← 伊索克拉底

交换财产诉讼

§129-137

蒂莫特奥斯获罪的原委与其处世态度

作者指出,尽管蒂莫特奥斯立下赫赫战功却遭重罚看似不公,但这既源于人类共有的弱点与猜忌,也因他本人傲岸不群、疏于结纳演说家与迎合民众,并忆述了自己当年向他提出的劝诫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§129

οἶμαι οὖν ὑμῶν τοὺς πολλοὺς θαυμάζειν τὰ λεγόμενα καὶ νομίζειν τὸν ἔπαινον τὸν ἐκείνου κατηγορίαν εἶναι τῆς πόλεως, εἰ τοσαύτας μὲν πόλεις ἑλόντα μηδεμίαν δʼ ἀπολέσαντα περὶ προδοσίας ἔκρινε,1 καὶ πάλιν εἰ διδόντος εὐθύνας αὐτοῦ, καὶ τὰς μὲν πράξεις Ἰφικράτους ἀναδεχομένου, τὸν δʼ ὑπὲρ τῶν χρημάτων λόγον Μενεσθέως, τούτους μὲν ἀπέλυσε, Τιμόθεον δὲ τοσούτοις ἐζημίωσε χρήμασιν ὅσοις οὐδένα πώποτε τῶν προγεγενημένων.

因此,我认为你们中的大多数人会对刚才所说的话感到惊讶,并认为对他的赞扬便是对城邦的指控:城邦竟然对一个攻占了如此多城市、未曾失落一城的人以叛国罪进行审判;并且,当他接受审查时,伊菲克拉特斯承担了军事行动的责任,梅内斯透斯承担了财政开支的账目责任,城邦赦免了这两人,却对蒂莫特奥斯处以历来任何人未曾承受过的巨额罚款。

§130

ἔχει δʼ οὕτως· βούλομαι γὰρ καὶ τὸν ὑπὲρ τῆς πόλεως λόγον εἰπεῖν. εἰ μὲν ὑμεῖς πρὸς αὐτὸ τὸ δίκαιον ἀποβλέποντες σκέψεσθε περὶ τούτων, οὐκ ἔστιν ὅπως οὐ δεινὰ καὶ σχέτλια πᾶσιν εἶναι δόξει τὰ πεπραγμένα περὶ Τιμόθεον· ἢν δʼ ἀναλογίσησθε τὴν ἄγνοιαν ὅσην ἔχομεν πάντες ἄνθρωποι, καὶ τοὺς φθόνους τοὺς ἐπιγιγνομένους ἡμῖν, ἔτι δὲ τὰς ταραχὰς καὶ τὴν τύρβην ἐν ᾗ ζῶμεν, οὐδὲν τούτων ἀλόγως οὐδʼ ἔξω τῆς ἀνθρωπίνης φύσεως εὑρεθήσεται γεγενημένον, ἀλλὰ καὶ Τιμόθεος μέρος τι συμβεβλημένος τοῦ μὴ κατὰ τρόπον γνωσθῆναι περὶ αὐτῶν.2

然而实情乃是如此——因为我也愿为城邦作一番辩护。如果你们单单着眼于公义本身来审视这些事,那么对待蒂莫特奥斯的所作所为,在任何人看来都必然显得极其骇人且残酷无理;但倘若你们考虑到我们人类皆有的极大愚昧、在我们之间滋生的嫉妒,以及我们所处其中的骚动与混乱,便会发现这些事情的发生绝非毫无道理,亦未超出人性的常轨,甚至蒂莫特奥斯自己,也对事情未获公正判决负有部分责任。

§131

ἐκεῖνος γὰρ οὔτε μισόδημος ὢν οὔτε μισάνθρωπος οὔθʼ ὑπερήφανος, οὔτʼ ἄλλʼ οὐδὲν ἔχων τῶν τοιούτων κακῶν, διὰ τὴν μεγαλοφροσύνην τὴν τῇ στρατηγίᾳ μὲν συμφέρουσαν, πρὸς δὲ τὰς χρείας τῶν ἀεὶ προσπιπτόντων οὐχ ἁρμόττουσαν, ἅπασιν ἔδοξεν ἔνοχος εἶναι τοῖς προειρημένοις· οὕτω γὰρ ἀφυὴς ἦν πρὸς τὴν τῶν ἀνθρώπων θεραπείαν ὥσπερ δεινὸς περὶ τὴν τῶν πραγμάτων ἐπιμέλειαν.

