- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:52-62
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者谴责公民在决策上的非理性与对劣拙领导人的任用,指出雅典的保全仅归因于敌人的同等愚昧而非自身的明智,并决意超越单纯的批评而提出切实的救治之策。
ἐμπειρότατοι δὲ λόγων καὶ πραγμάτων ὄντες οὕτως ἀλογίστως ἔχομεν, ὥστε περὶ τῶν αὐτῶν τῆς αὐτῆς ἡμέρας οὐ ταὐτὰ γιγνώσκομεν, ἀλλʼ ὧν μὲν πρὶν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι κατηγοροῦμεν, ταῦτα συνελθόντες χειροτονοῦμεν, οὐ πολὺν δὲ χρόνον διαλιπόντες τοῖς ἐνθάδε ψηφισθεῖσιν, ἐπειδὰν ἀπίωμεν, πάλιν ἐπιτιμῶμεν· προσποιούμενοι δὲ σοφώτατοι τῶν Ἑλλήνων εἶναι τοιούτοις χρώμεθα συμβούλοις, ὧν οὐκ ἔστιν ὅστις οὐκ ἂν καταφρονήσειεν, καὶ τοὺς αὐτοὺς τούτους κυρίους ἁπάντων τῶν κοινῶν καθίσταμεν, οἷς οὐδεὶς ἂν οὐδὲν τῶν ἰδίων ἐπιτρέψειεν.
我们虽然对言辞和实务最为精通,却如此缺乏理智,以至于在同一天内对同一事项都不能持有相同的判断;我们在前往公民大会之前所谴责的事,等聚在一起开会时却投票赞成;而在离开这里不久之后,又再次抨击这里所通过的决议。我们自诩为希腊人中最聪慧者,所重用的谋士却无人不加以鄙视,我们还让这些人全权掌管一切公帑政务,然而在私事上,却绝不会有人将任何事情托付给他们。
ὃ δὲ πάντων σχετλιώτατον·1 οὓς γὰρ ὁμολογήσαιμεν ἂν πονηροτάτους εἶναι τῶν πολιτῶν, τούτους πιστοτάτους φύλακας ἡγούμεθα τῆς πολιτείας εἶναι· καὶ τοὺς μὲν μετοίκους τοιούτους εἶναι νομίζομεν, οἵους περ ἂν τοὺς προστάτας νέμωσιν, αὐτοὶ δʼ οὐκ οἰόμεθα τὴν αὐτὴν λήψεσθαι δόξαν τοῖς προεστῶσιν ἡμῶν.2
而最令人痛心的是:那些我们公认为城邦中最为卑劣的公民,我们却视之为政体最忠诚的守护者;我们认为外侨的品性取决于他们选择怎样的保护人,自己却以为不会因我们的当权者而承担同样的声名。
τοσοῦτον δὲ διαφέρομεν τῶν προγόνων, ὅσον ἐκεῖνοι μὲν τοὺς αὐτοὺς προστάτας τε τῆς πόλεως ἐποιοῦντο καὶ στρατηγοὺς ᾑροῦντο, νομίζοντες τὸν ἐπὶ τοῦ βήματος τὰ βέλτιστα συμβουλεῦσαι δυνάμενον, τὸν αὐτὸν τοῦτον ἄριστʼ ἂν βουλεύσασθαι καὶ καθʼ αὑτὸν γενόμενον, ἡμεῖς δὲ τοὐναντίον τούτων ποιοῦμεν·
我们与先祖的差异在于:他们任命同一些人作为城邦领袖并选为将军,认为能够在讲台上提出最佳建议的人,在独当一面时也必定能做出最好的裁断;而我们所做的却恰恰相反。
οἷς μὲν γὰρ περὶ τῶν μεγίστων συμβούλοις χρώμεθα, τούτους μὲν οὐκ ἀξιοῦμεν στρατηγοὺς χειροτονεῖν ὡς νοῦν οὐκ ἔχοντας, οἷς δʼ οὐδεὶς ἂν οὔτε περὶ τῶν ἰδίων οὔτε περὶ τῶν κοινῶν συμβουλεύσαιτο, τούτους δʼ αὐτοκράτορας ἐκπέμπομεν ὡς ἐκεῖ σοφωτέρους ἐσομένους καὶ ῥᾷον βουλευσομένους3 περὶ τῶν Ἑλληνικῶν πραγμάτων ἢ περὶ τῶν ἐνθάδε προτιθεμένων.
