← 伊索克拉底

论和平

§99-106

斯巴达的暴政与留克特拉战败的必然性

作者列举了斯巴达在掌握海上霸权后对希腊各地的军事侵略与暴行,指出留克特拉之败并非偶然而是其早期恶行的必然结果。进而论述霸权与无度权力必将腐蚀拥有者并招致毁灭,雅典与斯巴达皆因执掌霸权而经历了相仿的盛极而衰与苦难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§99

οὐκ ἐξήρκεσε δʼ αὐτοῖς ταῦτʼ ἐξαμαρτεῖν, ἀλλὰ περὶ τοὺς αὐτοὺς χρόνους ἐπόρθουν μὲν τὴν ἤπειρον, ὕβριζον δὲ τὰς νήσους, ἀνῄρουν δὲ τὰς ἐν Ἰταλίᾳ καὶ Σικελίᾳ πολιτείας καὶ τυράννους καθίστασαν, ἐλυμαίνοντο δὲ τὴν Πελοπόννησον καὶ μεστὴν στάσεων καὶ πολέμων ἐποίησαν. ἐπὶ ποίαν γὰρ τῶν πόλεων οὐκ ἐστράτευσαν; ἢ περὶ τίνας αὐτῶν οὐκ ἐξήμαρτον;

他们不仅不以犯下这些罪行为满足,而且在差不多同一时期,蹂躏大陆,侵凌海岛,推翻意大利和西西里的政制并设立僭主,残害伯罗奔尼撒并使其充斥着内讧与战火。试问他们未曾向哪座城邦出兵征伐?又对其中哪座城邦未曾犯下罪行?

§100

οὐκ Ἠλείων μὲν μέρος τι τῆς χώρας ἀφείλοντο, τὴν δὲ γῆν τὴν Κορινθίων ἔτεμον, Μαντινέας δὲ διῴκισαν, Φλιασίους δʼ ἐξεπολιόρκησαν, εἰς δὲ τὴν Ἀργείων εἰσέβαλον, οὐδὲν δʼ ἐπαύσαντο τοὺς μὲν ἄλλους κακῶς ποιοῦντες, αὑτοῖς δὲ τὴν ἧτταν τὴν ἐν Λεύκτροις παρασκευάζοντες; ἥν φασί τινες αἰτίαν γεγενῆσθαι τῇ Σπάρτῃ τῶν κακῶν, οὐκ ἀληθῆ λέγοντες· οὐ γὰρ διὰ ταύτην ὑπὸ τῶν συμμάχων ἐμισήθησαν, ἀλλὰ διὰ τὰς ὕβρεις τὰς ἐν τοῖς ἔμπροσθεν χρόνοις καὶ ταύτην ἡττήθησαν1 καὶ περὶ τῆς αὑτῶν ἐκινδύνευσαν.

难道他们不是侵夺了厄利斯人的一部分领土,蹂躏了科林斯人的土地,拆散曼提尼亚人使其散居,围困迫降了弗利乌斯人,并侵入了阿哥斯人的疆域吗?他们从未停止祸害他人,同时却为自己招致了留克特拉的惨败。有人声称这场溃败是斯巴达诸般灾祸的起因,但他们说的并非实情;因为他们并不是因为这次失败才遭到盟友的憎恨,而是由于以往岁月里的种种狂暴专横,他们才既遭受了这一溃败,又使自己的本土陷入存亡危机。

§101

χρὴ δὲ τὰς αἰτίας ἐπιφέρειν οὐ τοῖς κακοῖς τοῖς ἐπιγιγνομένοις, ἀλλὰ τοῖς πρώτοις τῶν ἁμαρτημάτων, ἐξ ὧν ἐπὶ τὴν τελευτὴν ταύτην κατηνέχθησαν. ὥστε πολὺ ἄν τις ἀληθέστερα τυγχάνοι λέγων, εἰ φαίη τότε τὴν ἀρχὴν αὐτοῖς γεγενῆσθαι τῶν συμφορῶν, ὅτε τὴν ἀρχὴν τῆς θαλάττης παρελάμβανον· ἐκτῶντο γὰρ δύναμιν οὐδὲν ὁμοίαν τῇ πρότερον ὑπαρχούσῃ.

