- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:43-51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者谴责雅典人丧失了先辈的勇气与牺牲精神,依赖雇佣军并压榨盟友,同时纵容城邦内政的混乱与公然的贿赂腐败。
οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ τοῖς ἔργοις καὶ ταῖς διανοίαις τῶν κατʼ ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἱ μὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας τήν τε πατρίδα τὴν αὑτῶν ἐκλιπεῖν ἐτόλμησαν, καὶ μαχόμενοι καὶ ναυμαχοῦντες τοὺς βαρβάρους ἐνίκησαν, ἡμεῖς δʼ οὐδʼ ὑπὲρ τῆς ἡμετέρας αὐτῶν πλεονεξίας κινδυνεύειν ἀξιοῦμεν, ἀλλʼ ἄρχειν μὲν ἁπάντων ζητοῦμεν, στρατεύεσθαι δʼ οὐκ ἐθέλομεν, καὶ πόλεμον μὲν μικροῦ δεῖν1 πρὸς ἅπαντας ἀνθρώπους ἀναιρούμεθα, πρὸς δὲ τοῦτον οὐχ ἡμᾶς αὐτοὺς ἀσκοῦμεν, ἀλλʼ ἀνθρώπους τοὺς μὲν ἀπόλιδας τοὺς δʼ αὐτομόλους τοὺς δʼ ἐκ τῶν ἄλλων κακουργιῶν συνερρυηκότας, οἷς ὁπόταν τις διδῷ πλείω μισθόν, μετʼ ἐκείνων ἐφʼ ἡμᾶς ἀκολουθήσουσιν.
我们在事功和思想上,与那个时代的人相比落后得如此之甚:他们为了希腊人的拯救甚至敢于抛弃自己的祖国,在陆战和海战中击溃了蛮族;而我们却连为了自己的贪欲也不肯承担风险,虽然谋求统治所有人,却不肯亲自出征,几乎向全人类发起了战争,却不为这场战争锻炼我们自己,反而锻炼无国籍者、逃兵以及因其他种种恶行而聚集在一起的人,只要有人出更高的薪饷,这帮人就会追随他们来攻击我们。
ἀλλʼ ὅμως οὕτως αὐτοὺς ἀγαπῶμεν ὥσθʼ ὑπὲρ μὲν τῶν παίδων τῶν ἡμετέρων, εἰ περί τινας ἐξαμάρτοιεν, οὐκ ἂν ἐθελήσαιμεν δίκας ὑποσχεῖν, ὑπὲρ δὲ τῆς ἐκείνων ἁρπαγῆς καὶ βίας καὶ παρανομίας μελλόντων τῶν ἐγκλημάτων ἐφʼ ἡμᾶς ἥξειν οὐχ ὅπως ἀγανακτοῦμεν, ἀλλὰ καὶ χαίρομεν2 ὅταν ἀκούσωμεν αὐτοὺς τοιοῦτόν τι διαπεπραγμένους.
然而,我们竟然如此偏爱他们,以至于如果是我们的子弟对他人犯下过失,我们绝不愿为他们代受惩罚;可对于那些人的掠夺、暴行和违法行为,即便各种谴责势必会落到我们头上,我们不仅不感到愤慨,反而在听到他们做出这类行径时感到高兴。
εἰς τοῦτο δὲ μωρίας ἐληλύθαμεν, ὥστʼ αὐτοὶ μὲν ἐνδεεῖς τῶν καθʼ ἡμέραν ἐσμέν, ξενοτροφεῖν δʼ ἐπικεχειρήκαμεν, καὶ τοὺς συμμάχους τοὺς ἡμετέρους αὐτῶν ἰδίους λυμαινόμεθα καὶ δασμολογοῦμεν, ἵνα τοῖς ἁπάντων ἀνθρώπων κοινοῖς ἐχθροῖς τὸν μισθὸν ἐκπορίζωμεν.