因为他既非仇视平民,也非厌恶人类,更非心怀傲慢,亦无任何此类恶习;然而,因着那有利于统军作战、却不合于日常周旋应对的高傲气度,在众人眼中他似乎染上了上述所有的过错;因为他在逢迎人事上是何等拙劣,在操持政务上便同样何等干练。

§132

καί τοι πολλάκις καὶ παρʼ ἐμοῦ τοιούτους λόγους ἤκουσεν, ὡς χρὴ τοὺς πολιτευομένους καὶ βουλομένους ἀρέσκειν προαιρεῖσθαι μὲν τῶν τε πράξεων τὰς ὠφελιμωτάτας καὶ βελτίστας καὶ τῶν λόγων τοὺς ἀληθεστάτους καὶ δικαιοτάτους, οὐ μὴν ἀλλὰ κἀκεῖνο παρατηρεῖν καὶ σκοπεῖν, ὅπως ἐπιχαρίτως καὶ φιλανθρώπως ἅπαντα φανήσονται καὶ λέγοντες καὶ πράττοντες, ὡς οἱ τούτων ὀλιγωροῦντες ἐπαχθέστεροι καὶ βαρύτεροι δοκοῦσιν εἶναι τοῖς συμπολιτευομένοις.

事实上,他也屡次从我这里听到这样的话:那些从事城邦政治并希望取悦民众的人,固然应当在行动中选取最有利、最良善者,在言论中选取最真实、最公道者,但也绝不可不留心观察并考量这一点,即在言语和行事各方面如何显得亲和友善,因为忽视这些的人在同城公民眼中会显得愈发难以容忍且沉重不堪。

§133

“ὁρᾷς δὲ τὴν φύσιν τὴν τῶν πολλῶν ὡς διάκειται πρὸς τὰς ἡδονάς,3 καὶ διότι μᾶλλον φιλοῦσι τοὺς πρὸς χάριν ὁμιλοῦντας ἢ τοὺς εὖ ποιοῦντας, καὶ τοὺς μετὰ φαιδρότητος καὶ φιλανθρωπίας φενακίζοντας ἢ τοὺς μετʼ ὄγκου καὶ σεμνότητος ὠφελοῦντας. ὧν οὐδέν σοι μεμέληκεν, ἀλλʼ ἢν ἐπιεικῶς τῶν ἔξω πραγμάτων ἐπιμεληθῇς, οἴει σοι καὶ τοὺς ἐνθάδε πολιτευομένους καλῶς ἕξειν.

“你看到大众的本性是如何倾向于享乐,以及他们更喜爱曲意迎合之辈,胜于施予恩惠之人;更喜爱满脸堆笑、故作友善的欺瞒者,胜于仪态威严、庄重肃穆的造福者。你对这些全然不放在心上,反倒以为只要将外部事务处理得当,城邦中主政的人也会对你心怀善意。

§134

τὸ δʼ οὐχ οὕτως ἀλλὰ τοὐναντίον φιλεῖ συμβαίνειν. ἢν γὰρ τούτοις ἀρέσκῃς, ἅπαν ὅ τι ἂν πράξῃς οὐ πρὸς τὴν ἀλήθειαν κρινοῦσιν ἀλλὰ πρὸς τὸ σοὶ συμφέρον ὑπολήψονται, καὶ τὰ μὲν ἁμαρτανόμενα παρόψονται, τὸ δὲ κατορθωθὲν οὐρανόμηκες ποιήσουσιν· ἡ γὰρ εὔνοια πάντας οὕτω διατίθησιν.

然而实情并非如此,相反的事情反倒常常发生。因为你若能取悦他们,无论你做何事,他们都不会按实情评判,而会从有利于你的角度去领会;他们会忽视你的过失,而把你的成就捧上云霄;因为善意能使所有人都抱持这种态度。

§135

“ἣν σὺ τῇ μὲν πόλει παρὰ τῶν ἄλλων ἐκ παντὸς τρόπου κτήσασθαι ζητεῖς, ἡγούμενος μέγιστον εἶναι τῶν ἀγαθῶν, αὐτὸς δὲ σαυτῷ παρὰ τῆς πόλεως οὐκ οἴει δεῖν τὴν αὐτὴν ταύτην παρασκευάζειν, ἀλλὰ πλείστων ἀγαθῶν αἴτιος γεγενημένος χεῖρον διάκεισαι τῶν οὐδὲν ἄξιον λόγου διαπεπραγμένων.

