- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:146-154
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底回顾了友人关于其宁静生活方式会招致嫉恨的警告,阐明自己远离公款、恪尽公职的初衷,并决定就其拥有巨富的指控作出反驳。
“ταῦτʼ ἀκούοντας τοὺς τἀναντία πᾶσι τοῖς προειρημένοις ἐπιτετηδευκότας οὐκ οἴει βαρέως οἴσειν καὶ νομιεῖν ἐλέγχεσθαι τὸν βίον τὸν αὑτῶν οὐ σπουδαῖον ὄντα; καὶ γὰρ εἰ μὲν μετὰ πόνου καὶ ταλαιπωρίας ᾐσθάνοντό σε ποριζόμενον εἴς τε τὰς λειτουργίας καὶ περὶ τὴν ἄλλην διοίκησιν, οὐκ ἂν ὁμοίως ἔμελεν αὐτοῖς· νῦν δὲ τά τε παρὰ τῶν ξένων σοι γιγνόμενα πολὺ πλείω νομίζουσιν εἶναι τῶν διδομένων, αὐτόν τε σὲ ῥᾳθυμότερον ἡγοῦνται ζῆν οὐ μόνον τῶν ἄλλων ἀλλὰ καὶ τῶν περὶ τὴν φιλοσοφίαν καὶ τὴν αὐτὴν σοι πραγματείαν ὄντων. “ὁρῶσι γὰρ ἐκείνων μὲν τοὺς πλείστους, πλὴν τῶν τὸν σὸν βίον καὶ τὸν τρόπον ἠγαπηκότων, ἔν τε ταῖς πανηγύρεσι καὶ τοῖς ἰδίοις συλλόγοις ἐπιδείξεις ποιουμένους, διαγωνιζομένους πρὸς ἀλλήλους, καθʼ ὑπερβολὴν ὑπισχνουμένους, ἐρίζοντας, λοιδορουμένους, οὐδὲν ἀπολείποντας κακῶν, ἀλλὰ σφίσι μὲν αὐτοῖς πράγματα παρέχοντας, τοῖς δʼ ἀκροωμένοις ἐξουσίαν παραδιδόντας τοῖς μὲν καταγελάσαι τῶν λεγομένων, ἐνίοις δʼ ἐπαινέσαι, τοῖς δὲ πλείστοις μισῆσαι, τοῖς δʼ ὅπως ἕκαστοι βούλονται διατεθῆναι πρὸς αὐτούς· σὲ δʼ οὐδενὸς μετέχοντα τούτων, ἀλλʼ ἀνομοίως ζῶντα καὶ τοῖς σοφισταῖς καὶ τοῖς ἰδιώταις, καὶ τοῖς πολλὰ κεκτημένοις καὶ τοῖς ἀπόρως διακειμένοις.
“对于践行了与前述一切完全相反之道的人,难道你认为他们听了这些话不会愤愤不平,不会认为自己那微不足道的生活遭到了揭露吗?因为,如果他们察觉到你是历经劳苦与艰辛才筹措到用于公益捐助和其他开销的款项,他们便不会如此介怀;但现实中,他们却认定你从外邦人那里得到的收入,远远超过了实际所付出的,并认为不仅比起其余的人,即便比起投身哲学及与你从事同一行当的人,你自己的生活也更为清闲安逸。因为他们看到,那些同行当中除了倾心于你的生活与处事方式的人之外,绝大多数人都在节日庆典和私下聚会中作炫耀性演说,彼此竞争,夸下海口,争吵不休,相互谩骂,无所不用其极地作恶,既给自己招惹麻烦,又任凭听众各随己意对待他们:或嘲笑其言辞,或偶有称赞,多数人则心生憎恶,各人随心所欲地对他们抱持态度;反观你,却丝毫不沾染这些事情,生活既不同于诡辩家,也不同于平民百姓,既不同于巨富之家,也不同于贫困之徒。
ἐφʼ οἷς οἱ μὲν λογίζεσθαι δυνάμενοι καὶ νοῦν ἔχοντες ἴσως ἄν σε ζηλώσειαν, οἱ δὲ καταδεέστερον πράττοντες καὶ λυπεῖσθαι μᾶλλον εἰωθότες ἐπὶ ταῖς τῶν ἄλλων ἐπιεικείαις ἢ ταῖς ἑαυτῶν ἀτυχίαις οὐκ ἔστιν ὅπως οὐ1 δυσκολανοῦσι καὶ χαλεπῶς οἴσουσιν. ὡς οὖν οὕτως αὐτῶν διατεθησομένων2 σκόπει τί σοι λεκτέον τούτων καὶ τί παραλειπτέον ἐστίν.”
