- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:120-128
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐述了蒂莫特奥斯不仅擅长筹措给养克服困境,更以宽和、信义而非威吓来对待诸邦及被征服者,从而为雅典赢得了希腊各邦的赞誉与敬仰。
ἔτι τοίνυν πρὸς τούτοις ἀπορίας ἐνεγκεῖν στρατοπέδου καὶ πενίας, καὶ πάλιν εὐπορίας εὑρεῖν, τίς οὐκ ἂν τῶν συνεστρατευμένων πρὸς ἀμφότερα ταῦτα διαφέρειν ἐκεῖνον προκρίνειεν; συνίσασι γὰρ αὐτῷ κατὰ μὲν ἀρχὰς τῶν πολέμων διὰ τὸ μηδὲν παρὰ τῆς πόλεως λαμβάνειν εἰς τὰς ἐσχάτας ἐνδείας καθιστάμενον, ἐκ δὲ τούτων εἰς τοῦτο τὰ πράγματα περιιστάναι δυνάμενον, ὥστε καὶ τῶν πολεμίων περιγίγνεσθαι καὶ τοῖς στρατιώταις ἐντελεῖς ἀποδιδόναι τοὺς μισθούς.
此外,对于忍受军队的匮乏与贫窘,并能再度筹得补给,凡与他一同出征过的人,谁不会判定他在这一出一进两方面皆出类拔萃呢?因为他们深知,在战争初期,由于没有从城邦得到任何资助,他曾陷入极度的困厄,却能扭转局势,乃至既克敌制胜,又向士兵们全额发放了军饷。
οὕτω τοίνυν τούτων μεγάλων ὄντων καὶ σφόδρα κατεπειγόντων, ἐπὶ τοῖς ἐχομένοις δικαίως ἄν τις αὐτὸν ἔτι μᾶλλον ἐπαινέσειεν. ὁρῶν γὰρ ὑμᾶς τούτους μόνους ἄνδρας νομίζοντας, τοὺς ἀπειλοῦντας καὶ τοὺς ἐκφοβοῦντας τὰς ἄλλας πόλεις καὶ τοὺς ἀεί τι νεωτερίζοντας ἐν τοῖς συμμάχοις, οὐκ ἐπηκολούθησε ταῖς ὑμετέραις γνώμαις, οὐδʼ ἠβουλήθη βλάπτων τὴν πόλιν εὐδοκιμεῖν, ἀλλὰ τοῦτʼ ἐφιλοσόφει καὶ τοῦτʼ ἔπραττεν, ὅπως μηδεμία τῶν πόλεων αὐτὸν φοβήσεται τῶν Ἑλληνίδων, ἀλλὰ πᾶσαι θαρρήσουσι πλὴν τῶν ἀδικουσῶν.
既然这些品质既重大又极其迫切,人们凭着其随后的行事,理当对他给予更高的赞誉。因为他看到你们只将那些威胁和恐吓其他城邦、并且总在盟友中挑起变乱的人视为大丈夫,他却没有随顺你们的意见,也不愿以损害城邦为代价来博取虚名,反而致力于深思与践行这一目标:让所有的希腊城邦都不必畏惧他,除了作恶的城邦之外,所有城邦都能感到安心。
ἠπίστατο γὰρ τούς τε δεδιότας ὅτι μισοῦσι1 διʼ οὓς ἂν τοῦτο πεπονθότες τυγχάνωσι, τήν τε πόλιν διὰ μὲν τὴν φιλίαν τὴν τῶν ἄλλων εὐδαιμονεστάτην καὶ μεγίστην γενομένην, διὰ δὲ τὸ μῖσος μικρὸν ἀπολιποῦσαν τοῦ μὴ ταῖς ἐσχάταις συμφοραῖς περιπεσεῖν.2 ὧν ἐνθυμούμενος τῇ μὲν δυνάμει τῇ τῆς πόλεως τοὺς πολεμίους κατεστρέφετο, τῷ δʼ ἤθει τῷ αὑτοῦ τὴν εὔνοιαν τὴν τῶν ἄλλων προσήγετο, νομίζων τοῦτο στρατήγημα μεῖζον εἶναι καὶ κάλλιον ἢ πολλὰς πόλεις ἑλεῖν καὶ πολλάκις νικῆσαι μαχόμενος.
