← 伊索克拉底

交换财产诉讼

§138-145

总结蒂莫特奥斯与对招致嫉妒的担忧

演说家总结了蒂莫特奥斯因不善逢迎而招致诬告的始末,并回到自身的辩护上,向法庭坦陈一位友人的告诫:彰显高尚品德与优越生活反会激起大众的嫉妒与敌意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§138

ταῦτα δʼ ἀκούων ὀρθῶς μὲν ἔφασκέ με λέγειν, οὐ μὴν οἷός τʼ ἦν τὴν φύσιν μεταβαλεῖν, ἀλλʼ ἦν μὲν καλὸς κἀγαθὸς ἀνὴρ καὶ τῆς πόλεως καὶ τῆς Ἑλλάδος ἄξιος, οὐ μὴν σύμμετρός γε τοῖς τοιούτοις τῶν ἀνθρώπων, ὅσοι τοῖς ὑπὲρ αὑτοὺς πεφυκόσιν ἀχθόμενοι τυγχάνουσι. τοιγαροῦν οἱ μὲν ῥήτορες ἔργον εἶχον αἰτίας περὶ αὐτοῦ πολλὰς καὶ ψευδεῖς πλάττειν, τὸ δὲ πλῆθος ἀποδέχεσθαι τὰς ὑπὸ τούτων λεγομένας.

他听了这些话,虽承认我言之有理,却终究无法改变自己的本性;他确实是一位高贵善良之人,配得上这座城邦与整个希腊,却绝不适应于那些对天分高过自己之人心怀怨恨之流。因此,演说家们便以捏造关于他的诸多虚假指控为务,而民众则乐于接纳这些人所说的言辞。

§139

περὶ ὧν ἡδέως ἂν ἀπελογησάμην, εἰ καιρὸν εἶχον· οἶμαι γὰρ ἂν ὑμᾶς ἀκούσαντας μισῆσαι1 τούς τε προαγαγόντας τὴν πόλιν ἐπὶ τὴν ὀργὴν τὴν πρὸς ἐκεῖνον καὶ τοὺς φλαῦρόν τι περὶ αὐτοῦ λέγειν τολμῶντας. νῦν δὲ ταῦτα μὲν ἐάσω, περὶ ἐμαυτοῦ δὲ καὶ τῶν ἐνεστώτων πραγμάτων πάλιν ποιήσομαι τοὺς λόγους.

关于这些事,我本愿欣然为之辩解,若有适当时机的话;因为我认为,你们若是听了,定会痛恨那些引导城邦对他发泄怒火之人,以及那些胆敢妄议毁谤他之人。但眼下我且撇开这些不谈,将话头重新转回到我自己与当前的事情上来。

§140

ἀπορῶ δʼ ὅ τι χρήσομαι τοῖς ὑπολοίποις, καὶ τίνος πρώτου μνησθῶ καὶ ποίου δευτέρου· τὸ γὰρ ἐφεξῆς με λέγειν διαπέφευγεν. ἴσως μὲν οὖν ἀναγκαῖόν ἐστιν, ὡς ἂν ἕκαστον τύχῃ προσπεσόν, οὕτως εἰπεῖν περὶ αὐτῶν· ἃ δʼ οὖν μοι νῦν ἐπελήλυθε, καὶ περὶ ὧν ἐγὼ μὲν ἐνόμιζον εἶναι δηλωτέον, ἄλλος δέ τίς μοι συνεβούλευε μὴ λέγειν, οὐκ ἀποκρύψομαι πρὸς ὑμᾶς.

我实不知该如何处理余下的事项,不知何者当先提,何者当后叙;因为有条不紊的演说次序已然离我而去。或许,事情怎样临到心头,便怎样加以陈述,乃是势所必然;然而,眼下涌上我心头的事,也是我自己原认为应当阐明、却另有人劝我切勿谈及的事,我决不对你们隐瞒。

