← 伊索克拉底

论和平

§91-98

僭主统治的弊害与斯巴达的没落

伊索克拉底将先辈节制的治理之道与后继者行僭主暴政的欲望相对比,指出后者给雅典招致了深重灾难;他进而指出,霸权本质上的败坏力量在斯巴达身上得到了证明,它迅速动摇了斯巴达维系长达七百年的稳定政体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§91

ὧν ἀμελήσαντες οἱ γενόμενοι μετʼ ἐκείνους οὐκ ἄρχειν ἀλλὰ τυραννεῖν ἐπεθύμησαν, ἃ δοκεῖ μὲν τὴν αὐτὴν ἔχειν δύναμιν, πλεῖστον δʼ ἀλλήλων κεχώρισται· τῶν μὲν γὰρ ἀρχόντων ἔργον ἐστὶ τοὺς ἀρχομένους ταῖς αὑτῶν ἐπιμελείαις ποιεῖν εὐδαιμονεστέρους, τοῖς δὲ τυράννοις ἔθος καθέστηκε τοῖς τῶν ἄλλων πόνοις καὶ κακοῖς αὑτοῖς ἡδονὰς παρασκευάζειν. ἀνάγκη δὲ τοὺς τοιούτοις ἔργοις ἐπιχειροῦντας τυραννικαῖς καὶ ταῖς συμφοραῖς περιπίπτειν, καὶ τοιαῦτα πάσχειν οἷά περ ἂν καὶ τοὺς ἄλλους δράσωσιν. ἃ καὶ τῇ πόλει συνέπεσεν·

后继之人背弃了这些原则,他们所渴求的不是治理,而是行僭主之暴政——这两者表面上看似具有相同的权力,实则彼此有着霄壤之别。因为统治者的职责乃是通过自身的关怀使受治者更为幸福,而僭主的惯例则是通过他人的劳苦和灾难为自己谋取享乐。那些企图从事此类行径的人,必然会陷入配得上僭主的灾难之中,并且遭受他们施加于他人的同样命运。而这正是降临在城邦身上的遭遇。

§92

ἀντὶ μὲν γὰρ τοῦ φρουρεῖν τὰς τῶν ἄλλων ἀκροπόλεις τῆς αὑτῶν ἐπεῖδον τοὺς πολεμίους κυρίους γενομένους· ἀντὶ δὲ τοῦ παῖδας ὁμήρους λαμβάνειν, ἀποσπῶντες ἀπὸ πατέρων καὶ μητέρων, πολλοὶ τῶν πολιτῶν ἠναγκάσθησαν τοὺς αὑτῶν ἐν τῇ πολιορκίᾳ χεῖρον παιδεύειν καὶ τρέφειν ἢ προσῆκεν αὐτοῖς· ἀντὶ δὲ τοῦ γεωργεῖν τὰς χώρας τὰς ἀλλοτρίας πολλῶν ἐτῶν οὐδʼ ἰδεῖν αὐτοῖς ἐξεγένετο τὴν αὑτῶν.

事实上,他们不但未能继续驻军于他国卫城,反而眼睁睁看着敌人成了自家卫城的主人;不但未能夺取他人的子女作为人质、使其骨肉分离,城邦的许多公民反而在包围之中被迫以劣于应有条件的水准来抚育教养自己的孩子;而且不仅未能耕种他人的土地,许多年里他们甚至无缘见到自己的国土。

§93

ὥστʼ εἴ τις ἡμᾶς ἐρωτήσειεν εἰ δεξαίμεθʼ ἂν τοσοῦτον χρόνον ἄξαντες τοιαῦτα παθοῦσαν τὴν πόλιν ἐπιδεῖν, τίς ἂν ὁμολογήσειε, πλὴν εἴ τις παντάπασιν ἀπονενοημένος ἐστὶ καὶ μήθʼ ἱερῶν μήτε γονέων μήτε παίδων μήτʼ ἄλλου μηδενὸς φροντίζει πλὴν τοῦ χρόνου μόνον τοῦ καθʼ ἑαυτόν; ὧν οὐκ ἄξιον τὴν διάνοιαν ζηλοῦν, ἀλλὰ πολὺ μᾶλλον τῶν πολλὴν πρόνοιαν ποιουμένων, καὶ μηδὲν ἧττον ὑπὲρ τῆς κοινῆς δόξης ἢ τῆς ἰδίας φιλοτιμουμένων, καὶ προαιρουμένων μέτριον βίον μετὰ δικαιοσύνης μᾶλλον ἢ μέγαν πλοῦτον μετʼ ἀδικίας.

