← 伊索克拉底

交换财产诉讼

§111-119

蒂莫特奥斯的战功与真正将才的智谋

演说者陈述了蒂莫特奥斯以微薄开支攻取萨摩斯、波提代亚等多座城邦的辉煌战功,并论证他并非单纯体魄强健的雇佣兵武夫,而是在外交决断与兵力部署谋划上真正卓有远见的统帅。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§111

μετὰ δὲ ταύτας τὰς πράξεις ἐπὶ Σάμον στρατεύσας, ἣν Περικλῆς ὁ μεγίστην ἐπὶ σοφίᾳ καὶ δικαιοσύνῃ καὶ σωφροσύνῃ δόξαν εἰληφὼς ἀπὸ διακοσίων νεῶν καὶ χιλίων ταλάντων1 κατεπολέμησε, ταύτην οὔτε πλέον οὔτʼ ἔλαττον παρʼ ὑμῶν λαβὼν οὔτε παρὰ τῶν συμμάχων ἐκλέξας, ἐν δέκα μησὶν ἐξεπολιόρκησεν ὀκτακισχιλίοις πελτασταῖς καὶ τριήρεσι τριάκοντα, καὶ τούτοις ἅπασιν ἐκ τῆς πολεμίας τὸν μισθὸν ἀπέδωκε.

在这些功绩之后,他出兵萨摩斯;昔日以智慧、正义与节制享负极高声望的伯里克利曾动用两百艘战船和一千塔兰同才征服该岛,而〔蒂莫特奥斯〕既未从你们这里多取或少取分文,也未向盟友征集资财,仅用八千轻盾兵和三十艘三列桨座战船,在十个月内将其围困攻克,并从敌境中为所有这些人筹付了薪饷。

§112

καί τοι τοιοῦτον ἔργον ἄν τις ἄλλος φανῇ πεποιηκώς, ὁμολογῶ ληρεῖν, ὅτι διαφερόντως ἐπαινεῖν ἐπιχειρῶ τὸν οὐδὲν περιττότερον τῶν ἄλλων διαπεπραγμένον. ἐντεῦθεν τοίνυν ἀναπλεύσας Σηστὸν καὶ Κριθώτην ἔλαβε, καὶ τὸν ἄλλον χρόνον ἀμελουμένης Χερρονήσου προσέχειν ὑμᾶς αὐτῇ τὸν νοῦν ἐποίησε. τὸ δὲ τελευταῖον Ποτίδαιαν, εἰς ἣν ἡ πόλις τετρακόσια καὶ δισχίλια τάλαντα τὸ πρότερον ἀνήλωσε, ταύτην εἷλεν ἀπὸ τῶν χρημάτων ὧν αὐτὸς ἐπόρισε καὶ τῶν συντάξεων τῶν ἀπὸ Θρᾴκης· καὶ προσέτι Χαλκιδεῖς ἅπαντας κατεπολέμησεν. εἰ δὲ δεῖ μὴ καθʼ ἕκαστον ἀλλὰ διὰ βραχέων εἰπεῖν, τεττάρων καὶ εἴκοσι πόλεων κυρίους ὑμᾶς ἐποίησεν ἐλάττω δαπανήσας ὧν2 οἱ πατέρες ἡμῶν εἰς τὴν Μηλίων πολιορκίαν ἀνήλωσαν.

确实,如果显明有任何其他人曾立下此等功绩,我便承认自己是在胡言乱语,因为我竟试图格外赞颂一个所作所为并不比别人更出众的人。随后,他从那里起航,攻占了塞斯托斯与克里托特,并使你们把注意力投向了此前一直被忽视的赫尔松尼苏斯。最后,关于波提代亚,城邦从前曾在此耗费了两千四百塔兰同,他却凭借自己筹集的资金以及来自色雷斯的贡金攻克了该城;此外,他还征服了所有的卡尔基底亚人。如果不必逐一细述而简短道来,他所耗费的资财少于我们的先辈在围攻米洛斯岛时所花费的数额,却使你们成为了二十四座城邦的主人。

§114

ἠβουλόμην δʼ ἄν,3ὥσπερ ἐξαριθμῆσαι τὰς πράξεις ῥᾴδιον γέγονεν, οὕτως οἷόν τʼ εἶναι συντόμως δηλῶσαι τοὺς καιροὺς ἐν οἷς ἕκαστα τούτων ἐπράχθη, καὶ τὰ τῆς πόλεως ὡς εἶχε, καὶ τὴν τῶν πολεμίων δύναμιν· πολὺ γὰρ ἂν ὑμῖν αἵ τʼ εὐεργεσίαι μείζους κἀκεῖνος πλείονος ἄξιος ἔδοξεν εἶναι. νῦν δὲ ταῦτα μὲν ἐάσω διὰ τὸ πλῆθος.

