← 伊索克拉底

论和平

§35-42

好战煽动家的欺瞒与对先祖精神的偏离

演说者阐明应当坚守正义与公共利益,揭露了好战煽动家假借效法先祖之名挑起战端的欺骗行径。他将逆耳的规劝比作医治身体痛苦的刺烙疗法,劝导民众虚心接纳,并尖锐地指责当下霸道欺凌的行径与先祖真正的崇高作为完全背道而驰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35

καὶ ταῦτʼ εἰ μὴ κατὰ πάντων οὕτως εἴθισται συμβαίνειν, ἀλλὰ τό γʼ ὡς ἐπὶ τὸ πολὺ τοῦτον γίγνεται τὸν τρόπον. χρὴ δὲ τοὺς εὖ φρονοῦντας, ἐπειδὴ τὸ μέλλον ἀεὶ συνοίσειν οὐ καθορῶμεν, τὸ πολλάκις ὠφελοῦν, τοῦτο φαίνεσθαι προαιρουμένους. πάντων δʼ ἀλογώτατον πεπόνθασιν ὅσοι κάλλιον μὲν ἐπιτήδευμα νομίζουσιν εἶναι καὶ θεοφιλέστερον τὴν δικαιοσύνην τῆς ἀδικίας, χεῖρον δʼ οἴονται βιώσεσθαι τοὺς ταύτῃ χρωμένους τῶν τὴν πονηρίαν προῃρημένων.

即便这些事情并非在所有情形下都惯常如此发生,但大体而言至少也是以这种方式呈现的。因此,明智之人,既然我们无法洞察究竟何事将永远有利,就应当显现出选择常常有益之事,即以此为取舍。然而,凡是既认为正义是比不正义更高尚、更蒙神喜悦的操守,却又以为践行正义之人的境遇会劣于选择邪恶之人的人,陷入了所有人中最不合情理的荒唐境地。

§36

ἠβουλόμην δʼ ἄν,1 ὥσπερ πρόχειρόν ἐστιν ἐπαινέσαι τὴν ἀρετήν, οὕτω ῥᾴδιον εἶναι πεῖσαι τοὺς ἀκούοντας ἀσκεῖν αὐτήν· νῦν δὲ δέδοικα μὴ μάτην τὰ τοιαῦτα λέγω. διεφθάρμεθα γὰρ πολὺν ἤδη χρόνον ὑπʼ ἀνθρώπων οὐδὲν ἀλλʼ ἢ2 φενακίζειν δυναμένων, οἳ τοσοῦτον τοῦ πλήθους καταπεφρονήκασιν ὥσθʼ, ὁπόταν βουληθῶσι πόλεμον πρός τινας ἐξενεγκεῖν, αὐτοὶ χρήματα λαμβάνοντες λέγειν τολμῶσιν ὡς χρὴ τοὺς προγόνους μιμεῖσθαι, καὶ μὴ περιορᾶν ἡμᾶς αὐτοὺς καταγελωμένους μηδὲ τὴν θάλατταν πλέοντας τοὺς μὴ τὰς συντάξεις ἐθέλοντας ἡμῖν ὑποτελεῖν.

然而我本希望,正如赞美美德是唾手可得之事一般,劝导听众践行美德同样轻而易举;但眼下我却担心自己徒劳地说出这些话。因为我们早已被那些除了招摇撞骗之外别无所能之徒所腐蚀,他们如此蔑视民众,以至于每当他们企图向某方挑起战争时,自己一面收受贿赂,一面竟敢扬言说应当效法先祖,绝不可坐视我们自身遭人嘲笑,也不可容忍那些不愿向我们缴纳贡赋的人航行于海上。

