- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:107-115
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出人们在国家大事与日常生活中往往愚蠢地舍好求坏,进而论证海上霸权与自取灭亡的僭主政体本质无异,痛斥雅典人盲目将其奉为至宝而看不到自身的双重标准。
καὶ ταῦτʼ ἴδοι τις ἂν ἐπὶ τῶν μεγίστων· τί γὰρ οὐχ οὕτω γέγονεν; οὐχ ἡμεῖς μὲν τοιαῦτα προῃρούμεθα πράττειν, ἐξ ὧν Λακεδαιμόνιοι δεσπόται τῶν Ἑλλήνων κατέστησαν, ἐκεῖνοι δʼ οὕτω κακῶς προὔστησαν τῶν πραγμάτων, ὥσθʼ ἡμᾶς οὐ πολλοῖς ἔτεσιν ὕστερον πάλιν ἐπιπολάσαι καὶ κυρίους γενέσθαι τῆς ἐκείνων σωτηρίας;
而在最重大的事务上人们也能看到这一点:事实上,有哪件事不是如此发生的呢?难道不是我们自己选择去从事那些致使拉栖代梦人成为全希腊主宰的作为,而他们却把事务处理得如此拙劣,以至于仅仅数年之后我们便重占上风,并成为决定他们存亡的主人吗?
οὐχ ἡ μὲν τῶν ἀττικιζόντων πολυπραγμοσύνη λακωνίζειν τὰς πόλεις ἐποίησεν, ἡ δὲ τῶν λακωνιζόντων ὕβρις ἀττικίζειν τὰς αὐτὰς ταύτας ἠνάγκασεν; οὐ διὰ μὲν τὴν τῶν δημηγορούντων πονηρίαν αὐτὸς ὁ δῆμος ἐπεθύμησε τῆς ὀλιγαρχίας τῆς ἐπὶ τῶν τετρακοσίων καταστάσης, διὰ δὲ τὴν τῶν τριάκοντα μανίαν ἅπαντες δημοτικώτεροι γεγόναμεν τῶν Φυλὴν καταλαβόντων;
难道不是亲雅典派的多管闲事使各城邦倒向亲斯巴达,而亲斯巴达派的狂暴专横又迫使这些相同的城邦重归亲雅典吗?难道不是由于那些蛊惑人心的演说家的奸恶,民众自身才渴望建立那在四百人统治下的寡头政体,又因为三十僭主的狂悖,我们所有人才变得比那些攻占斐勒的人更加坚决拥护民主吗?
ἀλλὰ γὰρ ἐπὶ τῶν ἐλαττόνων καὶ τοῦ βίου τοῦ καθʼ ἡμέραν ἐπιδείξειεν ἄν τις τοὺς πολλοὺς χαίροντας μὲν καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἐπιτηδευμάτων τοῖς καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν βλάπτουσιν, ἐπίπονα δὲ καὶ χαλεπὰ νομίζοντας ἀφʼ ὧν ἀμφότερα ταῦτʼ ἂν ὠφελοῖτο, καὶ καρτερικοὺς εἶναι δοκοῦντας τοὺς ἐν τούτοις ἐμμένοντας.
其实,在较小的事情和日常生活中,人们也能表明,大众往往喜爱有害于身体与心灵的食物与习惯,而把能使二者获益的事情视为辛劳艰苦,并且坚持这些事的人被视为坚忍之人。
οἵ τινες οὖν, ἐν οἷς ἀεὶ ζῶσι καὶ περὶ ὧν αὐτοῖς μᾶλλον μέλει, τὰ χείρω φαίνονται προαιρούμενοι,1 τί θαυμαστὸν εἰ περὶ τῆς ἀρχῆς τῆς κατὰ θάλατταν ἀγνοοῦσι καὶ μάχονται πρὸς ἀλλήλους, περὶ ἧς μηδεὶς πώποτε αὐτοῖς λογισμὸς εἰσῆλθεν;
那么,在他们终日生活其中、并且更为关心的事物上,尚且表现得舍好求坏,如果对于他们从未有过任何思虑的海上霸权一无所知、并为此彼此交战,又有什么值得惊异的呢?