我们已经愚蠢到了这种地步:自己连日用必需品都匮乏,却着手饲养雇佣军,并且摧残掠夺我们自己固有的盟友并征收苛捐杂税,以便为全人类的公敌筹措军饷。
τοσούτῳ δὲ χείρους ἐσμὲν τῶν προγόνων, οὐ μόνον τῶν εὐδοκιμησάντων ἀλλὰ καὶ τῶν μισηθέντων, ὅσον ἐκεῖνοι μὲν εἰ πολεμεῖν πρός τινας ψηφίσαιντο, μεστῆς οὔσης ἀργυρίου καὶ χρυσίου τῆς ἀκροπόλεως ὅμως ὑπὲρ τῶν δοξάντων τοῖς αὑτῶν σώμασιν ὤοντο δεῖν κινδυνεύειν, ἡμεῖς δʼ εἰς τοσαύτην ἀπορίαν ἐληλυθότες καὶ τοσοῦτοι τὸ πλῆθος ὄντες ὥσπερ βασιλεὺς ὁ μέγας μισθωτοῖς χρώμεθα τοῖς στρατοπέδοις.
我们比我们的先祖——不仅是享有盛誉者,甚至是招致仇恨者——还要低劣,其悬殊程度在于:当年他们一旦投票决定向某方开战,即便卫城堆满了金银,仍然认为必须为了决议的事项亲自以身涉险;而我们陷入如此贫困的境地,人口如此之多,却如同〔波斯〕大王一样使用雇佣军。
καὶ τότε μὲν εἰ τριήρεις πληροῖεν, τοὺς μὲν ξένους καὶ τοὺς δούλους ναύτας εἰσεβίβαζον, τοὺς δὲ πολίτας μεθʼ ὅπλων ἐξέπεμπον· νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις χρώμεθα, τοὺς δὲ πολίτας ἐλαύνειν ἀναγκάζομεν, ὥσθʼ ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ μὲν ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες ἐκβαίνουσιν, οἱ δὲ τοιοῦτοι τὰς φύσεις ὄντες οἵους ὀλίγῳ πρότερον διῆλθον, μεθʼ ὅπλων κινδυνεύουσιν.
在那时,他们若装备三列桨战船,便让外邦人和奴隶作为水手登船,而将公民全副武装派上前线;如今我们却将外邦雇佣军用作重装步兵,而强迫公民去划桨,以至于每当他们在敌方领土登陆时,那些自命为希腊统治者的人竟然拿着划桨垫下船,而具有我刚才所描述的那种恶劣品性的人,却身披甲胄直面危险。
ἀλλὰ γὰρ τὰ κατὰ τὴν πόλιν ἄν τις ἰδὼν καλῶς διοικούμενα περὶ τῶν ἄλλων θαρρήσειεν, ἀλλʼ οὐκ ἂν ἐπʼ αὐτοῖς τούτοις μάλιστʼ ἀγανακτήσειεν;3 οἵτινες αὐτόχθονες μὲν εἶναί φαμεν καὶ τὴν πόλιν ταύτην προτέραν οἰκισθῆναι τῶν ἄλλων, προσῆκον δʼ ἡμᾶς ἅπασιν εἶναι παράδειγμα τοῦ καλῶς καὶ τεταγμένως πολιτεύεσθαι, χεῖρον καὶ ταραχωδέστερον τὴν ἡμετέραν αὐτῶν διοικοῦμεν τῶν ἄρτι τὰς πόλεις οἰκιζόντων, καὶ σεμνυνόμεθα μὲν καὶ μέγα φρονοῦμεν ἐπὶ τῷ βέλτιον γεγονέναι τῶν ἄλλων, ῥᾴδιον δὲ μεταδίδομεν τοῖς βουλομένοις ταύτης τῆς εὐγενείας ἢ Τριβαλλοὶ καὶ Λευκανοὶ τῆς δυσγενείας· πλείστους δὲ τιθέμενοι νόμους οὕτως ὀλίγον αὐτῶν φροντίζομεν, ἓν γὰρ ἀκούσαντες γνώσεσθε καὶ περὶ τῶν ἄλλων, ὥστε θανάτου τῆς ζημίας ἐπικειμένης,4 ἤν τις ἁλῷ δεκάζων, τοὺς τοῦτο φανερώτατα ποιοῦντας στρατηγοὺς χειροτονοῦμεν, καὶ τὸν πλείστους διαφθεῖραι τῶν πολιτῶν δυνηθέντα, τοῦτον ἐπὶ τὰ μέγιστα τῶν πραγμάτων καθίσταμεν· σπουδάζοντες δὲ περὶ τὴν πολιτείαν οὐκ ἧττον ἢ περὶ τὴν σωτηρίαν ὅλης τῆς πόλεως, καὶ τὴν δημοκρατίαν εἰδότες ἐν μὲν ταῖς ἡσυχίαις καὶ ταῖς ἀσφαλείαις αὐξανομένην καὶ διαμένουσαν, ἐν δὲ τοῖς πολέμοις δὶς ἤδη καταλυθεῖσαν, πρὸς μὲν τοὺς τῆς εἰρήνης ἐπιθυμοῦντας ὡς πρὸς ὀλιγαρχικοὺς ὄντας δυσκόλως ἔχομεν, τοὺς δὲ τὸν πόλεμον ποιοῦντας ὡς τῆς δημοκρατίας κηδομένους εὔνους εἶναι νομίζομεν·
难道有人看到城邦内政治理得当,便能对其余事务感到安心,而不是恰恰对这些内政感到无比愤慨吗?我们自称是土著,声称本城邦的建立早于其余各邦,理应成为所有人良好而井然有序治国的典范,然而我们治理自己的城邦,却比那些刚刚建立城邦的人更加糟糕和混乱,我们因出身优于常人而自负自满,但我们将这种高贵血统赋予愿望者的轻易程度,甚至超过了特里巴利人和卢卡尼亚人赋予他们卑劣出身的程度;我们制定了最多的法律,却又对之如此漠不关心——只要听闻一事,你们便可知晓其余——以至于尽管若有人行贿被抓便定有死刑之罚,我们却将最公然行贿之人选任为将军,并把能够腐蚀最多公民的人推上治理国家大政的显赫职位;我们关心政体不下于关心整个城邦的安全,并且深知民主政体是在安宁与安全中成长和维系的,而在战争中却已经两度被推翻,然而对于渴望和平的人,我们却如对待寡头分子一般心怀反感;对于挑起战争的人,我们反而将其视作关怀民主制度之人而认为他们怀有善意。
- 44μικροῦ δεῖν
习语性的绝对不定词结构,意为“几乎”、“差一点”。此处作副词修饰 πρὸς ἅπαντας ἀνθρώπους,表示“向几乎全人类”。
- 45οὐχ ὅπως ἀγανακτοῦμεν, ἀλλὰ καὶ χαίρομεν
惯用相关结构 οὐχ ὅπως ... ἀλλὰ καί,意为“不仅不……反而甚至……”。字面意为“我们不仅不愤慨,反而听到后甚至感到高兴”,用以强调雅典人反应的反常与荒谬。
- 49ἀλλὰ γὰρ τὰ κατὰ τὴν πόλιν ἄν τις ἰδὼν καλῶς διοικούμενα περὶ τῶν ἄλλων θαρρήσειεν, ἀλλʼ οὐκ ἂν ἐπʼ αὐτοῖς τούτοις μάλιστʼ ἀγανακτήσειεν;
ἀλλὰ γάρ 引进预期的反驳或假设性异议(“但有人或许会说……”),此处以修辞性反问形式出现。前半句假设“有人看到内政良好便会心安吗”,随即被后半句的 ἀλλʼ οὐκ ἄν(“难道不反倒恰恰会对这些感到愤慨吗?”)予以断然否定。
- 50θανάτου τῆς ζημίας ἐπικειμένης
属格独立结构。θανάτου 是表示刑罚的属格,修饰 τῆς ζημίας(“处以死刑之惩罚”)。
