- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:73-82
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者重申其严厉批评实为城邦之福祉,继而对比了雅典建立海上霸权前后在政体与公民素质上的巨大落差,揭示了霸权如何导致傲慢专横、盟友离心、以及在酒神节剧场中公然炫耀贡税和战孤的耻辱行径。
καὶ τούτων αὐτῶν μάλιστα τὸν ἐναργέστατα δυνάμενον1 δηλῶσαι τὰς πονηρὰς τῶν πράξεων καὶ τὰς συμφορὰς τὰς ἀπʼ αὐτῶν γιγνομένας· οὗτος γὰρ ἂν τάχιστα ποιήσειεν ὑμᾶς, μισήσαντας ἃ δεῖ, βελτιόνων ἐπιθυμῆσαι πραγμάτων. ὑπὲρ μὲν οὖν τῆς τῶν λόγων τραχύτητος καὶ τῶν εἰρημένων καὶ τῶν ῥηθήσεσθαι μελλόντων ταῦτʼ ἔχω λέγειν πρὸς ὑμᾶς· ὅθεν δʼ ἀπέλιπον, πάλιν ποιήσομαι τὴν ἀρχήν.
而在这些告诫者自身之中,尤其应当器重那些能够最清晰地揭示恶劣行径以及由此而生之祸患的人;因为唯有这样的人,才能让你们在厌弃了理当厌弃之事后,最迅速地渴望更优越的事物。关于先前所言以及将要陈述之辞句的严厉刺耳,我向你们所要解释的就是这些;现在,我将从我刚才中断的地方重新开始。
ἔφασκον γὰρ ἐκεῖθεν κάλλιστʼ ἂν ὑμᾶς καταμαθεῖν ὡς οὐ συμφέρει λαβεῖν τὴν κατὰ θάλατταν ἀρχήν, εἰ σκέψαισθε τίνα τρόπον ἡ πόλις διέκειτο πρὶν τὴν δύναμιν ταύτην κτήσασθαι, καὶ πῶς ἐπειδὴ κατέσχεν αὐτήν· ἢν γὰρ ταῦτα παρʼ ἄλληλα τῇ διανοία θεωρήσητε, γνώσεσθʼ ὅσων κακῶν αἰτία τῇ πόλει γέγονεν.
我方才说过,如果你们审视一下城邦在获得这一海上强权之前的状态,以及在夺取它之后的境遇,你们便能从对比之中最透彻地领会接受海上霸权绝非明智之举;因为假使你们在心中将这两者并列考察,你们就会明白它给城邦带来了多么深重的灾祸。
ἡ μὲν τοίνυν πολιτεία τοσούτω βελτίων ἦν καὶ κρείττων ἡ τότε τῆς ὕστερον καταστάσης, ὅσῳ περ Ἀριστείδης καὶ Θεμιστοκλῆς καὶ Μιλτιάδης ἄνδρες ἀμείνους ἦσαν Ὑπερβόλου καὶ Κλεοφῶντος καὶ τῶν νῦν δημηγορούντων· τὸν δὲ δῆμον εὑρήσετε τὸν τότε πολιτευόμενον οὐκ ἀργίας οὐδʼ ἀπορίας οὐδʼ ἐλπίδων κενῶν ὄντα μεστόν, ἀλλὰ νικᾶν μὲν δυνάμενον ἐν ταῖς μάχαις ἅπαντας τοὺς εἰς τὴν χώραν εἰσβάλλοντας, ἀριστείων δʼ ἀξιούμενον ἐν τοῖς ὑπὲρ τῆς Ἑλλάδος κινδύνοις, οὕτω δὲ πιστευόμενον ὥστε τὰς πλείστας αὐτῷ τῶν πόλεων ἑκούσας ἐγχειρίσαι σφᾶς αὐτάς.