§37

ἡδέως ἂν οὖν αὐτῶν πυθοίμην, τίσιν ἡμᾶς τῶν προγεγενημένων κελεύουσιν ὁμοίους γίγνεσθαι, πότερον τοῖς περὶ τὰ Περσικὰ γενομένοις, ἢ τοῖς πρὸ τοῦ πολέμου τοῦ Δεκελεικοῦ τὴν πόλιν διοικήσασιν; εἰ μὲν γὰρ τούτοις, οὐδὲν ἀλλʼ ἢ συμβουλεύουσιν ἡμῖν πάλιν περὶ ἀνδραποδισμοῦ κινδυνεύειν· εἰ δὲ τοῖς ἐν Μαραθῶνι τοὺς βαρβάρους νικήσασι καὶ τοῖς πρὸ τούτων γενομένοις, πῶς οὐ πάντων ἀναισχυντότατοι τυγχάνουσιν ὄντες, εἰ τοὺς τότε πολιτευομένους ἐπαινοῦντες τἀναντία πράττειν ἐκείνοις πείθουσιν ἡμᾶς, καὶ τοιαῦτʼ ἐξαμαρτάνειν περὶ ὧν ἀπορῶ τί ποιήσω, πότερα χρήσωμαι ταῖς ἀληθείαις ὥσπερ περὶ τῶν ἄλλων, ἢ κατασιωπήσω, δείσας τὴν πρὸς ὑμᾶς ἀπέχθειαν; δοκεῖ μὲν γάρ μοι βέλτιον εἶναι διαλεχθῆναι περὶ αὐτῶν, ὁρῶ δʼ ὑμᾶς χαλεπώτερον διατιθεμένους πρὸς τοὺς ἐπιτιμῶντας ἢ πρὸς αἰτίους τῶν κακῶν γεγενημένους. οὐ μὴν ἀλλʼ αἰσχυνθείην ἄν, εἰ φανείην μᾶλλον φροντίζων τῆς ἐμαυτοῦ δόξης ἢ τῆς κοινῆς σωτηρίας. ἐμὸν μὲν οὖν ἔργον ἐστί, καὶ τῶν ἄλλων τῶν κηδομένων τῆς πόλεως, προαιρεῖσθαι τῶν λόγων μὴ τοὺς ἡδίστους ἀλλὰ τοὺς ὠφελιμωτάτους· ὑμᾶς δὲ χρὴ πρῶτον μὲν τοῦτο γιγνώσκειν, ὅτι τῶν μὲν περὶ τὸ σῶμα νοσημάτων πολλαὶ θεραπεῖαι καὶ παντοδαπαὶ τοῖς ἰατροῖς εὕρηνται, ταῖς δὲ ψυχαῖς ταῖς ἀγνοούσαις καὶ γεμούσαις πονηρῶν ἐπιθυμιῶν οὐδέν ἐστιν ἄλλο φάρμακον πλὴν λόγος ὁ τολμῶν τοῖς ἁμαρτανομένοις ἐπιπλήττειν, ἔπειθʼ ὅτι καταγέλαστόν ἐστι τὰς μὲν καύσεις καὶ τὰς τομὰς τῶν ἰατρῶν ὑπομένειν, ἵνα πλειόνων ἀλγηδόνων ἀπαλλαγῶμεν, τοὺς δὲ λόγους ἀποδοκιμάζειν πρὶν εἰδέναι σαφῶς εἰ τοιαύτην ἔχουσι τὴν δύναμιν ὥστʼ ὠφελῆσαι τοὺς ἀκούοντας.

因此,我倒很乐意向他们请教,他们究竟是在要求我们效仿哪一辈先人:是在波斯战争期间生活的人,还是在德克雷亚战争之前治理城邦的人?因为若是效仿后者,他们无非就是在劝告我们再次冒沦为奴隶的危险;但若是效仿在马拉松击败蛮族的人以及生活在他们之前的人,倘若他们一面称颂当时的从政者,一面却劝我们行与他们背道而驰之事,并犯下这等令我不知所措的过失,他们又怎能不是所有人中最厚颜无耻之徒呢?对此我实在犹豫:我是应当如对待其他事情一样运用实情,还是因畏惧招致你们的怨恨而保持沉默?因为在我看来,谈论这些固然更好,但我看到你们对待斥责者往往比对待酿成灾祸的罪魁祸首更为严苛。然而,我仍会感到羞耻,如果我显得关切自身声誉甚于共同的安全。因此,我以及其他关怀城邦之人的职责,便是从言论中挑选出不是最悦耳的、而是最有益的言论;而你们首先应当明白这一点:尽管医生针对肉体疾患已经发现了种类繁多的治疗方法,但对于愚昧且充满邪恶欲望的灵魂而言,除了敢于斥责过失的言论之外,别无其他良药,其次应当明白,忍受医生的灼烧与割切以便摆脱更大的痛苦,却在切实获知言论是否具有足以造福听众的力量之前便将其摒弃,乃是极其可笑的。