因为他深知,心怀畏惧之人必会仇恨令其产生恐惧的人;城邦因获得他人的友谊而达到至盛至大,却因招致仇恨而险些陷入万劫不复的灾祸。考虑到这些,他以城邦的力量征服敌人,却以自身的品德赢取他人的善意,认为这比起攻取诸多城邦和在战场上屡屡获胜,是更为伟大而优良的将帅谋略。
οὕτω δʼ ἐσπούδαζε περὶ τὸ μηδεμίαν τῶν πόλεων μηδὲ μικρὰν ὑποψίαν περὶ αὐτοῦ λαβεῖν ὡς ἐπιβουλεύοντος, ὥσθʼ ὁπότε μέλλοι τινὰ παραπλεῖν τῶν μὴ τὰς συντάξεις διδουσῶν, πέμψας προηγόρευε τοῖς ἄρχουσιν, ἵνα μὴ πρὸ τῶν λιμένων ἐξαίφνης ὀφθεὶς εἰς θόρυβον καὶ ταραχὴν αὐτοὺς καταστήσειεν.
他如此极力避免让任何城邦对他产生哪怕一丝企图图谋不轨的怀疑,以致于每当他将要航经那些未缴纳分担金的城邦时,他都会预先派遣使者通报其长官,免得突兀出现在港口前,使他们陷入惊恐与混乱。
εἰ δὲ τύχοι καθορμισθεὶς πρὸς τὴν χώραν, οὐκ ἂν ἐφῆκε3 τοῖς στρατιώταις ἁρπάζειν καὶ κλέπτειν καὶ πορθεῖν τὰς οἰκίας, ἀλλὰ τοσαύτην εἶχεν ἐπιμέλειαν ὑπὲρ τοῦ μηδὲν γίγνεσθαι τοιοῦτον, ὅσην περ οἱ δεσπόται τῶν χρημάτων· οὐ γὰρ τούτῳ προσεῖχε τὸν νοῦν, ὅπως ἐκ τῶν τοιούτων αὐτὸς εὐδοκιμήσει παρὰ τοῖς στρατιώταις, ἀλλʼ ὅπως ἡ πόλις παρὰ τοῖς Ἕλλησιν.
如果他碰巧在对方国土停泊靠岸,他绝不会放任士兵去洗劫、盗窃或摧残民居,而是像财产的主人自身那样,竭力确保不发生任何此类行径;因为他所关注的,不是如何通过纵容此类行为而在士兵中换取个人的欢心,而是如何让城邦在希腊人中赢得极高的声誉。
πρὸς δὲ τούτοις τὰς δοριαλώτους τῶν πόλεων οὕτω πράως διῴκει καὶ νομίμως ὡς οὐδεὶς ἄλλος τὰς συμμαχίδας, ἡγούμενος, εἰ τοιοῦτος ὢν φαίνοιτο περὶ τοὺς πολεμήσαντας, τὴν μεγίστην πίστιν ἔσεσθαι δεδωκὼς ὡς οὐδέποτʼ ἂν περί γε τοὺς ἄλλους ἐξαμαρτεῖν τολμήσειεν.
不仅如此,他以枪矛攻克的城邦,其治理之宽和守法,是其他人治理同盟城邦都未曾做到的;因为他认为,倘若他在交战过的敌人面前表现出这等风范,便能提供最充分的保证,证明自己绝不敢对其他城邦犯下暴行。
τοιγάρτοι διὰ τὴν δόξαν τὴν ἐκ τούτων γιγνομένην πολλαὶ τῶν πόλεων τῶν πρὸς ὑμᾶς δυσκόλως ἐχουσῶν ἀναπεπταμέναις αὐτὸν ἐδέχοντο ταῖς πύλαις· ἐν αἷς ἐκεῖνος οὐδεμίαν ταραχὴν ἐποίησεν, ἀλλʼ ὥσπερ οἰκουμένας αὐτὰς εἰσιὼν κατέλαβεν, οὕτως ἐξιὼν κατέλειπεν.