正如列举他的战功轻而易举一样,我真希望能够简明地揭示出每一项战功得以实现的各次时机、城邦当时处于何等境况、以及敌人的力量如何;因为那样一来,你们眼中的恩德便会巨大得多,他本人也会显得值得多得多的赞赏。然而眼下,由于内容过于繁多,我暂且略过这些。

§115

ἡγοῦμαι δʼ ὑμᾶς ἡδέως ἂν ἀκοῦσαι διὰ τί ποτε τῶν μὲν εὐδοκιμούντων ἀνδρῶν παρʼ ὑμῖν καὶ πολεμικῶν εἶναι δοκούντων οὐδὲ κώμην ἔνιοι λαβεῖν ἠδυνήθησαν, Τιμόθεος δʼ οὔτε τὴν τοῦ σώματος φύσιν ἔχων ἐρρωμένην οὔτʼ ἐν τοῖς στρατοπέδοις τοῖς πλανωμένοις κατατετριμμένος, ἀλλʼ ὁ μεθʼ ὑμῶν πολιτευόμενος τηλικαῦτα διεπράξατο τὸ μέγεθος. ἔστι δʼ ὁ λόγος ὁ περὶ τούτων φιλαπεχθήμων μέν, ῥηθῆναι δʼ οὐκ ἀσύμφορος. ἐκεῖνος γὰρ τούτῳ τῶν ἄλλων διήνεγκεν, ὅτι περὶ τῶν Ἑλληνικῶν καὶ συμμαχικῶν πραγμάτων καὶ τῆς ἐπιμελείας τῆς τούτων οὐ τὴν αὐτὴν ὑμῖν γνώμην εἶχεν. ὑμεῖς μὲν γὰρ χειροτονεῖτε στρατηγοὺς τοὺς εὐρωστοτάτους τοῖς σώμασι καὶ πολλάκις ἐν τοῖς ξενικοῖς στρατεύμασι γεγενημένους, ὡς διὰ τούτων διαπραξόμενοί τι τῶν δεόντων. ὁ δὲ τοῖς μὲν τοιούτοις λοχαγοῖς ἐχρῆτο καὶ ταξιάρχοις, αὐτὸς δὲ περὶ ταῦτα δεινὸς ἦν, περὶ ἅπερ χρὴ φρόνιμον εἶναι τὸν στρατηγὸν τὸν ἀγαθόν. Ἔστι δὲ ταῦτα τίνα δύναμιν ἔχοντα; δεῖ γὰρ οὐχ ἁπλῶς εἰπεῖν, ἀλλὰ σαφῶς φράσαι περὶ αὐτῶν. πρῶτον μὲν δύνασθαι γνῶναι πρὸς τίνας πολεμητέον καὶ τίνας συμμάχους ποιητέον· ἀρχὴ γὰρ αὕτη στρατηγίας ἐστίν, ἧς ἢν διαμάρτῃ τις, ἀνάγκη τὸν πόλεμον ἀσύμφορον καὶ χαλεπὸν καὶ περίεργον εἶναι.

但我认为,你们很乐意听一听,究竟为什么在你们当中享有声望且被认为骁勇善战的人里,有些人甚至连一座村庄都未能攻取,而蒂莫特奥斯既没有强健的体格天赋,也没有在四处漂泊的雇佣军营中饱经磨练,而是作为公民与你们生活在一起,却成就了规模如此宏大的伟业。论述这些事情固然容易招致怨恨,但说出来却并非无益。因为他与其他人不同之处正是在于:关于全希腊和同盟者的事务及其治理,他与你们并无相同的看法。因为你们选拔那些体魄最为健壮、并且屡屡效力于雇佣兵队伍的人为将军,以为通过这些人就能办成某些必要的事情;但他却将这样的人用作连长和步兵队长,他自己所精通的,正是优秀的将军应当具备智慧的那些方面。那么,这些方面具有怎样的效力呢?因为对此不能草草带过,而必须阐释清晰。首先,是要能够明辨应当与谁开战、与谁结盟;因为这是将帅之道的基础,若在这一点上犯错,战争便必然有害、艰难且劳而无功。