因此,如果有人问我们,是否愿意以统治如此长久的时间为代价,来亲眼目睹城邦遭受这般苦难,又有谁会同意呢?除非是彻底丧失理智、对神圣礼法、父母、儿女以及除了自身一代的光阴之外的任何事物都毫无顾念之徒。这种人的心思是不值得羡慕的;相反,远更值得羡慕的,乃是那些深谋远虑、重视公共声誉丝毫不逊于自身私誉、宁愿选择伴随正义的节制生活而不愿选择伴随不义的巨额财富之人。

§94

καὶ γὰρ οἱ πρόγονοι τοιούτους αὑτοὺς παρασχόντες τήν τε πόλιν εὐδαιμονεστάτην τοῖς ἐπιγιγνομένοις παρέδοσαν καὶ τῆς αὑτῶν ἀρετῆς ἀθάνατον τὴν μνήμην κατέλιπον. ἐξ ὧν ἀμφότερα ῥᾴδιόν ἐστι καταμαθεῖν, καὶ τὴν χώραν ἡμῶν, ὅτι δύναται τρέφειν ἄνδρας ἀμείνους τῶν ἄλλων, καὶ τὴν καλουμένην μὲν ἀρχὴν οὖσαν δὲ συμφοράν, ὅτι πέφυκε χείρους ἅπαντας ποιεῖν τοὺς χρωμένους αὐτῇ.1

正因为先祖们展现出这般的品格,才将一个最为繁盛的城邦交付给后人,并为自己的德行留下了不朽的记忆。由此两件事便极易领会:关于我们的乡土,它能够育养出比其他邦国更优秀的男儿;关于那名为霸权实为灾难之物,其本性必然会使一切握有它的人变得更加败坏。

§95

μέγιστον δὲ τεκμήριον· οὐ γὰρ μόνον ἡμᾶς ἀλλὰ καὶ τὴν Λακεδαιμονίων πόλιν διέφθειρεν, ὥστε τοῖς εἰθισμένοις ἐπαινεῖν τὰς ἐκείνων ἀρετὰς οὐχ οἷόν τʼ ἐστὶν εἰπεῖν τοῦτον τὸν λόγον, ὡς ἡμεῖς μὲν διὰ τὸ δημοκρατεῖσθαι κακῶς ἐχρησάμεθα τοῖς πράγμασιν, εἰ δὲ Λακεδαιμόνιοι ταύτην τὴν δύναμιν παρέλαβον, εὐδαίμονας ἂν καὶ τοὺς ἄλλους καὶ σφᾶς αὐτοὺς ἐποίησαν. πολὺ γὰρ θᾶττον ἐν ἐκείνοις ἐπεδείξατο τὴν φύσιν τὴν αὑτῆς· τὴν γὰρ πολιτείαν ἣν ἐν ἑπτακοσίοις ἔτεσιν οὐδεὶς οἶδεν οὔθʼ ὑπὸ κινδύνων οὔθʼ ὑπὸ συμφορῶν κινηθεῖσαν, ταύτην ἐν ὀλίγῳ σαλεῦσαι καὶ λυθῆναι παρὰ μικρὸν ἐποίησεν.2

而最大的证据在于:此种霸权不仅毁灭了我们,也毁灭了拉栖代梦人的城邦;因此,那些惯于赞美斯巴达德行的人,便不可能再说出这番说辞,即:我们是因为实行民主政体才把国政弄得一团糟,如果拉栖代梦人接掌了这项大权,必定会让别人以及他们自己都享受到幸福。因为在他们身上,这项霸权更为迅速地暴露了自己的本性:那部在七百年间从未有人见过因危险或灾难而动摇的政体,霸权却在短时间内使其剧烈动摇,甚至几乎彻底解体。

§96

ἀντὶ γὰρ τῶν καθεστώτων παρʼ αὐτοῖς ἐπιτηδευμάτων τοὺς μὲν ἰδιώτας ἐνέπλησεν ἀδικίας, ῥᾳθυμίας, ἀνομίας, φιλαργυρίας, τὸ δὲ κοινὸν τῆς πόλεως ὑπεροψίας μὲν τῶν συμμάχων, ἐπιθυμίας δὲ τῶν ἀλλοτρίων, ὀλιγωρίας δὲ τῶν ὅρκων καὶ τῶν συνθηκῶν. τοσοῦτον γὰρ ὑπερεβάλοντο τοὺς ἡμετέρους τοῖς εἰς τοὺς Ἕλληνας ἁμαρτήμασιν, ὅσον πρὸς τοῖς πρότερον ὑπάρχουσι σφαγὰς καὶ στάσεις ἐν ταῖς πόλεσιν ἐποίησαν, ἐξ ὧν ἀειμνήστους τὰς ἔχθρας πρὸς ἀλλήλους ἕξουσιν.