因为那些在重大事务上被我们用作谋臣的人,我们认为他们缺乏见识而不配当选为将军;相反,那些无论在私事还是公事上都无人向其咨询的人,我们却授予全权派遣出征,仿佛他们在前线会变得更加明智,并且比起在此地提交讨论的议题来,能够更轻易地决断全希腊的局势。
λέγω δὲ ταῦτʼ οὐ κατὰ πάντων, ἀλλὰ κατὰ τῶν ἐνόχων τοῖς λεγομένοις ὄντων. ἐπιλίποι δʼ ἄν με τὸ λοιπὸν μέρος τῆς ἡμέρας, εἰ πάσας τὰς πλημμελείας τὰς ἐν τοῖς πράγμασιν ἐγγεγενημένας ἐξετάζειν ἐπιχειροίην.
我说这番话并非针对所有人,而是针对那些确凿犯有所指过失的人。然而,如果我企图查验在国政中所发生的一切错谬,今天剩下的时间将不敷使用。
τάχʼ οὖν ἄν τις τῶν σφόδρα τοῖς λεγομένοις ἐνόχων ὄντων ἀγανακτήσας ἐρωτήσειε “πῶς, εἴπερ οὕτω κακῶς βουλευόμεθα, σωζόμεθα καὶ δύναμιν οὐδεμιᾶς πόλεως ἐλάττω κεκτημένοι τυγχάνομεν;” ἐγὼ δὲ πρὸς ταῦτʼ ἀποκριναίμην ἂν ὅτι τοὺς ἀντιπάλους ἔχομεν οὐδὲν βέλτιον ἡμῶν φρονοῦντας.
或许,在那些极易受到这些批评的人当中,有人会愤然质问道:“如果我们谋划得如此糟糕,我们究竟是如何得以保全,并且拥有不逊于任何城邦的实力的呢?”对此我将回答:这是因为我们的对手在智谋上丝毫也不比我们高明。
εἰ γὰρ μετὰ τὴν μάχην, ἣν ἐνίκησαν Θηβαῖοι Λακεδαιμονίους, ἐκεῖνοι μὲν ἐλευθερώσαντες τὴν Πελοπόννησον καὶ τοὺς ἄλλους Ἕλληνας αὐτονόμους ποιήσαντες ἡσυχίαν εἶχον, ἡμεῖς δὲ τοιαῦτʼ ἐξημαρτάνομεν, οὔτʼ ἂν οὗτος ἔσχε ταύτην ποιήσασθαι τὴν ἐρώτησιν, ἡμεῖς τʼ ἂν ἔγνωμεν ὅσῳ κρεῖττόν ἐστι τὸ σωφρονεῖν τοῦ πολυπραγμονεῖν.
假使在底比斯人战胜拉栖代梦人的战役之后,底比斯人解放了伯罗奔尼撒并使其他希腊人自治,随后便保持克制,而我们却依然犯下这些过失,那么这个人不仅提不出这样的疑问,我们也会深切认识到审慎自制比好大喜功要优越多少。
νῦν δʼ ἐνταῦθα τὰ πράγματα περιέστηκεν, ὥστε Θηβαῖοι μὲν ἡμᾶς σώζουσιν, ἡμεῖς δὲ Θηβαίους, καὶ συμμάχους ἐκεῖνοι μὲν ἡμῖν ποιοῦσιν, ἡμεῖς δʼ ἐκείνοις. ὥστʼ εἰ νοῦν ἔχοιμεν, ἀλλήλοις ἂν εἰς τὰς ἐκκλησίας ἀργύριον παρέχοιμεν· ὁπότεροι γὰρ ἂν πλεονάκις συλλεγῶσιν, οὗτοι τοὺς ἐναντίους ἄμεινον πράττειν ποιοῦσιν.