§141

ἐπειδὴ γὰρ ἀπήνεγκε τὴν γραφήν, ἐσκόπουν περὶ αὐτῶν τούτων ὥσπερ ἂν ὑμῶν ἕκαστος, καὶ τόν τε βίον τὸν ἐμαυτοῦ καὶ τὰς πράξεις ἐξήταζον, καὶ πλεῖστον χρόνον περὶ τὰς τοιαύτας διέτριβον ἐφʼ αἷς ᾠόμην ἐπαινεῖσθαί με προσήκειν. ἀκροώμενος δέ τις τῶν ἐπιτηδείων ἐτόλμησεν εἰπεῖν πρός με λόγον πάντων σχετλιώτατον, ὡς ἄξια μὲν εἴη τὰ λεγόμενα φιλοτιμίας, οὐ μὴν ἀλλʼ αὐτός γε δεδιέναι ταῦτα μάλιστα, μὴ πολλοὺς λυπήσῃ τῶν ἀκουόντων.

原来,当原告呈递诉状时,我便如同你们当中的每一个人那样深思这同一件事,审视我自身的生平与作为,并将最多的时间花在那些我认为自己理应受到称赞的行为上。然而,一位密友听后,却斗胆对我道出了最令人震惊的话,说所言之事固然值得自豪,但他自己最担忧的偏偏正是这一点,唯恐这会激怒许多听众。

§142

“οὕτω γάρ” ἔφη “τινὲς ὑπὸ τοῦ φθόνου καὶ τῶν ἀποριῶν ἐξηγρίωνται καὶ δυσμενῶς ἔχουσιν, ὥστʼ οὐ ταῖς πονηρίαις ἀλλὰ ταῖς εὐπραγίαις πολεμοῦσι, καὶ μισοῦσιν οὐ μόνον τῶν ἀνθρώπων τοὺς ἐπιεικεστάτους, ἀλλὰ καὶ τῶν ἐπιτηδευμάτων τὰ βέλτιστα, καὶ πρὸς τοῖς ἄλλοις κακοῖς τοῖς μὲν ἀδικοῦσι συναγωνίζονται καὶ συγγνώμην ἔχουσιν, οἷς δʼ ἂν φθονήσωσιν ἀπολλύουσιν, ἤν περ δυνηθῶσι.

“因为,”他说,“有些人因着嫉妒与穷困,变得如此凶暴且心怀恶意,以致他们不是向邪恶开战,而是向功成名就开战;他们不仅憎恶人类中最正直之士,而且憎恶诸业中最崇高之业;除其他恶行之外,他们还为作恶者助阵并予以宽宥,而对他们所嫉妒之人,只要能力所及,便必欲置之死地。

§143

ταῦτα δὲ δρῶντες οὐκ ἀγνοοῦσι περὶ ὧν τὴν ψῆφον οἴσουσιν, ἀλλʼ ἀδικήσειν μὲν ἐλπίζοντες, ὀφθήσεσθαι δʼ οὐ προσδοκῶντες· σώζοντες οὖν τοὺς ὁμοίους σφίσιν αὐτοῖς βοηθεῖν νομίζουσι. “τούτου δʼ ἕνεκά σοι ταῦτα διῆλθον, ἵνα προειδὼς ἄμεινον προσφέρῃ καὶ τοῖς λόγοις ἀσφαλεστέροις χρῇ πρὸς αὐτούς, ἐπεὶ νῦν γε τίνα χρὴ προσδοκᾶν γνώμην ἕξειν τοὺς τοιούτους, ὅταν τόν τε βίον τὸν σαυτοῦ καὶ τὰς πράξεις διεξίῃς μηδὲ κατὰ μικρὸν ὁμοίας οὔσας ταῖς τούτων, ἀλλʼ οἵας περ πρὸς ἐμὲ λέγειν ἐπιχειρεῖς;

他们行这些事,并非不知自己将就何事投下选票,而是指望行不义之事却不被看穿;因此,他们以为挽救与自己同类的人便是在帮助自己。我之所以向你详述这些,正是为了让你预先知晓,从而能更好地应对,并对他们使用更为安全的言辞。因为就目前而言,当你历数自己的生平与作为——它们与这些人的行径没有丝毫相似之处,却正是你试图对我讲述的那类作为时,应当预料到这类人会抱持怎样的心境?