§118

περὶ τοίνυν τὴν τοιαύτην προαίρεσιν οὐ μόνον οὐδεὶς τοιοῦτος γέγονεν, ἀλλʼ οὐδὲ παραπλήσιος. ῥᾴδιον δʼ ἐξ αὐτῶν τῶν ἔργων γνῶναι· πλείστους γὰρ πολέμους ἄνευ τῆς πόλεως ἀνελόμενος, ἅπαντας τούτους κατώρθωσε καὶ δικαίως ἅπασι τοῖς Ἕλλησιν ἔδοξεν αὐτοὺς ποιήσασθαι. καί τοι τοῦ καλῶς βουλεύσασθαι τίς ἂν ἀπόδειξιν ἔχοι σαφεστέραν καὶ μείζω ταύτης παρασχέσθαι;

因此,在这样的大政抉择上,不仅从未有人能达到他那样的水平,甚至连接近他的也没有。从功绩本身便很容易看出这一点:因为他在没有动用城邦资助的情况下承担了极多的战争,却将所有这些战争引向胜利,并在全体希腊人看来正当地进行了这些战争。试问,对于善于谋划,谁还能提供比这更明白、更重大的证据呢?

§119

δεύτερον τί προσήκει τὸν στρατηγὸν τὸν ἀγαθόν;4 στρατόπεδον συναγαγεῖν ἁρμόττον τῷ πολέμῳ τῷ παρόντι, καὶ τοῦτο συντάξαι καὶ χρήσασθαι συμφερόντως. ὡς μὲν τοίνυν ἠπίστατο χρῆσθαι καλῶς, αἱ πράξεις αὐταὶ δεδηλώκασιν· ὡς δὲ καὶ πρὸς τὸ παρασκευάσασθαι μεγαλοπρεπῶς καὶ τῆς πόλεως ἀξίως ἁπάντων διήνεγκεν, οὐδὲ τῶν ἐχθρῶν οὐδεὶς ἂν ἄλλως εἰπεῖν τολμήσειεν.

其次,优秀的将军理应做到什么?集结一支适合当前战争的军队,加以编整并有利地加以使用。至于他懂得如何妥善指挥,他的战功本身已经证明;而至于在以宏伟且配得上城邦的方式进行备战方面他也超越了所有人,哪怕是敌人当中也绝无人敢说出相反的话。

语法注4 条
  1. 111ἀπὸ διακοσίων νεῶν καὶ χιλίων ταλάντων

    介词 ἀπό 支配属格,在此表示用于军事行动的“资力、资金来源或动用的兵力储备”(即“凭借/耗费两百艘战船与一千塔兰同”)。后文的 ἀπὸ τῶν χρημάτων ὧν αὐτὸς ἐπόρισε 亦为此用法。

  2. 113ἐλάττω δαπανήσας ὧν

    比较级 ἐλάττω(“更少”)之后接比较属格结构,其中先行词被省略,关系代词发生了格的吸引:其底层结构为 ἐλάττω [τούτων] ἃ...,先行词 τούτων 被省去,原本作宾语的关系代词 ἅ 被吸引为比较属格 ὧν。

  3. 114ἠβουλόμην δʼ ἄν

    未完成过去时加 ἄν 表示无法实现的愿望或非真实条件构想(“我本希望……[但事实上不能]”)。它与后文的 νῦν δὲ...(“然而眼下……”)呼应,鲜明地对比了理想情况与现实限制。

  4. 119δεύτερον τί προσήκει τὸν στρατηγὸν τὸν ἀγαθόν;

    非人称动词 προσήκει 通常搭配与格,但在此处支配“宾格加不定式”结构;宾格短语 τὸν στρατηγὸν τὸν ἀγαθόν 充当下文直接给出的回答用不定式(συναγαγεῖν, συντάξαι, χρήσασθαι)的逻辑主语。疑问代词 τί 为 προσήκει 的语法主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:111-119