← 伊索克拉底

论和平

§63-72

放弃海上霸权的欲望与劝告的本意

演说者在谈及达致幸福所需的美德后,进而主张雅典必须放弃对海上霸权的渴求,指出霸权是不正义、不可能重构且百害无利的祸根,同时强调自己的严厉批评并非为了诋毁城邦,而是出于善意提供有利于持久和平的诤言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§63

ἃ μὲν οὖν ὑπάρχειν δεῖ τοῖς μέλλουσιν εὐδαιμονήσειν, τὴν εὐσέβειαν καὶ τὴν σωφροσύνην καὶ τὴν δικαιοσύνην καὶ τὴν ἄλλην ἀρετὴν ὀλίγῳ πρότερον εἰρήκαμεν· ὡς δʼ ἂν τάχιστα πρὸς τὸ τοιοῦτοι γενέσθαι παιδευθεῖμεν,1 ἀληθὲς μέν ἐστι τὸ ῥηθησόμενον, ἴσως δʼ ἂν ἀκούσασιν ὑμῖν δεινὸν εἶναι δόξειε καὶ παρὰ πολὺ τῆς τῶν ἄλλων ἐξηλλαγμένον διανοίας.

至于那些指望享有幸福的人所必须具备的品质——即虔敬、节制、正义以及其余的美德——我们方才已经论及;然而,关于我们如何才能最迅速地受到培育而成为这样的人,接下来的这番话虽然是真实的,但对听闻此言的你们而言,或许会显得耸人听闻,并且与世人普遍的想法大相径庭。

§64

ἐγὼ γὰρ ἡγοῦμαι καὶ τὴν πόλιν ἡμᾶς ἄμεινον οἰκήσειν καὶ βελτίους αὐτοὺς ἔσεσθαι καὶ πρὸς ἁπάσας τὰς πράξεις ἐπιδώσειν, ἢν παυσώμεθα τῆς ἀρχῆς τῆς κατὰ θάλατταν ἐπιθυμοῦντες. αὕτη γάρ ἐστιν ἡ καὶ νῦν εἰς ταραχὴν ἡμᾶς καθιστᾶσα, καὶ τὴν δημοκρατίαν ἐκείνην καταλύσασα μεθʼ ἧς οἱ πρόγονοι ζῶντες εὐδαιμονέστατοι τῶν Ἑλλήνων ἦσαν, καὶ σχεδὸν ἁπάντων αἰτία τῶν κακῶν ὧν αὐτοί τʼ ἔχομεν καὶ τοῖς ἄλλοις παρέχομεν.

因为我认为,如果我们停止渴求海上霸权,我们的城邦治理将会更好,我们自身将变得更为卓越,并在一切行动上有所进益。因为正是这种海上霸权,使得我们如今陷入混乱,瓦解了先祖生活于其下并成为希腊人中最幸福者的那种民主政体,并且几乎是我们自身所承受以及施加于他人身上的一切灾祸的根源。

§65

οἶδα μὲν οὖν ὅτι χαλεπόν ἐστι δυναστείας ὑπὸ πάντων ἐρωμένης καὶ περιμαχήτου γεγενημένης κατηγοροῦντα δοκεῖν ἀνεκτόν τι λέγειν· ὅμως δʼ ἐπειδή περ ὑπεμείνατε καὶ τοὺς ἄλλους λόγους, ἀληθεῖς μὲν ὄντας φιλαπεχθήμονας δέ, καὶ τοῦτον ὑμῶν ἀνασχέσθαι δέομαι, καὶ μὴ καταγνῶναί μου τοιαύτην μανίαν, ὡς ἄρʼ ἐγὼ προειλόμην ἂν διαλεχθῆναι πρὸς ὑμᾶς περὶ πραγμάτων οὕτω παραδόξων, εἰ μή τι λέγειν ἀληθὲς εἶχον περὶ αὐτῶν.2 νῦν δʼ οἶμαι πᾶσι φανερὸν ποιήσειν ὡς οὔτε δικαίας ἀρχῆς ἐπιθυμοῦμεν οὔτε γενέσθαι δυνατῆς οὔτε συμφερούσης ἡμῖν.