面对这些,那些善于深思且有见识的人或许会赞赏你;但那些境遇较差、惯于为别人的美德而非自身的厄运感到痛苦的人,绝不可能不心怀怨怼并愤懑不平。因此,既然预料到他们会抱持这种心境,你就当审视其中哪些话当说,哪些话当略去。”
ἐγὼ δὲ κἀκείνου τότε ταῦτα λέγοντος καὶ νῦν ἡγοῦμαι πάντων ἀνθρώπων ἀτοπωτάτους εἶναι καὶ σχετλιωτάτους, οἵτινες βαρέως ἂν ἀκούοιεν εἰ λειτουργοῦντα μὲν ἐμαυτὸν τῇ πόλει παρέχω καὶ ποιοῦντα τὸ προσταττόμενον, μηδὲν δὲ δέομαι μήτε κληροῦσθαι τῶν ἀρχῶν ἕνεκα, μήτε λαμβάνειν ἃ τοῖς ἄλλοις ἡ πόλις δίδωσι, μήτʼ αὖ φεύγειν δίκας μήτε διώκειν.
然而,无论是在他当时说这番话时还是在当下,我都认为世上最荒谬、最不可理喻的人,莫过于那些因听到如下事实便心生怨怒的人:我既主动承担城邦的公益捐助,遵行各项法令要求,却又不求为谋取官职而参与抽签,不领受城邦发放给其他人的津贴,也既不作被告亦不作原告去打官司。
ταῦτα γὰρ συνεταξάμην οὐ διὰ πλοῦτον οὐδὲ διʼ ὑπερηφανίαν, οὐδὲ καταφρονῶν τῶν μὴ τὸν αὐτὸν τρόπον ἐμοὶ ζώντων, ἀλλὰ τὴν μὲν ἡσυχίαν καὶ τὴν ἀπραγμοσύνην ἀγαπῶν, μάλιστα δʼ ὁρῶν τοὺς τοιούτους καὶ παρʼ ὑμῖν καὶ παρὰ τοῖς ἄλλοις εὐδοκιμοῦντας, ἔπειτα τὸν βίον ἡδίω νομίσας εἶναι τοῦτον ἢ τὸν τῶν πολλὰ πραττόντων, ἔτι δὲ ταῖς διατριβαῖς ταῖς ἐμαῖς πρεπωδέστερον, αἷς ἐξ ἀρχῆς κατεστησάμην.
因为我这样安排自己的生活,既非出于财富,亦非出于傲慢,更非鄙视那些与我生活方式不同的人,而是由于热爱宁静与远离闲事,尤其看到这样的人无论在你们当中还是在其他人当中都享有极高的声誉;其次,我认为这种生活比起那些多管闲事之人的生活更为惬意,并且更契合我从一开始所确立的研修事业。
τούτων μὲν ἕνεκα τοῦτον τὸν τρόπον ζῆν προειλόμην· τῶν δὲ λημμάτων τῶν παρὰ τῆς πόλεως ἀπεσχόμην δεινὸν ἡγησάμενος, εἰ δυνάμενος ἐκ τῶν ἰδίων τρέφειν ἐμαυτὸν ἐμποδών τῳ γενήσομαι τῶν ἐντεῦθεν ζῆν ἠναγκασμένων,3 καὶ διὰ τὴν ἐμὴν παρουσίαν ἐνδεής τις γενήσεται τῶν ἀναγκαίων. ὑπὲρ ὧν ἐπαίνου τυγχάνειν ἄξιος ἦν μᾶλλον ἢ διαβολῆς.