因为霸权取代了他们原有的既定习俗,在私下里使公民充斥着不义、怠惰、非法与贪婪,在城邦公室中则充斥着对盟友的轻蔑、对他人财物的觊觎以及对誓言与和约的漠视。他们在危害希腊人方面超越我们前人之处何其深远:他们在原有的灾祸之上,还在诸邦挑起屠杀与内讧,使得〔人们〕将由此彼此怀有永世难忘的仇怨。

§97

οὕτω δὲ φιλοπολέμως καὶ φιλοκινδύνως διετέθησαν, τὸν ἄλλον χρόνον πρὸς τὰ τοιαῦτα πεφυλαγμένως μᾶλλον τῶν ἄλλων ἔχοντες, ὥστε οὐδὲ τῶν συμμάχων οὐδὲ τῶν εὐεργετῶν ἀπέσχοντο τῶν σφετέρων αὐτῶν, ἀλλὰ βασιλέως μὲν αὐτοῖς εἰς τὸν πρὸς ἡμᾶς πόλεμον πλέον ἢ πεντακισχίλια τάλαντα παρασχόντος, Χίων δὲ προθυμότατα πάντων τῶν συμμάχων τῷ ναυτικῷ συγκινδυνευσάντων, Θηβαίων δὲ μεγίστην δύναμιν εἰς τὸ πεζὸν συμβαλομένων, οὐκ ἔφθασαν τὴν ἀρχὴν κατασχόντες, καὶ Θηβαίοις μὲν εὐθὺς ἐπεβούλευσαν,3 ἐπὶ δὲ τὸν βασιλέα Κλέαρχον καὶ στρατιὰν ἀνέπεμψαν, Χίων δὲ τοὺς μὲν πρώτους τῶν πολιτῶν ἐφυγάδευσαν, τὰς δὲ τριήρεις ἐκ τῶν νεωρίων ἐξελκύσαντες ἁπάσας ὤχοντο λαβόντες.

他们变得如此好战且嗜险——而在以往岁月里他们对此类事物向来比别国更加谨慎——以至于连自己的盟友和恩人也不放过:波斯王曾为他们对我们作战提供超过五千塔兰同的资助,希俄斯人曾以舰队在全部盟友中最竭诚地与他们共担凶险,底比斯人也曾为陆军贡献了最庞大的军力,但斯巴达人刚一把控霸权,便立刻对底比斯人暗施阴谋,向波斯王派出克勒阿科斯及大军进犯,至于希俄斯人,他们则流放了其首要公民,将三列桨战船尽数从船坞中拖出并掠夺而去。

语法注3 条
  1. 94ἐξ ὧν ἀμφότερα ῥᾴδιόν ἐστι καταμαθεῖν, καὶ τὴν χώραν ἡμῶν, ὅτι δύναται τρέφειν ἄνδρας ἀμείνους τῶν ἄλλων, καὶ τὴν καλουμένην μὲν ἀρχὴν οὖσαν δὲ συμφοράν, ὅτι πέφυκε χείρους ἅπαντας ποιεῖν τοὺς χρωμένους αὐτῇ.

    前置先取结构(prolepsis)。名词短语(καὶ τὴν χώραν ἡμῶν... 与 καὶ τὴν καλουμένην μὲν ἀρχὴν...)作为不定式 καταμαθεῖν 的宾格宾语被提前提出,并在逻辑上充当随后两个 ὅτι 从句的主语,与前面的 ἀμφότερα 构成同位语关系。

  2. 95παρὰ μικρὸν ἐποίησεν

    习语 παρὰ μικρόν 意为“差一点、险些、几乎”。在此与致使动词 ἐποίησεν 以及不定式 σαλεῦσαι καὶ λυθῆναι 连用,表示霸权在短时间内使该政体动摇,“几乎使其彻底解体”。

  3. 98οὐκ ἔφθασαν τὴν ἀρχὴν κατασχόντες, καὶ Θηβαίοις μὲν εὐθὺς ἐπεβούλευσαν

    惯用句式 οὐ φθάνω +分词… καί,意为“刚一……就立刻……”。此处带有分词 κατασχόντες,表示斯巴达人“刚一掌握霸权,就立刻对底比斯人图谋不轨”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:91-98