ὁρᾶτε δὲ καὶ τὰς μοναρχίας τὰς ἐν ταῖς πόλεσι καθισταμένας, ὅσους ἔχουσι τοὺς ἐπιθυμητὰς καὶ τοὺς ἑτοίμους ὄντας ὁτιοῦν πάσχειν ὥστε κατασχεῖν αὐτάς· αἷς τί τῶν δεινῶν ἢ τῶν χαλεπῶν οὐ πρόσεστιν; οὐκ εὐθὺς ἐπειδὰν λάβωσι τὰς δυναστείας, ἐν τοσούτοις ἐμπεπλεγμένοι κακοῖς εἰσιν, ὥστʼ ἀναγκάζεσθαι πολεμεῖν μὲν ἅπασι τοῖς πολίταις, μισεῖν δʼ ὑφʼ ὧν οὐδὲν κακὸν πεπόνθασιν,2 ἀπιστεῖν δὲ τοῖς φίλοις καὶ τοῖς ἑταίροις τοῖς αὑτῶν, παρακατατίθεσθαι δὲ τὴν τῶν σωμάτων σωτηρίαν μισθοφόροις ἀνθρώποις, οὓς οὐδὲ πώποτʼ εἶδον, μηδὲν δʼ ἧττον φοβεῖσθαι τοὺς φυλάττοντας ἢ τοὺς ἐπιβουλεύοντας, οὕτω δʼ ὑπόπτως πρὸς ἅπαντας ἔχειν ὥστε μηδὲ τοῖς οἰκειοτάτοις θαρρεῖν πλησιάζοντας;
你们且看那些在各城邦中建立的僭主统治,它们拥有多少追求者,又有多少人甘愿承受任何痛苦去夺取它们;然而在这些统治中,又有哪一样可怕或沉重之事不曾附随其间呢?他们一旦夺得统治权,难道不是立即陷入重重灾难,以至于被迫向全体公民开战,仇恨那些未曾伤害过他们的人,猜忌自己的亲友与同伴,把自身性命的保全托付给素未谋面的雇佣兵,对护卫自己的人的恐惧不亚于对图谋暗算自己的人,对所有人充满戒心,甚至在走近最亲近的人时也无法安心吗?
εἰκότως· συνίσασι γὰρ τοὺς πρὸ αὑτῶν τετυραννευκότας τοὺς μὲν ὑπὸ τῶν γονέων ἀνῃρημένους, τοὺς δʼ ὑπὸ τῶν παίδων, τοὺς δʼ ὑπʼ ἀδελφῶν, τοὺς δʼ ὑπὸ γυναικῶν, ἔτι δὲ τὸ γένος αὐτῶν ἐξ ἀνθρώπων ἠφανισμένον. ἀλλʼ ὅμως ὑπὸ τοσαύτας τὸ πλῆθος συμφορὰς ἑκόντες σφᾶς αὐτοὺς ὑποβάλλουσιν. ὅπου δʼ οἱ πρωτεύοντες καὶ δόξας μεγίστας ἔχοντες τοσούτων κακῶν ἐρῶσι, τί δεῖ θαυμάζειν τοὺς ἄλλους, εἰ τοιούτων ἑτέρων ἐπιθυμοῦσιν;
这也理所当然。因为他们深知在他们之前的僭主,有的被父母所杀,有的被子女所杀,有的被兄弟所杀,有的被妻子所杀,其家族更是从人类中湮灭无存。然而,他们还是自愿将自己置于如此众多的灾难之下。当那些位居前列、享有最大声望的人都溺爱这般深重的灾祸时,如果其余的人也贪求类似的祸患,又何须大惊小怪呢?