当时的政体比后来建立的政体更为优越和强盛,正如阿里斯提德斯、地米斯托克利和米提雅德比起许珀波罗斯、克勒奥丰以及今日那些蛊惑民心的演说家更为卓越一样;而且你们会发现,当时参与城邦政治的平民既不怠惰,也不穷困,更不怀抱虚妄的幻想,而是有能力在战斗中击溃一切入侵领土之敌,在捍卫全希腊的艰危之中被公认配享最高勇武之奖,并且深受信任,以至于绝大多数城邦都心甘情愿地将自己托付给他们。
τούτων δʼ ὑπαρχόντων, ἀντὶ μὲν τῆς πολιτείας τῆς παρὰ πᾶσιν εὐδοκιμούσης ἐπὶ τοιαύτην ἀκολασίαν ἡ δύναμις ἡμᾶς αὕτη προήγαγεν, ἣν οὐδεὶς ἂν ἀνθρώπων ἐπαινέσειεν· ἀντὶ δὲ τοῦ νικᾶν τοὺς ἐπιστρατεύοντας οὕτω τοὺς πολίτας ἐπαίδευσεν, ὥστε μηδὲ πρὸ τῶν τειχῶν τολμᾶν ἐπεξιέναι τοῖς πολεμίοις· ἀντὶ δὲ τῆς εὐνοίας τῆς παρὰ τῶν συμμάχων αὐτοῖς ὑπαρχούσης καὶ τῆς δόξης τῆς παρὰ τῶν ἄλλων Ἑλλήνων εἰς τοσοῦτον μῖσος κατέστησεν, ὥστε παρὰ μικρὸν ἐλθεῖν ἐξανδραποδισθῆναι τὴν πόλιν,2 εἰ μὴ Λακεδαιμονίων τῶν ἐξ ἀρχῆς πολεμούντων εὐνουστέρων ἐτύχομεν ἢ τῶν πρότερον ἡμῖν συμμάχων ὄντων.
然而,尽管拥有这一切优势,取代那受万人钦佩的政体的,是这股霸权力量将我们引向了无人会予以称赞的放纵境地;取代击溃侵略者的,是它把公民培养得甚至不敢跨出城墙去迎战敌军;而取代盟友的善意以及其余希腊人所致声望的,是它将城邦推入了如此深重的仇恨之中,以至于若不是碰上从一开始便与我们交战的拉栖代梦人比先前那些原本是盟友的人更加宽容仁慈,城邦险些就沦入彻底毁灭、被掳为奴的悲惨境地。
οἷς οὐκ ἂν δικαίως ἐγκαλοῖμεν, ὅτι χαλεπῶς πρὸς ἡμᾶς διετέθησαν· οὐ γὰρ ὑπάρχοντες ἀλλʼ ἀμυνόμενοι καὶ πολλὰ καὶ δεινὰ παθόντες τοιαύτην γνώμην ἔσχον περὶ ἡμᾶς· τίς γὰρ ἂν ὑπέμεινε τὴν ἀσέλγειαν τῶν πατέρων τῶν ἡμετέρων, οἳ συναγαγόντες ἐξ ἁπάσης τῆς Ἑλλάδος τοὺς ἀργοτάτους καὶ τοὺς ἁπασῶν τῶν πονηριῶν μετέχοντας, πληροῦντες τούτων τὰς τριήρεις, ἀπηχθάνοντο τοῖς Ἕλλησι, καὶ τοὺς μὲν βελτίστους τῶν ἐν ταῖς ἄλλαις πόλεσιν ἐξέβαλλον, τοῖς δὲ πονηροτάτοις τῶν Ἑλλήνων τἀκείνων διένεμον;
对于盟友对我们怀抱严酷的敌意,我们并不能公正地横加指责;因为他们对我们抱有这种态度,并非出自他们先入为主的挑衅,而是为了自卫,且在遭受了无数悲惨的蹂躏之后才如此行事。有谁能容忍我们父辈的狂悖暴虐呢?他们从全希腊召集那些最游手好闲、恶贯满盈之徒,用他们填满战船,激起希腊人的公愤,他们把其他城邦中最优秀的公民驱逐流放,却将那些人的财产分配给希腊最无耻的恶徒!
ἀλλὰ γὰρ εἰ τολμήσαιμι περὶ τῶν ἐν ἐκείνοις τοῖς χρόνοις γενομένων ἀκριβῶς διελθεῖν, ὑμᾶς μὲν ἴσως ἂν ποιήσαιμι βέλτιον βουλεύσασθαι περὶ τῶν παρόντων, αὐτὸς δʼ ἂν διαβληθείην· εἰώθατε γὰρ μισεῖν οὐχ οὕτω τοὺς αἰτίους τῶν ἁμαρτημάτων ὡς τοὺς κατηγοροῦντας αὐτῶν.
