← 伊索克拉底

论和平

§83-90

远征溃败、公民衰减与真正幸福的城邦

演说者列举了因贪图海上霸权而招致的西西里远征等惨重军事溃败与公民人口剧减,揭露了原有显赫家族断绝而由外人混杂取而代之的惨状。他继而论证,真正幸福的城邦并非无节制地聚敛杂乱人口,而是保全开邦先民的纯正血统并坚守正义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§83

καὶ ταῦτα δρῶντες αὐτοί τε τὴν πόλιν εὐδαιμόνιζον, καὶ πολλοὶ τῶν νοῦν οὐκ ἐχόντων ἐμακάριζον αὐτήν, τῶν μὲν συμβήσεσθαι διὰ ταῦτα μελλόντων οὐδεμίαν ποιούμενοι πρόνοιαν, τὸν δὲ πλοῦτον θαυμάζοντες καὶ ζηλοῦντες, ὃς ἀδίκως εἰς τὴν πόλιν εἰσελθὼν καὶ τὸν δικαίως ὑπάρξαντα διὰ ταχέων ἤμελλε προσαπολεῖν.

他们在一边做出这等行径的同时,自己盛赞城邦之幸运,而许多缺乏理智的人也夸耀她幸福,对因这些作为而注定降临的后果毫无预见,反而去钦羡并追求那不义流入城邦、且不久后必将连同正当积攒的财富一并毁灭的横财。

§84

εἰς τοῦτο γὰρ κατέστησαν τῶν μὲν οἰκείων ἀμελείας τῶν δʼ ἀλλοτρίων ἐπιθυμίας,1 ὥστε Λακεδαιμονίων εἰσβεβληκότων εἰς τὴν χώραν καὶ τοῦ τείχους ἤδη τοῦ Δεκελειᾶσιν ἑστηκότος εἰς Σικελίαν τριήρεις ἐπλήρουν, καὶ οὐκ ᾐσχύνοντο τὴν μὲν πατρίδα τεμνομένην καὶ πορθουμένην περιορῶντες, ἐπὶ δὲ τοὺς οὐδὲν πώποτʼ εἰς ἡμᾶς ἐξαμαρτόντας στρατιὰν ἐκπέμποντες, ἀλλʼ εἰς τοῦτʼ ἀφροσύνης ἦλθον, ὥστε τῶν προαστείων τῶν οἰκείων οὐ κρατοῦντες Ἰταλίας καὶ Σικελίας καὶ Καρχηδόνος ἄρξειν προσεδόκησαν. τοσοῦτον δὲ διήνεγκαν ἀνοίᾳ πάντων ἀνθρώπων, ὥστε τοὺς μὲν ἄλλους αἱ συμφοραὶ συστέλλουσι καὶ ποιοῦσιν ἐμφρονεστέρους, ἐκεῖνοι δʼ οὐδʼ ὑπὸ τούτων ἐπαιδεύθησαν.

他们对于自身事务的漠视以及对他人事物的觊觎,竟达到了如此境地:甚至在拉栖代梦人已入侵国土、德凯莱亚的堡垒业已耸立之时,他们仍把三段櫂船满载兵员开往西西里;他们目睹祖国遭蹂躏和劫掠却毫不以为耻,反而派出大军去攻打从未对我们有过任何侵害的人,甚至陷入了如此的荒唐盲目,以至于连自己城外的近郊都无法掌控,却妄想统治意大利、西西里和迦太基。他们在愚昧上远远超乎所有人,以至于对别人而言灾难能使其收敛并变得明智,而他们甚至连遭受灾难也未曾吸取教训。

§86

καίτοι πλείοσι καὶ μείζοσι περιέπεσον ἐπὶ τῆς ἀρχῆς ταύτης τῶν ἐν ἅπαντι τῷ χρόνῳ τῇ πόλει γεγενημένων. εἰς Αἴγυπτον μέν γε διακόσιαι πλεύσασαι τριήρεις αὐτοῖς τοῖς πληρώμασι2 διεφθάρησαν, περὶ δὲ Κύπρον πεντήκοντα καὶ ἑκατόν· ἐν δὲ τῷ Δεκελεικῷ πολέμῳ μυρίους ὁπλίτας αὑτῶν καὶ τῶν συμμάχων ἀπώλεσαν, ἐν Σικελίᾳ δὲ τέτταρας μυριάδας καὶ τριήρεις τετταράκοντα καὶ διακοσίας, τὸ δὲ τελευταῖον ἐν Ἑλλησπόντῳ διακοσίας.