可如今事态已经演变成这样的地步:底比斯人保全了我们,而我们保全了底比斯人;他们为我们招揽盟友,而我们为他们招揽盟友。因此,如果我们还有点头脑,就应当互相为对方的公民大会提供津贴;因为我们双方不论哪一方更频繁地集会,都会使对方的境况变得更好。
χρὴ δὲ τοὺς καὶ μικρὰ λογίζεσθαι δυναμένους οὐκ ἐν τοῖς τῶν ἐχθρῶν ἁμαρτήμασι τὰς ἐλπίδας ἔχειν τῆς σωτηρίας, ἀλλʼ ἐν τοῖς αὑτῶν πράγμασι καὶ ταῖς αὑτῶν διανοίαις· τὸ μὲν γὰρ διὰ τὴν ἐκείνων ἀμαθίαν συμβαῖνον ἡμῖν ἀγαθὸν τυχὸν ἂν παύσαιτο καὶ λάβοι μεταβολήν, τὸ δὲ διʼ ἡμᾶς αὐτοὺς γιγνόμενον βεβαιοτέρως ἂν ἔχοι καὶ μᾶλλον παραμείνειεν ἡμῖν.
然而,凡是稍具思考能力的人,都不应当把拯救的希望寄托在敌人的过错上,而应当寄托在自己的实务和自己的谋划之中。因为因他们的愚昧而带给我们的利益,或许会止息并发生逆转;而通过我们自身所获得的利益,才会更为稳固,并更长久地常驻于我们身边。
πρὸς μὲν οὖν τοὺς εἰκῇ τὰς ἐπιλήψεις ποιουμένους οὐ χαλεπὸν ἀντειπεῖν· εἰ δὲ δή τίς μοι παραστὰς τῶν ἐπιεικέστερον διακειμένων ἀληθῆ μὲν λέγειν με προσομολογήσειε καὶ προσηκόντως ἐπιτιμᾶν τοῖς γιγνομένοις, δίκαιον δʼ εἶναι φαίη τοὺς ἐπʼ εὐνοίᾳ νουθετοῦντας μὴ μόνον κατηγορεῖν τῶν πεπραγμένων, ἀλλὰ καὶ συμβουλεύειν τίνων ἀπεχόμενοι καὶ ποίων ὀρεγόμενοι παυσαίμεθʼ ἂν ταύτην ἔχοντες τὴν γνώμην καὶ τοιαῦτʼ ἐξαμαρτάνοντες, οὗτος ὁ λόγος ἀπορεῖν ἄν με ποιήσειεν ἀποκρίσεως, οὐκ ἀληθοῦς καὶ συμφερούσης, ἀλλʼ ἀρεσκούσης ὑμῖν.4 οὐ μὴν ἀλλʼ ἐπειδή περ ἀποκεκαλυμμένως ὥρμημαι λέγειν, οὐκ ἀποκνητέον ἀποφήνασθαι καὶ περὶ τούτων.
因此,反驳那些信口指责的人并非难事;但如果那些秉持更为公正态度的人当中有人站到我面前,在承认我说的是实话并赞同我对现状的指责完全恰当的同时,主张出于善意提出告诫的人不仅应当谴责已经做出的事,而且还应当建议我们避免什么、追求什么,才能停止持有这种观念并不再犯下此类过错,那么这番话确实会使我难以给出回答——不是难以给出真实有益的回答,而是难以给出取悦你们的回答。然而,既然我已经决意坦率直言,就决不能退缩而不对这些问题发表意见。
- 53ὃ δὲ πάντων σχετλιώτατον
中性单数主格(或宾格)关系代词的独立用法,作为对后随整句的先行同位修饰,意为“而最令人痛心的是”。
- 53τὴν αὐτὴν λήψεσθαι δόξαν τοῖς προεστῶσιν ἡμῶν
与格 τοῖς προεστῶσιν 配合形容词 τὴν αὐτήν,作表示关联/相同的与格,意为“承担与我们的领导者相同的声誉”。
- 55ὡς ἐκεῖ σοφωτέρους ἐσομένους καὶ ῥᾷον βουλευσομένους
与主动词 ἐκπέμπομεν 的宾语 τούτους 一致的阳性复数将来分词宾格,配合 ὡς 表示派遣者的主观动机或预期:“以为他们在前线会更加明智,并且能更轻易地决断”。
- 62ἀπορεῖν ἄν με ποιήσειεν ἀποκρίσεως, οὐκ ἀληθοῦς καὶ συμφερούσης, ἀλλʼ ἀρεσκούσης ὑμῖν
动词 ἀπορεῖν 支配表示缺乏的属格 ἀποκρίσεως(“缺乏回答/难以回答”)。由 οὐκ... ἀλλά... 引导的形容词与分词修饰 ἀποκρίσεως,意为“并非缺少真实有益的回答,而是缺少取悦你们的回答”。