正因如此,凭借由此而生的崇高声誉,许多原本对你们心怀芥蒂的城邦都敞开大门迎接他;在这些城邦中,他未曾引发任何骚乱,进入时居民是如何安居生息,他离开时便原样留存。
κεφάλαιον δὲ πάντων τούτων· εἰθισμένων γὰρ τὸν ἄλλον χρόνον πολλῶν γίγνεσθαι καὶ δεινῶν ἐν τοῖς Ἕλλησιν, ἐπὶ τῆς ἐκείνου στρατηγίας οὐδεὶς ἂν οὔτʼ ἀναστάσεις εὕροι γεγενημένας οὔτε πολιτειῶν μεταβολὰς οὔτε σφαγὰς καὶ φυγὰς οὔτʼ ἄλλʼ οὐδὲν τῶν κακῶν τῶν ἀνηκέστων, ἀλλʼ οὕτως αἱ τοιαῦται συμφοραὶ κατʼ ἐκεῖνον τὸν χρόνον ἐλώφησαν, ὥστε μόνος ὧν ἡμεῖς μνημονεύομεν ἀνέγκλητον τὴν πόλιν τοῖς Ἕλλησι παρέσχε.
而这一切的纲领在于:在其他时代,希腊人当中屡见凶险可怖之事,而在他任将期间,人们却找不到任何屠城毁邑、政权更迭、屠杀流放,以及任何其他无可挽回的灾祸;在那个时期,此类灾难平息到了如此程度,以至于在我们记忆所及之人中,唯有他使城邦在全体希腊人面前无可指责。
καί τοι χρὴ στρατηγὸν ἄριστον νομίζειν οὐκ εἴ τις μιᾷ τύχῃ τηλικοῦτόν τι κατώρθωσεν ὥσπερ Λύσανδρος, ὃ μηδενὶ τῶν ἄλλων διαπράξασθαι συμβέβηκεν, ἀλλʼ ὅστις ἐπὶ πολλῶν καὶ παντοδαπῶν καὶ δυσκόλων πραγμάτων ὀρθῶς ἀεὶ πράττων καὶ νοῦν ἐχόντως διατετέλεκεν· ὅπερ Τιμοθέῳ συμβέβηκεν.
然而,人们评判最优秀的将领,不应依据是否有人凭一时的侥幸立下了如吕珊德那般他人未曾成就的奇功,而应依据谁能在纷繁多样且艰难险阻的境遇中,始终行事端正且深具远虑;而这正是蒂莫特奥斯所做到的。
- 122τούς τε δεδιότας ὅτι μισοῦσι
提前宾语结构(prolepsis):本应作为从属从句(ὅτι 从句)主语的“心怀畏惧之人”(τοὺς δεδιότας),被提前并置于支配动词 ἠπίστατο 的宾格位置。这与下文同样以宾格形式带分词短语(γενομένην, ἀπολιποῦσαν)出现的 τήν τε πόλιν 构成了匀称的对应。
- 122μικρὸν ἀπολιποῦσαν τοῦ μὴ ταῖς ἐσχάταις συμφοραῖς περιπεσεῖν
惯用句型 μικρὸν ἀπολείπω τοῦ μὴ 接不定式,字面意为“与不陷入……相差无几”,即“险些陷入……”或“几乎遭受……”。在表示阻碍、免除或欠缺的动词后带属格不定式时,否定词 μή 属于冗余赘加(pleonastic negative)。
- 124εἰ δὲ τύχοι καθορμισθεὶς πρὸς τὴν χώραν, οὐκ ἂν ἐφῆκε
表示过去反复行为的条件句:条件从句使用祈愿语气(τύχοι),表示过去不确定的反复情况(“万一/每当碰巧……”),归结句则使用 ἄν 加上不定过去式直陈语气(οὐκ ἂν ἐφῆκε),表达过去习惯性、重复性的结果(“他决不会允许……”)。
