῖν εὐπορεῖν ἢ τὸ φανερῶς ἀδικεῖν· οἱ μὲν γὰρ ἢ συγγνώμης ἔτυχον ἢ μικροῖς ἐζημιώθησαν, οἱ δʼ ἄρδην ἀπόλλυνται, καὶ πλείους ἂν εὕροιμεν τοὺς ἐκ τῶν ὄντων ἐκπεπτωκότας ἢ τοὺς δίκην ὑπὲρ τῶν ἁμαρτημάτων δεδωκότας.
言及于此,我心中不禁感慨,城邦的情势发生了何等巨大的转变,而如今的人们对于世事的观念又与从前主政之人有着多么大的差异。因为当我还是个孩子的时候,富有被认为是如此安全而体面的事,以至于几乎所有人都佯称自己拥有的财产多于实际所得,希望能分沾这份名望;然而在当下,人们若想保全性命,却不得不为自己并非富豪而准备辩词并小心戒备,仿佛面临着极重大的罪名。因为看起来家境殷实已变得比公然作恶危险得多:作恶者或可获得宽恕,或仅被处以微薄罚款,而富有者则遭到彻底毁灭,以至于我们发现被剥夺全部家产之人,竟比为自身过错服刑抵罪之人还要多。
καὶ τί δεῖ λέγειν περὶ τῶν κοινῶν; αὐτὸς γὰρ οὐ μικρὸν διήμαρτον διὰ ταύτην τὴν μεταβολὴν τῶν ἐμαυτοῦ πραγμάτων. ὅτε γὰρ ἐπαμύνειν ἠρχόμην τοῖς ἰδίοις, ἀπολομένων ἐν τῷ πολέμῳ τῷ πρὸς Λακεδαιμονίους ἁπάντων τῶν ὑπαρχόντων ἡμῖν, ἀφʼ ὧν ὁ πατὴρ ἅμα τῇ τε πόλει χρήσιμον αὑτὸν παρεῖχεν, ἡμᾶς θʼ οὕτως ἐπιμελῶς ἐπαίδευσεν ὥστʼ ἐπιφανέστερον εἶναί με τότε καὶ γνωριμώτερον ἐν τοῖς ἡλικιώταις καὶ συμπαιδευομένοις ἢ νῦν ἐν τοῖς συμπολιτευομένοις— ὅτε δʼ οὖν, ὥσπερ εἶπον, ἠρχόμην πλησιάζειν τισίν,3 ᾠόμην, εἰ δυνηθείην πλείω κτήσασθαι καὶ περιποιήσασθαι τῶν ἐπὶ τὸν αὐτὸν βίον ὁρμησάντων, ἀμφότερα δόξειν, καὶ περὶ τὴν φιλοσοφίαν διαφέρειν καὶ κοσμιώτερον βεβιωκέναι τῶν ἄλλων. ἐμοὶ δὲ τοὐναντίον ἀποβέβηκεν.
又何必只谈论城邦公事呢?因为我自己也正由于这一社会变迁,而在个人的人生规划上遭受了不小的失策。当初我开始谋求自立维生之际,在对拉刻代蒙人的战争中,我们所拥有的一切财产均已丧失殆尽;家父正是凭借这些资产不仅使自身有益于城邦,而且悉心培养我们,以至于当时我在同龄人与同窗当中,比起如今在同胞公民当中更为出众且享有声誉——因此,正如我所言,当我开始收徒讲学时,我曾以为,若是自己能够比那些走上相同生活道路的人赚取并积攒更多的财富,便会博得两方面的声誉:既在哲学上出类拔萃,又比他人生活得更为端庄有度。然而事实对我而言却适得其反。
εἰ μὲν γὰρ μήτʼ ἄξιος μηδενὸς ἐγενόμην μήτε περιεποιησάμην μηδέν, οὐδεὶς ἄν μοι πράγματα παρεῖχεν, ἀλλὰ φανερῶς ἀδικῶν ἀσφαλῶς ἂν ἔζων ἕνεκά γε τῶν συκοφαντῶν· νῦν δʼ ἀντὶ τῆς δόξης ἧς προσεδόκων ἀγῶνες περί με καὶ κίνδυνοι καὶ φθόνοι καὶ διαβολαὶ γεγόνασιν.
因为我若是变得一无是处且毫无积蓄,便绝不会有人找我麻烦,反而公然作恶亦可高枕无忧,至少免遭告密者的纠缠;但如今,等待我的不仅不是所期盼的名望,反而是官司、危难、嫉妒与毁谤接踵而至。
- 155ἀλλʼ οἱ μὲν ἐν ὀλίγοις οἱ δʼ ἐν πάνυ μετρίοις τὸν βίον διαγαγόντες
分词 διαγαγόντες 为主格复数,承接前面的补充性分词句式 οὐδεὶς εὑρεθήσεται ... συλλεξάμενος(单数)。但在 ἀλλά 之后主语转为复数的对照结构(οἱ μέν ... οἱ δέ),因而分词亦变为复数。语法上既可补出 εὑρεθήσονται 将其视为补充分词,亦可视为破格句(anacoluthon),分词在此实际承担了限定动词(διήγαγον)的功能。
- 158ἀπʼ ἐλαττόνων ζῶντες ὧν εἰς τὰς λειτουργίας ἀνηλώκαμεν
关系代词 ὧν 属于先行词省略的关系代词格吸引现象。原本的结构应为 τούτων ἅ(或 τούτων ὅσα),即依附于比较级 ἐλαττόνων 的成分(“比我们耗费在公益捐助上的钱财更少”),但关系代词受先行词的属格影响而被同化吸引为属格 ὧν。
- 162ὅτε δʼ οὖν, ὥσπερ εἶπον, ἠρχόμην πλησιάζειν τισίν
小品词搭配 δʼ οὖν 在此起恢复/重提话题(resumptive)的作用。前句以 ὅτε γὰρ ἐπαμύνειν ἠρχόμην τοῖς ἰδίοις 开头的时间从句,因插入了关于伯罗奔尼撒战争家产丧失及父亲教育的大段阐述而中断;此处以 ὅτε δʼ οὖν 配合 ὥσπερ εἶπον 重新接续前文思路,并将动词改换为含义相近的 πλησιάζειν τισίν(结交生徒、讲学)。