人们应当把原因归咎于最初的过错,而非随后发生的不幸,正是这些最初的过错使他们沦落到这般结局。因此,如果有人说,他们的灾难之始恰恰是在他们接掌海上霸权之时,那么这话就要真实得多了;因为他们当时所获取的力量,与先前原本拥有的力量绝无相似之处。

§102

διὰ μὲν γὰρ τὴν κατὰ γῆν ἡγεμονίαν καὶ τὴν εὐταξίαν καὶ τὴν καρτερίαν τὴν ἐν αὐτῇ μελετωμένην ῥᾳδίως τῆς κατὰ θάλατταν δυνάμεως ἐπεκράτησαν, διὰ δὲ τὴν ἀκολασίαν τὴν ὑπὸ ταύτης τῆς ἀρχῆς αὐτοῖς ἐγγενομένην ταχέως κἀκείνης τῆς ἡγεμονίας ἀπεστερήθησαν. οὐ γὰρ ἔτι τοὺς νόμους ἐφύλαττον οὓς παρὰ τῶν προγόνων παρέλαβον, οὐδʼ ἐν τοῖς ἤθεσιν ἔμενον οἷς πρότερον εἶχον, ἀλλʼ ὑπολαβόντες ἐξεῖναι ποιεῖν αὑτοῖς ὅ τι ἂν βουληθῶσιν, εἰς πολλὴν ταραχὴν κατέστησαν. οὐ γὰρ ᾔδεσαν τὴν ἐξουσίαν ἧς πάντες εὔχονται τυχεῖν, ὡς δύσχρηστός ἐστιν,2 οὐδʼ ὡς παραφρονεῖν ποιεῖ τοὺς ἀγαπῶντας αὐτήν, οὐδʼ ὅτι τὴν φύσιν ὁμοίαν ἔχει ταῖς ἑταίραις ταῖς ἐρᾶν μὲν αὑτῶν ποιούσαις, τοὺς δὲ χρωμένους ἀπολλυούσαις.

事实上,他们凭借陆上的领导权,以及在其中受过磨砺的严整纪律与坚韧耐力,轻而易举地制服了海上的势力;然而,由于这海上霸权在他们内部滋生的放肆无节,他们很快便连原有的陆上领导权也被剥夺殆尽。因为他们不再恪守从先祖那里继承的法律,也不再遵循从前所固有的习俗风尚,反倒以为自己可以为所欲为,从而陷入了极大的混乱。他们并不知道那人人都祈求获得的权柄究竟是多么难以驾驭,也不知道它如何使溺爱它的人丧失理智,更不知道它的本性犹如那些名妓,引诱人爱慕她们,却毁灭了与她们亲近交游的人。

§104

καίτοι φανερῶς ἐπιδέδεικται ταύτην ἔχουσα τὴν δύναμιν· τοὺς γὰρ ἐν πλείσταις ἐξουσίαις γεγενημένους ἴδοι τις ἂν ταῖς μεγίσταις συμφοραῖς περιπεπτωκότας, ἀρξαμένους ἀφʼ ἡμῶν καὶ Λακεδαιμονίων.3 αὗται γὰρ αἱ πόλεις καὶ πολιτευόμεναι πρότερον σωφρονέστατα καὶ δόξαν ἔχουσαι καλλίστην, ἐπειδὴ ταύτης ἔτυχον καὶ τὴν ἀρχὴν ἔλαβον, οὐδὲν ἀλλήλων διήνεγκαν, ἀλλʼ ὥσπερ προσήκει τοὺς ὑπὸ τῶν αὐτῶν ἐπιθυμιῶν καὶ τῆς αὐτῆς νόσου διεφθαρμένους, καὶ ταῖς πράξεσι ταῖς αὐταῖς ἐπεχείρησαν καὶ τοῖς ἁμαρτήμασι παραπλησίοις ἐχρήσαντο καὶ τὸ τελευταῖον ὁμοίαις ταῖς συμφοραῖς περιέπεσον.