正是为了这些缘故,我才选择以这种方式度日;而对于来自城邦的津贴,我则敬而远之,因为我认为:自己既然能够靠私有资财自给自足,若是阻碍了那些被迫以此为生的人,因我的插足而致使某人缺少必需的生活资料,那将是一件骇人听闻的事。因着这些事,我理应获得赞扬而非毁谤。
νῦν δʼ εἰς πολλὴν ἀπορίαν καθέστηκα, τί δρῶν ἀρέσαι δυνηθείην ἂν τοῖς τοιούτοις. εἰ γὰρ ἅπαντα τὸν χρόνον ἔργον ποιούμενος ὅπως μηδένα μήτʼ ἀδικήσω μήτʼ ἐνοχλήσω μήτε λυπήσω, διʼ αὐτὰ ταῦτα λυπῶ τινας, τί ποιῶν ἂν χαριζοίμην; ἢ τί λοιπόν ἐστι πλὴν ἐμὲ μὲν ἀτυχῆ, τοὺς δὲ τοιούτους ἀμαθεῖς δοκεῖν εἶναι καὶ δυσκόλους τοῖς συμπολιτευομένοις;
然而如今我却陷入了极大的困惑之中,不知做些什么才能取悦这样的人。因为,若是我一生都致力于不伤害任何人、不麻烦任何人、不让任何人痛苦,却偏偏因这些事而激怒了某些人,那么我究竟做什么才能使他们顺心呢?除了显得我自己命途多舛,而这类人显得愚昧无知且令同胞公民难以相处之外,难道还能剩下什么呢?
πρὸς μὲν οὖν τοὺς μηδὲν τῶν αὐτῶν τοῖς ἄλλοις γιγνώσκοντας, ἀλλὰ χαλεπωτέρους ὄντας τοῖς μὴ κακῶς πράττουσιν ἢ τοῖς ἀδικοῦσι, μωρόν ἐστιν ἀπολογίαν ζητεῖν· ὅσω γὰρ ἄν τις ἐπιεικέστερον αὑτὸν ἐπιδείξῃ, δῆλον ὅτι τοσούτω χεῖρον ἀγωνιεῖται παρʼ αὐτοῖς· πρὸς δὲ τοὺς ἄλλους, περὶ ὧν Λυσίμαχος διέβαλεν, ὡς παμπληθῆ κεκτήμεθα τὴν οὐσίαν, ἀναγκαῖόν ἐστιν εἰπεῖν, ἵνα μὴ πιστευθεὶς ὁ λόγος εἰς μείζους καὶ πλείους ἡμᾶς ἐμβάλῃ λειτουργίας ὧν ὑπενεγκεῖν ἂν δυνηθεῖμεν.4
因此,对于那些与常人毫无共同见解、对待未遭不幸之人反而比对待作恶之人更为严苛的人,去寻求辩解是愚蠢的;因为显然,一个人越是将自己展现得温和正直,在他们面前应诉的下场就越是糟糕。但是面对其余的公民,针对吕西马科斯对我的毁谤——声称我们拥有极其庞大的家产——则有必要加以说明,以免他的言辞被人信以为真,从而把我们推入超出我们承受能力的更为沉重、更为繁多的公益捐助之中。
- 149οὐκ ἔστιν ὅπως οὐ
双重否定构成的固定惯用表达(字面意为“不可能不……”),表示必然性,即“必定会……”、“绝不可能不……”。在此强调心怀嫉妒者必然会对伊索克拉底的德行与安宁深感不满。
- 149ὡς οὖν οὕτως αὐτῶν διατεθησομένων
带有连词 ὡς 的属格绝对结构,表示说话者的主观预判或前提假设:“鉴于/料定他们会抱持这种态度”,为后文的祈使动词 σκόπει(“你当审视/思考”)提供行动依据。
- 152τῶν ἐντεῦθεν ζῆν ἠναγκασμένων
副词 ἐντεῦθεν(“由此/从那里”)指代前文提到的“来自城邦的津贴”(τῶν λημμάτων τῶν παρὰ τῆς πόλεως),作为谋生来源。分词 ἠναγκασμένων 表示受迫于贫困的客观必然性,全句意为“那些不得不以此为生的人”。
- 154ὧν ὑπενεγκεῖν ἂν δυνηθεῖμεν
比较级(μείζους καὶ πλείους)后接的比较属格。关系代词 ὧν 属于吸引或简缩构造,代替了由连词 ἢ 引导的完整从句(即 ἢ ἃς/ὅσας ὑπενεγκεῖν ἂν δυνηθεῖμεν),结合 ἄν 与希求法表示潜在可能:“胜过我们所能承受的公职负担”。