对于这种善意,你千方百计为城邦向他邦求取,认为它是最大的善果,你自己却不认为有必要从城邦中为自身谋得同样的善意;结果,你虽是诸多最大功德的创立者,境遇反倒不如那些未曾立下寸功之人。

§136

“εἰκότως· οἱ μὲν γὰρ τοὺς ῥήτορας καὶ τοὺς ἐν τοῖς ἰδίοις συλλόγοις λογοποιεῖν δυναμένους καὶ πάντα προσποιουμένους εἰδέναι θεραπεύουσι, σὺ δʼ οὐ μόνον ἀμελεῖς, ἀλλὰ καὶ πολεμεῖς τοῖς μέγιστον ἀεὶ δυναμένοις αὐτῶν. “καί τοι πόσους οἴει διὰ τὰς τούτων ψευδολογίας τοὺς μὲν συμφοραῖς περιπεπτωκέναι, τοὺς δʼ ἀτίμους εἶναι; πόσους δὲ τῶν προγεγενημένων ἀνωνύμους εἶναι; πολὺ σπουδαιοτέρους καὶ πλέονος ἀξίους γεγενημένους τῶν ᾀδομένων καὶ τραγῳδουμένων;

这原是理所当然的;因为那些人极力讨好演说家,讨好那些能在私人聚会中编造言论并装作无所不知的人,而你不仅忽视他们,甚至还与他们当中各个时期最有权势的人对抗。然而,你以为因着这些人的谎言与诬告,有多少人陷入灾难,又有多少人丧失了公民权?在往昔之人中,又有多少人比那些被歌咏、被编入悲剧的人远为卓越且更有价值,如今却默默无闻?

§137

ἀλλʼ οἱ μέν, οἶμαι, ποιητῶν ἔτυχον καὶ λογοποιῶν, οἱ δʼ οὐκ ἔσχον τοὺς ὑμνήσοντας. ἢν οὖν ἐμοὶ πείθῃ καὶ νοῦν ἔχῃς, οὐ καταφρονήσεις τῶν ἀνδρῶν τούτων, οἷς τὸ πλῆθος εἴθισται πιστεύειν οὐ μόνον περὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν ἀλλὰ καὶ περὶ ὅλων τῶν πραγμάτων, ἀλλʼ ἐπιμέλειάν τινα ποιήσει καὶ θεραπείαν αὐτῶν, ἵνʼ εὐδοκιμήσῃς διʼ ἀμφότερα, καὶ διὰ τὰς σαυτοῦ πράξεις καὶ διὰ τοὺς τούτων λόγους.”

我想,那是因为后者遇上了诗人和文人,而前者却没有人来加以颂扬。因此,你若听从我并且明智的话,就不该蔑视这些不仅在单个公民之事上、而且在全部城邦事务上都被大众惯常信任的人,而当对他们施以关注和结纳,好让你能凭借这二者——既凭你自身的勋绩,也藉他们的言论——赢得崇高的声望。”

语法注3 条
  1. 129εἰ τοσαύτας μὲν πόλεις ἑλόντα μηδεμίαν δʼ ἀπολέσαντα περὶ προδοσίας ἔκρινε

    连词 εἰ 跟在表示惊讶与责难的词语(θαυμάζειν, κατηγορίαν εἶναι)之后,在此并非表示假设,而是引出一个表达既成事实的原由从句(“既然……/鉴于……”)。分词 ἑλόντα 与 ἀπολέσαντα 为阳性单数宾格,与 ἔκρινε 省略的宾语(蒂莫特奥斯)在语法上保持一致。

  2. 130ἀλλὰ καὶ Τιμόθεος μέρος τι συμβεβλημένος τοῦ μὴ κατὰ τρόπον γνωσθῆναι περὶ αὐτῶν

    此处承前省略了谓语动词 εὑρεθήσεται,阳性单数主格完成时分词 συμβεβλημένος 与前文的 γεγενημένον 并列,同作 εὑρεθήσεται 的补充成分(补充分词)。冠词属格不定词 τοῦ μὴ κατὰ τρόπον γνωσθῆναι 依附于 συμβεβλημένος,表示其所分担责任的结果或关联(“对未能得到恰当判决这一结果负有部分责任”)。

  3. 133ὁρᾷς δὲ τὴν φύσιν τὴν τῶν πολλῶν ὡς διάκειται πρὸς τὰς ἡδονάς

    先取句法(prolepsis):从属节的逻辑主语(τὴν φύσιν τὴν τῶν πολλῶν)被提前作为主句动词 ὁρᾷς 的直接宾语,置于宾格。句义上相当于“你看到大众的本性是如何倾向于享乐的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:129-137