因此,我深知,一个人在谴责这种人人爱慕、群起争夺的霸权时,要想显得说得入情入理是极其困难的;然而,既然你们已经容忍了我先前的言论——那些虽然真实却令人不悦的话——我也请求你们容忍这一番话,并且不要判定我患有如此疯狂之症,仿佛假使我对这些事没有真知灼见,也会选择向你们谈论如此骇人听闻的议题似的。而如今,我想向所有人证明:我们所渴求的霸权,既非正义,亦非可能,更非对我们有益。

§67

ὅτι μὲν οὖν οὐ δικαίας, παρʼ ὑμῶν μαθὼν ὑμᾶς ἔχω διδάσκειν. ὅτε γὰρ Λακεδαιμόνιοι ταύτην εἶχον τὴν δύναμιν, ποίους λόγους οὐκ ἀνηλώσαμεν κατηγοροῦντες μὲν τῆς ἐκείνων ἀρχῆς, διεξιόντες δʼ ὡς δίκαιόν ἐστιν αὐτονόμους εἶναι τοὺς Ἕλληνας;

至于这霸权是不正义的,我从你们身上领教之后,正好可以用以开导你们。因为当拉栖代梦人掌握这一强权时,我们何尝没有倾尽辞令来谴责他们的统治,并详加论证希腊人理应享有自治独立?

§68

τίνας δὲ τῶν πόλεων τῶν ἐλλογίμων οὐ παρεκαλέσαμεν ἐπὶ τὴν συμμαχίαν τὴν ὑπὲρ τούτων συστᾶσαν; πόσας δὲ πρεσβείας ὡς βασιλέα τὸν μέγαν ἀπεστείλαμεν, διδαξούσας αὐτὸν ὡς οὔτε δίκαιόν ἐστιν οὔτε συμφέρον μίαν πόλιν κυρίαν εἶναι τῶν Ἑλλήνων; οὐ πρότερον δʼ ἐπαυσάμεθα πολεμοῦντες καὶ κινδυνεύοντες καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, πρὶν ἠθέλησαν Λακεδαιμόνιοι ποιήσασθαι τὰς συνθήκας τὰς περὶ τῆς αὐτονομίας.

在那些著名的城邦中,有哪一个我们未曾延揽加入为争取这一原则而成立的同盟?我们又向波斯大王派遣了多少使节,去向他阐明单个城邦统治全希腊既不正义也不利?直到拉栖代梦人愿意缔结关于自治的条约之前,我们从未停止在陆地和海上进行战争、冒涉险阻。

§69

ὅτι μὲν οὖν οὐ δίκαιόν ἐστι τοὺς κρείττους τῶν ἡττόνων ἄρχειν, ἐν ἐκείνοις τε τοῖς χρόνοις τυγχάνομεν ἐγνωκότες, καὶ νῦν ἐπὶ τῆς πολιτείας τῆς παρʼ ἡμῖν καθεστηκυίας· ὡς δʼ οὐδʼ ἂν δυνηθείημεν τὴν ἀρχὴν ταύτην καταστήσασθαι, ταχέως οἶμαι δηλώσειν. ἣν γὰρ μετὰ μυρίων ταλάντων οὐχ οἷοί τʼ ἦμεν διαφυλάξαι, πῶς ἂν ταύτην ἐκ τῆς παρούσης ἀπορίας κτήσασθαι δυνηθεῖμεν, ἄλλως τε καὶ χρώμενοι τοῖς ἤθεσιν οὐχ οἷς ἐλάβομεν ἀλλʼ οἷς ἀπωλέσαμεν3 αὐτήν;

因此,强者统治弱者并非正义,我们在那个时期就已经确信这一点,而在如今我们所建立的政体之下亦是如此。至于我们甚至不可能重新建立这一霸权,我想我很快便能说明。因为我们在拥有一万塔兰同的财富时尚且无法保全的霸权,在如今的困境之中,我们又怎能重新获取呢?更何况我们现在所秉持的风尚,并非我们当初获得霸权时所具备的风尚,而是我们失去它时所沾染的风尚!

§70

ὡς τοίνυν οὐδὲ δέξασθαι διδομένην τῇ πόλει συμφέρει, δοκεῖτέ μοι τάχιστʼ ἂν ἐκεῖθεν καταμαθεῖν. μᾶλλον δὲ καὶ περὶ τούτων βούλομαι μικρὰ προειπεῖν· δέδοικα γὰρ μὴ διὰ τὸ πολλοῖς ἐπιτιμᾶν δόξω τισὶ προῃρῆσθαι τῆς πόλεως κατηγορεῖν.