然而,正是在这一霸权统治期间,他们所遭遇的灾难比城邦在以往整个历史上所遭受的还要更多、更巨大。无论如何,开往埃及的两百艘三段櫂船连同船员全部覆灭,在塞浦路斯附近损失了一百五十艘;在德凯莱亚战争中,他们损失了自身及盟友的一万名重装步兵,在西西里则损失了四万人和两百四十艘三段櫂船,最终在赫勒斯滂又丧失了两百艘。

§87

τὰς δὲ κατὰ δέκα καὶ κατὰ πέντε καὶ πλείους τούτων ἀπολλυμένας καὶ τοὺς κατὰ χιλίους καὶ δισχιλίους ἀποθνήσκοντας τίς ἄν ἐξαριθμήσειεν; πλήν ἓν ἦν τοῦτο τῶν ἐγκυκλίων, ταφὰς ποιεῖν καθʼ ἕκαστον τὸν ἐνιαυτόν, εἰς ἃς πολλοὶ καὶ τῶν ἀστυγειτόνων καὶ τῶν ἄλλων Ἑλλήνων ἐφοίτων, οὐ συμπενθήσοντες τοὺς τεθνεῶτας ἀλλὰ συνησθησόμενοι ταῖς ἡμετέραις συμφοραῖς.

至于那些以十艘、五艘乃至更多数量被毁的战船,以及成千两千丧命的人,又有谁能够数得清呢?只是有一件事成了例行事务之一:每年举行国葬,不仅邻邦的人,还有其他希腊各邦的许多人都会前来参加,但这并非为了共同哀悼死者,而是为了对我们的灾难幸灾乐祸。

§88

τελευτῶντες δʼ ἔλαθον σφᾶς αὐτοὺς τοὺς μὲν τάφους τοὺς δημοσίους τῶν πολιτῶν ἐμπλήσαντες,3 τὰς δὲ φρατρίας καὶ τὰ γραμματεῖα τὰ ληξιαρχικὰ τῶν οὐδὲν τῇ πόλει προσηκόντων. γνοίη δʼ ἄν τις ἐκεῖθεν μάλιστα τὸ πλῆθος τῶν ἀπολλυμένων· τὰ γὰρ γένη τῶν ἀνδρῶν τῶν ὀνομαστοτάτων καὶ τοὺς οἴκους τοὺς μεγίστους, οἳ καὶ τὰς τυραννικὰς στάσεις καὶ τὸν Περσικὸν πόλεμον διέφυγον, εὑρήσομεν ἐπὶ τῆς ἀρχῆς, ἧς ἐπιθυμοῦμεν, ἀναστάτους γεγενημένους.

到头来,他们竟在不知不觉中,用本国公民填满了公共墓地,却用与城邦毫无渊源的外人充塞了胞族和公民名册。人们从以下事实中最能看出丧生者数量之巨:因为我们会发现,那些躲过了僭主时期的内讧和波斯战争的最显赫家族与最庞大的宗族,在我们所向往的这一霸权统治下,竟荡然无存。

§89

ὥστʼ εἴ τις σκοπεῖσθαι βούλοιτο περὶ τῶν ἄλλων, ὥσπερ πρὸς δεῖγμα τοῦτʼ ἀναφέρων, φανεῖμεν ἂν μικροῦ δεῖν ἀντηλλαγμένοι.4 καίτοι χρὴ πόλιν μὲν εὐδαιμονίζειν μὴ τὴν ἐξ ἁπάντων ἀνθρώπων εἰκῇ πολλοὺς πολίτας ἀθροίζουσαν, ἀλλὰ τὴν τὸ γένος τῶν ἐξ ἀρχῆς τὴν πόλιν οἰκισάντων μᾶλλον τῶν ἄλλων διασώζουσαν, ἄνδρας δὲ ζηλοῦν μὴ τοὺς τὰς τυραννίδας κατέχοντας μηδὲ τοὺς μείζω δυναστείαν τοῦ δικαίου κεκτημένους, ἀλλὰ τοὺς ἀξίους μὲν ὄντας τῆς μεγίστης τιμῆς, στέργοντας δʼ ἐπὶ ταῖς ὑπὸ τοῦ πλήθους διδομέναις.