然而,如果我敢于详尽地剖析那段岁月中发生的事情,我或许能促使你们对当前的事务作出更明智的抉择,但我自己却会招致中伤与诽谤;因为你们惯常痛恨的,往往不是酿成过失的罪魁祸首,而是揭发这些过失的人。
τοιαύτην οὖν ὑμῶν γνώμην ἐχόντων, δέδοικα μὴ πειρώμενος ὑμᾶς εὐεργετεῖν αὐτὸς ἀπολαύσω τι φλαῦρον. οὐ μὴν ἀποστήσομαι παντάπασιν ὧν διενοήθην, ἀλλὰ τὰ μὲν πικρότατα καὶ μάλιστʼ ἂν ὑμᾶς λυπήσοντα παραλείψω, μνησθήσομαι δὲ τούτων μόνον ἐξ ὧν γνώσεσθε τὴν ἄνοιαν τῶν τότε πολιτευομένων.
既然你们怀有这样的心态,我便担心在尽力造福你们的同时,我自己反倒会招致祸患。不过,我绝不会全然放弃我原初的计划,而是将略去那些最尖锐、最容易令你们感到痛心的事,仅仅提及那些足以让你们看清当年政客之愚蠢的事实。
οὕτω γὰρ ἀκριβῶς εὕρισκον ἐξ ὧν ἄνθρωποι μάλιστʼ ἂν μισηθεῖεν, ὥστʼ ἐψηφίσαντο τὸ περιγιγνόμενον ἐκ τῶν φόρων ἀργύριον, διελόντες κατὰ τάλαντον, εἰς τὴν ὀρχήστραν τοῖς Διονυσίοις εἰσφέρειν ἐπειδὰν πλῆρες ᾖ τὸ θέατρον· καὶ τοῦτʼ ἐποίουν, καὶ παρεισῆγον τοὺς παῖδας τῶν ἐν τῷ πολέμῳ τετελευτηκότων, ἀμφοτέροις ἐπιδεικνύοντες τοῖς μὲν συμμάχοις τὰς τιμὰς τῆς οὐσίας αὐτῶν ὑπὸ μισθωτῶν εἰσφερομένης, τοῖς δʼ ἄλλοις Ἕλλησι3 τὸ πλῆθος τῶν ὀρφανῶν καὶ τὰς συμφορὰς τὰς διὰ τὴν πλεονεξίαν ταύτην γιγνομένας.
他们竟然如此精准地摸索出让人们招致最大仇恨的手段:他们通过决议,把同盟朝贡中所结余的钱款按塔兰同分开,在酒神节剧场座无虚席时搬进剧场正中央的乐池;他们不仅年年如此,还将阵亡将士的孤儿引入剧场列队游行,向这两类人同时炫耀——向盟友炫耀由雇工搬进来的他们财产的价值,而向其他希腊人展示这些孤儿的众多,以及由于这种贪婪而导致的巨大苦难。
- 73καὶ τούτων αὐτῶν μάλιστα τὸν ἐναργέστατα δυνάμενον
承接前一语段中的谓语(即 τοὺς δʼ ἐπʼ ὠφελίᾳ νουθετοῦντας ἐπαινεῖν καὶ βελτίστους τῶν πολιτῶν νομίζειν 中的 νομίζειν)。属格 τούτων αὐτῶν 为指代告诫者(τοὺς νουθετοῦντας)的部分属格,而冠词带分词短语 τὸν... δυνάμενον 则作为所承接动词的特定焦点宾语。
- 78ὥστε παρὰ μικρὸν ἐλθεῖν ἐξανδραποδισθῆναι τὴν πόλιν
在表示结果的 ὥστε 句中,成语表达 παρὰ μικρὸν ἐλθεῖν(差一点、险些到达……地步)接补足不定词 ἐξανδραποδισθῆναι(被沦为奴隶)。它与随后的非真实条件句 εἰ μή 呼应,指出若非拉栖代梦人的宽大,雅典险些遭到彻底灭亡和奴役的历史危机。
- 82ἀμφοτέροις ἐπιδεικνύοντες τοῖς μὲν συμμάχοις... τοῖς δʼ ἄλλοις Ἕλλησι...
与格 ἀμφοτέροις 是对其后由 τοῖς μὲν συμμάχοις 与 τοῖς δʼ ἄλλοις Ἕλλησι 分别指引的两个群体所作的先行概括与部分同格(partitive apposition)。分词 ἐπιδεικνύοντες 将间接宾语分为盟友与其他希腊人两造,并分别接引各自的直接宾语(τὰς τιμάς 与 τὸ πλῆθος... καὶ τὰς συμφοράς)。