再者,哪怕将霸权拱手赠予城邦,接受它也是不利的,这一点你们似乎最快能从下述事实中领会。或者不如说,我想就这些事情也先作一番简短的交代;因为我担心由于指责了许多过失,在某些人看来我似乎是有意要控告我们的城邦。

§71

ἐγὼ δʼ εἰ μὲν πρὸς ἄλλους τινὰς ἐπεχείρουν οὕτω διεξιέναι περὶ τῶν πραγμάτων, εἰκότως ἂν εἶχον τὴν αἰτίαν ταύτην· νῦν δὲ πρὸς ὑμᾶς ποιοῦμαι τοὺς λόγους, οὐ διαβάλλειν ἑτέροις ἐπιθυμῶν, ἀλλʼ αὐτοὺς βουλόμενος παῦσαι τῶν τοιούτων ἔργων, καὶ τὴν εἰρήνην, περὶ ἧς ἅπας ὁ λόγος ἐστί, βεβαίως καὶ τὴν πόλιν καὶ τοὺς ἄλλους Ἕλληνας ἀγαγεῖν.4

假使我企图在其他人面前如此详尽地剖析我们的事务,我理应承受这种指责;然而现在我是当着你们的面发表演说,并非渴望在他人面前诋毁你们,而是希望让你们自己停止此类行径,并使城邦和其他希腊人都能牢固地享有和平——这整篇演说所围绕的主题。

§72

ἀνάγκη δὲ τοὺς νουθετοῦντας καὶ τοὺς κατηγοροῦντας τοῖς μὲν λόγοις χρῆσθαι παραπλησίοις, τὰς δὲ διανοίας ἔχειν ἀλλήλοις ὡς οἷόν τʼ ἐναντιωτάτας. ὥστε περὶ τῶν ταὐτὰ λεγόντων οὐκ ἀεὶ προσήκει τὴν αὐτὴν ὑμᾶς γνώμην ἔχειν, ἀλλὰ τοὺς μὲν ἐπὶ βλάβῃ λοιδοροῦντας μισεῖν ὡς κακόνους ὄντας τῇ πόλει, τοὺς δʼ ἐπʼ ὠφελία νουθετοῦντας ἐπαινεῖν καὶ βελτίστους τῶν πολιτῶν νομίζειν,

告诫者与控告者不可避免地会使用相似的言辞,但彼此的心思意图却是截然相反的。因此,对于说着相同话语的人,你们不应当始终持有相同的看法;相反,对于为了造成危害而辱骂的人,你们应当因其对城邦怀有恶意而予以痛恨;而对于为了带来益处而告诫的人,你们应当加以赞扬,并视之为最优秀的公民,

语法注4 条
  1. 63ὡς δʼ ἂν τάχιστα πρὸς τὸ τοιοῦτοι γενέσθαι παιδευθεῖμεν

    间接疑问从句(“我们如何才能最迅速地受到培育而成为这样的人”),置于句首,作为引出后文主句(ἀληθὲς μέν ἐστι τὸ ῥηθησόμενον)的主题。搭配 ἄν 与祈愿气(παιδευθεῖμεν)表示潜在/可能性(“如何可能被教育”)。

  2. 66ὡς ἄρʼ ἐγὼ προειλόμην ἂν διαλεχθῆναι πρὸς ὑμᾶς περὶ πραγμάτων οὕτω παραδόξων, εἰ μή τι λέγειν ἀληθὲς εἶχον περὶ αὐτῶν

    用以解释 τοιαύτην μανίαν(“如此疯狂之症”)的同格 ὡς 从句。小词 ἄρα 表假定的荒谬预设(“仿佛……”),主句 προειλόμην ἄν(ἄν 搭配不定过去时直陈式)与从句 εἰ μή... εἶχον(未完成过去时直陈式)构成非真实条件句。

  3. 69οὐχ οἷς ἐλάβομεν ἀλλʼ οἷς ἀπωλέσαμεν

    关系代词 οἷς 指代先行词 τοῖς ἤθεσιν(“风尚”),作表示手段的工具与格(“并非凭之获得霸权的风尚,而是因之失去霸权的风尚”);动词 ἐλάβομεν 与 ἀπωλέσαμεν 的直接宾语是后文的 αὐτήν(指霸权)。

  4. 71τὴν εἰρήνην, περὶ ἧς ἅπας ὁ λόγος ἐστί, βεβαίως καὶ τὴν πόλιν καὶ τοὺς ἄλλους Ἕλληνας ἀγαγεῖν

    受分词 βουλόμενος(“希望”)支配的不定式短语。此处 καὶ τὴν πόλιν καὶ τοὺς ἄλλους Ἕλληνας 作不定式 ἀγαγεῖν 的宾格主语(受 βουλόμενος 支配的宾格加不定式结构),τὴν εἰρήνην ... ἀγαγεῖν 则是习语 εἰρήνην ἄγειν(“保持/享有和平”)的不定过去时不定式,意为“(希望)城邦和其他希腊人牢固地享有和平”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:63-72