然而,事实已昭然若揭地表明它拥有这种力量:因为人们可以看到,那些置身于最大权柄之中的人,最终都陷入了最深重的灾难,从我们自己和拉栖代梦人开始便是如此。这两个城邦先前治国最为审慎节制,享有最美好的声誉,可是一旦得到了这一权柄并执掌了霸权,彼此之间便毫无二致,正如对受到相同欲望与相同病症侵蚀之人而言理所当然的那样,他们企图从事同样的行径,犯下相仿的罪愆,最终也陷入了同样悲惨的境地。

§105

ἡμεῖς τε γὰρ μισηθέντες ὑπὸ τῶν συμμάχων καὶ περὶ ἀνδραποδισμοῦ κινδυνεύσαντες ὑπὸ Λακεδαιμονίων ἐσώθημεν, ἐκεῖνοί τε πάντων αὐτοὺς ἀπολέσαι βουληθέντων ἐφʼ ἡμᾶς καταφυγόντες διʼ ἡμῶν τῆς σωτηρίας ἔτυχον. καίτοι πῶς χρὴ τὴν ἀρχὴν ταύτην ἐπαινεῖν τὴν τὰς τελευτὰς οὕτω πονηρὰς ἔχουσαν; ἢ πῶς οὐ μισεῖν καὶ φεύγειν τὴν πολλὰ καὶ δεινὰ ποιεῖν ἀμφοτέρας τὰς πόλεις ἐπάρασαν καὶ παθεῖν ἀναγκάσασαν;

事实上,我们当初被同盟者怨恨,濒临沦为奴隶的危险时,曾为拉栖代梦人所拯救;而当所有人皆欲将他们毁灭时,他们投奔我们,也藉由我们获得了保全。然而,怎能去赞美这具有如此可悲结局的霸权呢?又怎能不去憎恨并躲避那唆使两个城邦做出许多可怖行径、又迫使它们承受同样恐怖苦难的力量呢?

§106

οὐκ ἄξιον δὲ θαυμάζειν, εἰ τὸν ἄλλον χρόνον ἐλάνθανεν ἅπαντας τοσούτων οὖσα κακῶν αἰτία τοῖς ἔχουσιν αὐτήν, οὐδʼ εἰ περιμάχητος ἦν ὑφʼ ἡμῶν καὶ Λακεδαιμονίων· εὑρήσετε γὰρ τοὺς πλείστους τῶν ἀνθρώπων περὶ τὰς αἱρέσεις τῶν πραγμάτων ἁμαρτάνοντας, καὶ πλείους μὲν ἐπιθυμίας ἔχοντας τῶν κακῶν ἢ τῶν ἀγαθῶν, ἄμεινον δὲ βουλευομένους ὑπὲρ τῶν ἐχθρῶν ἢ σφῶν αὐτῶν.

不过,如果说这霸权给持有者带来如此多的祸患,而在以往的一切岁月里却未被众人察觉,甚至成了我们与拉栖代梦人争夺的对象,这也并不足为奇;因为你们会发现,大多数人在对事物的抉择上往往犯错,对恶事的渴望胜过对善事的追求,为敌人谋划反而胜过为自己谋划。

语法注3 条
  1. 100καὶ ταύτην ἡττήθησαν

    ταύτην 以紧接在前的 ἧτταν(溃败)为先行词,在被动形式动词 ἡττήθησαν 下作内在宾格(同源宾格),意为“遭受了这一溃败”。它并非及物动词意义上的直接宾格,而是指明该失败事件本身的同源宾格用法。

  2. 103οὐ γὰρ ᾔδεσαν τὴν ἐξουσίαν ἧς πάντες εὔχονται τυχεῖν, ὡς δύσχρηστός ἐστιν

    此句属于先取结构(prolepsis)。从属从句(ὡς 从句)中逻辑上的主语 τὴν ἐξουσίαν 被提前并置于主句动词 ᾔδεσαν 的直接宾语位置。紧随其后的另外两个从句(οὐδʼ ὡς..., οὐδʼ ὅτι...)同样承接该名词短语并展开对其特性的说明。

  3. 104ἀρξαμένους ἀφʼ ἡμῶν καὶ Λακεδαιμονίων

    分词 ἀρξαμένους 在性、数、格上与前文的宾格短语 τοὺς... γεγενημένους(置身于最大权柄之中的人)相一致。它与介词 ἀπό 连用,构成习惯性的副词性表达,表示起点或举例,意为“从我们和拉栖代梦人开始”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:99-106