§41

τούτου δʼ ἕνεκα ταῦτα προεῖπον, ὅτι περὶ τῶν λοιπῶν οὐδὲν ὑποστειλάμενος3 ἀλλὰ παντάπασιν ἀνειμένως μέλλω τοὺς λόγους ποιεῖσθαι πρὸς ὑμᾶς. τίς γὰρ ἄλλοθεν ἐπελθὼν καὶ μήπω συνδιεφθαρμένος ἡμῖν, ἀλλʼ ἐξαίφνης ἐπιστὰς τοῖς γιγνομένοις, οὐκ ἂν μαίνεσθαι καὶ παραφρονεῖν ἡμᾶς νομίσειεν, οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν, ἀλλὰ πᾶν τοὐναντίον; οἱ μὲν γὰρ ὑπὲρ τῶν Ἑλλήνων τοῖς βαρβάροις πολεμοῦντες διετέλεσαν, ἡμεῖς δὲ τοὺς ἐκ τῆς Ἀσίας τὸν βίον ποριζομένους ἐκεῖθεν ἀναστήσαντες ἐπὶ τοὺς Ἕλληνας ἠγάγομεν· κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς δὲ καταδουλούμενοι καὶ τἀναντία τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἕξομεν,

我预先说明这些,正是因为关于其余的事务,我打算毫不隐瞒、完全开诚布公地向你们陈述。因为任何从异地而来、尚未与我们一同堕落,而是突然目睹眼下事态的人,难道会不认为我们陷入了癫狂与丧失理智之中吗?我们为先祖的功业自豪,并主张城邦应当凭藉当年的作为受人赞扬,然而在行事上却无一与他们相同,反而全然背道而驰。因为他们当年为了希腊人始终与蛮族作战,而我们却将那些从亚洲谋生的人自该地迁出并引向希腊人;他们通过解放希腊各城邦并予以援助而赢得了霸权的威望,而我们却通过奴役各邦并从事与当年完全相反的行径,还在为自己未能享有与他们同等的荣誉而愤愤不平。

语法注3 条
  1. 36ἠβουλόμην δʼ ἄν

    未完成过去时直陈式 ἠβουλόμην 与虚拟/反事实小词 ἄν 结合,表示未能实现的愿望或委婉的反事实愿望(“我本希望……但实际上并非如此”)。后文紧跟的转折分句 νῦν δὲ δέδοικα(“但眼下我却担心”)明确揭示了现实与该愿望的对立。

  2. 36οὐδὲν ἀλλʼ ἢ

    否定代词 οὐδέν 与 ἀλλά, ἤ 构成的固定惯用搭配,字面义为“除了……之外别无其他”,即“仅仅 / 无非是”。在此处分别与不定式 φενακίζειν 和后文的 κινδυνεύειν 连用,强调其行为“除了欺骗别无所能”以及“无非是劝人冒险”。

  3. 41οὐδὲν ὑποστειλάμενος

    分词 ὑποστειλάμενος 源自动词 ὑποστέλλω(原意为“收帆”、“退缩”),在此作中间态不定过去时分词,配合副词性中性宾格 οὐδέν,由航海隐喻转为“毫不收缩隐瞒”、“毫无顾忌保留”。它与后文的副词 παντάπασιν ἀνειμένως(“完全坦率开诚”)并列,修饰主要动词 μέλλω ... ποιεῖσθαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:35-42