οὐκ ἀγνοῶ δʼ ὅτι τὸν μὲν περὶ τῶν τυράννων λόγον ἀποδέχεσθε, τὸν δὲ περὶ τῆς ἀρχῆς δυσκόλως ἀκούετε· πεπόνθατε γὰρ πάντων αἴσχιστον καὶ ῥᾳθυμότατον· ἃ γὰρ ἐπὶ τῶν ἄλλων ὁρᾶτε, ταῦτʼ ἐφʼ ὑμῶν αὐτῶν ἀγνοεῖτε. καίτοι τῶν φρονίμως διακειμένων οὐκ ἐλάχιστον τοῦτο σημεῖόν ἐστιν, ἢν τὰς αὐτὰς πράξεις ἐπὶ πάντων τῶν ὁμοίων φαίνωνται γνωρίζοντες.3
我并非不知,你们欣然接受关于僭主的这番论述,却极为不悦地听取关于霸权的指摘;因为你们陷入了最为可耻与怠惰的境地:你们在他人身上所看清的,在自己身上却视而不见。然而,若在一切相似的事例中都显然认得出相同的行径,这是心怀明智之人绝非微不足道的征兆。
ὧν ὑμῖν οὐδὲν πώποτʼ ἐμέλησεν, ἀλλὰ τὰς μὲν τυραννίδας ἡγεῖσθε χαλεπὰς εἶναι καὶ βλαβερὰς οὐ μόνον τοῖς ἄλλοις ἀλλὰ καὶ τοῖς ἔχουσιν αὐτάς, τὴν δʼ ἀρχὴν τὴν κατὰ θάλατταν μέγιστον τῶν ἀγαθῶν, τὴν οὐδὲν οὔτε τοῖς πάθεσιν οὔτε ταῖς πράξεσι τῶν μοναρχιῶν διαφέρουσαν. καὶ τὰ μὲν Θηβαίων πράγματα πονηρῶς ἔχειν νομίζετε, ὅτι τοὺς περιοίκους ἀδικοῦσιν, αὐτοὶ δʼ οὐδὲν βέλτιον τοὺς συμμάχους διοικοῦντες ἢ lt*gtκεῖνοι τὴν Βοιωτίαν, ἡγεῖσθε πάντα τὰ δέοντα πράττειν.
你们对此从未放在心上,反倒认为僭主独裁不仅对他人、而且对掌权者自身而言都是严酷且有害的,却将那在所承受的苦难与所犯下的行径上与君主政毫无二致的海上霸权,视作最大的福分。你们认为底比斯人的政事败坏,是因为他们虐待周边居民;然而你们自己治理盟友并不比他们治理维奥蒂亚好上半分,却自以为做尽了一切应当做的事。
- 110οἵ τινες οὖν, ἐν οἷς ἀεὶ ζῶσι καὶ περὶ ὧν αὐτοῖς μᾶλλον μέλει, τὰ χείρω φαίνονται προαιρούμενοι
句首的 οἵ τινες 作为连接性关系代词承接上文并充当悬垂主语(“那些在……的人”),在逻辑上与随后的疑问主句 τί θαυμαστὸν εἰ...(“……又何足为奇”)相呼应,构成了悬垂的主题提前结构(破格句 anacoluthon)。
- 112μισεῖν δʼ ὑφʼ ὧν οὐδὲν κακὸν πεπόνθασιν
此处的指示代名词(如 τούτους)作为主动态不定词 μισεῖν 的宾语被省略,使得关系从句 ὑφʼ ὧν οὐδὲν κακὸν πεπόνθασιν(“未曾给他们造成任何伤害的人”)直接充当宾语。需注意 μισεῖν 是主动语态(“仇恨”),而非被动态(“被仇恨”)。
- 114τῶν φρονίμως διακειμένων οὐκ ἐλάχιστον τοῦτο σημεῖόν ἐστιν, ἢν τὰς αὐτὰς πράξεις ἐπὶ πάντων τῶν ὁμοίων φαίνωνται γνωρίζοντες
τῶν φρονίμως διακειμένων 是修饰 σημεῖον 的属格,意为“明智之人的(征兆)”。条件从句 ἢν ... φαίνωνται 则充当指示词 τοῦτο 的同位语说明,具体解释这一“征兆”的内容。