因此,如果有人愿意以此作为范例来推考其余公民,我们看起来几乎像是整个被置换了一般。然而,人们应当赞美的,并不是从形形色色的人群中随意网罗大量公民的城邦,而是比其他城邦更好地守护最初建城者血统的城邦;人们应当羡慕的,也不是那些掌握僭主统治的人或拥有超越正义之权势的人,而是那些配享最高荣誉、却甘于接受民众所赋予之荣誉的人。

§90

ταύτης γὰρ ἕξιν οὔτʼ ἀνὴρ οὔτε πόλις λαβεῖν ἂν δύναιτο σπουδαιοτέραν οὐδʼ ἀσφαλεστέραν οὐδὲ πλείονος ἀξίαν· ἥνπερ οἱ περὶ τὰ Περσικὰ γενόμενοι σχόντες οὐχ ὁμοίως τοῖς λῃσταῖς ἐβίωσαν, τοτὲ μὲν πλείω τῶν ἱκανῶν ἔχοντες, τοτὲ δʼ ἐν σιτοδείαις καὶ πολιορκίαις καὶ τοῖς μεγίστοις κακοῖς καθεστῶτες, ἀλλὰ περὶ μὲν τὴν τροφὴν τὴν καθʼ ἡμέραν οὔτʼ ἐν ἐνδείαις οὔτʼ ἐν ὑπερβολαῖς, ὄντες, ἐπὶ δὲ τῇ τῆς πολιτείας δικαιοσύνῃ καὶ ταῖς ἀρεταῖς ταῖς αὑτῶν φιλοτιμούμενοι καὶ τὸν βίον ἥδιον τῶν ἄλλων διάγοντες.

因为无论个人还是城邦,都无法获得比这更高尚、更稳固或更有价值的品格;生活在波斯战争时期的先辈们正是因为拥有这种品性,才没有像盗贼那样过活——时而拥有超出生活所需的财富,时而又陷入饥荒、围困和最深重的苦难之中——而是在日常维生上既不匮乏也不奢靡,以政体的正义和自身的德行自豪,过着比其他任何人都更欢愉的生活。

语法注4 条
  1. 84εἰς τοῦτο γὰρ κατέστησαν τῶν μὲν οἰκείων ἀμελείας τῶν δʼ ἀλλοτρίων ἐπιθυμίας

    属格短语 τῶν μὲν οἰκείων ἀμελείας 与 τῶν δʼ ἀλλοτρίων ἐπιθυμίας 由指示词短语 εἰς τοῦτο 支配,作表示程度的属格("达到了对自身事务漠视与对他人事物觊觎的如此境地")。在短语内部,τῶν οἰκείων 和 τῶν ἀλλοτρίων 分别作为 ἀμελείας 和 ἐπιθυμίας 的宾格性属格(动作承受对象)。

  2. 86αὐτοῖς τοῖς πληρώμασι

    这是由强调代词 αὐτός 的与格构成的伴随与格(sociative dative)习惯用法,意为"连同船员本身一起"(船员俱亡),在古典希腊语描述船只遇难的全军覆灭语境中十分典型。

  3. 88τελευτῶντες δʼ ἔλαθον σφᾶς αὐτοὺς τοὺς μὲν τάφους τοὺς δημοσίους τῶν πολιτῶν ἐμπλήσαντες

    动词 λανθάνω 搭配补充性分词(ἐμπλήσαντες)与反身代词(σφᾶς αὐτούς),字面意思是"他们瞒过了自己而填满了……",即"他们在不知不觉中落得填满了……的下场"。句首作状语的现在分词 τελευτῶντες 表"到头来"、"最终"。

  4. 89μικροῦ δεῖν ἀντηλλαγμένοι

    成语性短语 μικροῦ δεῖν(源自非人称结构的绝对不定词,意为"几乎"、"差不多")修饰完成时被动分词 ἀντηλλαγμένοι(源自 ἀνταλλάττω,意为"被置换/调换")。它与主句的潜在语气动词 φανεῖμεν ἄν 结合,构成"我们看起来几乎整个被调换了一般"的句式骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:83-90