§144

ἀποφαίνεις γὰρ τούς τε λόγους οὓς γέγραφας οὐ μέμψεως ἀλλὰ χάριτος τῆς μεγίστης ἀξίους ὄντας, τῶν τε πεπλησιακότων σοι τοὺς μὲν οὐδὲν ἠδικηκότας οὐδʼ ἡμαρτηκότας, τοὺς δὲ διʼ ἀρετὴν ὑπὸ τῆς πόλεως ἐστεφανωμένους, τά τε καθʼ ἡμέραν οὕτω κοσμίως καὶ τεταγμένως βεβιωκότα σαυτὸν ὡς οὐκ οἶδʼ εἴ τις ἄλλος τῶν πολιτῶν,2 ἔτι δὲ μήτε δεδικασμένον μηδενὶ μήτε πεφευγότα πλὴν περὶ ἀντιδόσεως, μήθʼ ἑτέροις συνηγωνισμένον μήτε μεμαρτυρηκότα, μήτʼ ἄλλο πεποιηκότα μηδέν, ἐν οἷς ἅπαντες πολιτευόμενοι τυγχάνουσι.

因为你表明,你所撰写的言论不仅不应受责备,反而配得最大的感激;与你过从甚密之人,有的未曾犯下任何不义或过失,有的则因德行而受到城邦的嘉奖;你自己日常生活的规矩与秩序,据我所知没有哪位公民能够企及;再者,除财产置换案之外,你既未曾起诉过任何人,也未曾作为被告受审,既未曾为他人助讼,也未曾出庭作证,亦未曾做过所有投身政事之人所涉足的任何其他勾当。

§145

πρὸς δὲ τούτοις οὕτως ἰδίοις οὖσι καὶ περιττοῖς κἀκεῖνο λέγεις, ὡς τῶν μὲν ἀρχῶν καὶ τῶν ὠφελιῶν τῶν ἐντεῦθεν γιγνομένων καὶ τῶν ἄλλων ἁπάντων τῶν κοινῶν ἐξέστηκας, εἰς δὲ τοὺς διακοσίους καὶ χιλίους τοὺς εἰσφέροντας καὶ λειτουργοῦντας οὐ μόνον αὑτὸν παρέχεις ἀλλὰ καὶ τὸν υἱόν, καὶ τρὶς μὲν ἤδη τετριηραρχήκατε, τὰς δʼ ἄλλας λειτουργίας πολυτελέστερον λελειτουργήκατε καὶ κάλλιον ὧν οἱ νόμοι προστάττουσι.3

在这些如此独特且非同寻常的事实之外,你还声称:你虽远离官职、由此产生的利益以及一切其他公家事务,但在纳税与承担公益捐助的一千二百人当中,不仅献出了你自己,还献出了你的儿子;你们不仅已三次出任三列桨座战船长,而且承担其他公益捐助的慷慨与优异程度,更胜过法律所要求的标准。”

语法注3 条
  1. 139οἶμαι γὰρ ἂν ὑμᾶς ἀκούσαντας μισῆσαι

    小词 ἄν 与不定式 μισῆσαι 结合,构成与事实相反的条件句之归结分句,与前述的条件从句 εἰ καιρὸν εἶχον 相呼应。在依赖 οἶμαι 的间接引语中,原本带 ἄν 的过去直陈式转化为宾格加不定式结构;分词 ἀκούσαντας 带有条件含义(“若是你们听了”)。

  2. 144ὡς οὐκ οἶδʼ εἴ τις ἄλλος τῶν πολιτῶν

    此为 οὐκ οἶδα 与间接疑问句 εἴ τις ἄλλος 融合而成的惯用表达(字面意为“正如我不知道是否有其他公民[曾如此生活]”),实际起到了相当于最高级的强调比较作用,意即“胜过其他任何公民”或“如任何人一样”。

  3. 145κάλλιον ὧν οἱ νόμοι προστάττουσι

    此为紧随比较级 κάλλιον 之后发生的关系代词吸引(attractio relativi)。该句本应为 κάλλιον ἢ ἃ οἱ νόμοι προστάττουσι,或带有比较属格先行词的 κάλλιον τούτων ἃ προστάττουσι;此处省略了先行词,关系代词 ἃ 被吸引为比较级所要求的属格 ὧν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:138-145