- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:26-34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出城邦的真正幸福在于安宁与正义而非对外干涉与扩张,警戒追求不义之财的愚昧,并论证唯有灵魂的美德才能带来持久的安全与幸福。
οὐδὲν δὲ τούτων οἷόν τʼ ἐστὶ γενέσθαι πρότερον, πρὶν ἂν πεισθῆτε τὴν μὲν ἡσυχίαν ὠφελιμωτέραν καὶ κερδαλεωτέραν εἶναι τῆς πολυπραγμοσύνης, τὴν δὲ δικαιοσύνην τῆς ἀδικίας, τὴν δὲ τῶν ἰδίων ἐπιμέλειαν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας. περὶ ὧν οὐδεὶς πώποτε τῶν ῥητόρων εἰπεῖν ἐν ὑμῖν ἐτόλμησεν· ἐγὼ δὲ περὶ αὐτῶν τούτων τοὺς πλείστους τῶν λόγων μέλλω ποιεῖσθαι πρὸς ὑμᾶς· ὁρῶ γὰρ τὴν εὐδαιμονίαν ἐν τούτοις ἐνοῦσαν, ἀλλʼ οὐκ ἐν οἷς νῦν τυγχάνομεν πράττοντες.
然而,除非你们确信安宁比多事妄动更有益、更合算,正义比不正义更有益,顾好自身产业比觊觎他人之物更有益,否则这些事情没有一件能够实现。关于这些问题,演说家中从未有人敢于在你们面前陈言;而我本人则打算就正是这些问题,向你们发表我大部分的言论。因为我看得很清楚,幸福正存在于这些事物之中,而绝非存在于我们眼下所从事的那些行径之中。
ἀνάγκη δὲ τὸν ἔξω τῶν εἰθισμένων ἐπιχειροῦντα δημηγορεῖν καὶ τὰς ὑμετέρας γνώμας μεταστῆσαι βουλόμενον πολλῶν πραγμάτων ἅψασθαι καὶ διὰ μακροτέρων τοὺς λόγους ποιήσασθαι, καὶ τὰ μὲν ἀναμνῆσαι, τῶν δὲ κατηγορῆσαι, τὰ δʼ ἐπαινέσαι, περὶ δὲ τῶν συμβουλεῦσαι· μόλις γὰρ ἄν τις ὑμᾶς ἐξ ἁπάντων τούτων ἐπὶ τὸ βέλτιον φρονῆσαι δυνηθείη προαγαγεῖν.
凡是试图脱离陈规向民众进言,并希望转变你们观念的人,势必不得不触及许多事物,作更为冗长的言说,提醒某些事情,谴责另一些事情,赞扬某些作为,并就另一些方面提出劝告;因为唯有通过这一切,方能极其勉强地引导你们走向更为明智的认识。
ἔχει γὰρ οὕτως. ἐμοὶ δοκοῦσιν ἅπαντες μὲν ἐπιθυμεῖν τοῦ συμφέροντος καὶ τοῦ πλέον ἔχειν τῶν ἄλλων, οὐκ εἰδέναι δὲ τὰς πράξεις τὰς ἐπὶ ταῦτα φερούσας, ἀλλὰ ταῖς δόξαις διαφέρειν ἀλλήλων· οἱ μὲν γὰρ ἔχειν ἐπιεικεῖς καὶ στοχάζεσθαι τοῦ δέοντος δυναμένας, οἱ δʼ ὡς οἷόν τε πλεῖστον τοῦ συμφέροντος διαμαρτανούσας.
事实原是如此:在我看来,所有人无不渴望自身的利益,以及获得多于他人的份额,但他们并不知晓通往这些目标的行径,反而在见解上彼此分歧。因为有些人持有得当且能够切中要务的见解,而另一些人则在最大程度上背离了自身的利益。
ὅπερ καὶ τῇ πόλει συμβέβηκεν. ἡμεῖς γὰρ οἰόμεθα μέν, ἢν τὴν θάλατταν πλέωμεν πολλαῖς τριήρεσι καὶ βιαζώμεθα τὰς πόλεις συντάξεις διδόναι καὶ δεόντων·1 πλεῖστον διεψεύσμεθα τῆς ἀληθείας. ὧν μὲν γὰρ ἠλπίζομεν, οὐδὲν ἀποβέβηκεν, ἔχθραι δʼ ἡμῖν ἐξ αὐτῶν καὶ πόλεμοι καὶ δαπάναι μεγάλαι γεγόνασιν, εἰκότως· καὶ γὰρ τὸ πρότερον ἐκ μὲν τῆς τοιαύτης πολυπραγμοσύνης εἰς τοὺς ἐσχάτους κινδύνους κατέστημεν, ἐκ δὲ τοῦ δικαίαν τὴν πόλιν παρέχειν καὶ βοηθεῖν τοῖς ἀδικουμένοις καὶ μὴ τῶν ἀλλοτρίων ἐπιθυμεῖν παρʼ ἑκόντων τῶν Ἑλλήνων τὴν ἡγεμονίαν ἐλάβομεν· ὧν νῦν ἀλογίστως καὶ λίαν εἰκῇ πολὺν ἤδη χρόνον καταφρονοῦμεν.
这也正是发生在我们城邦身上的事情。我们自以为,只要我们以大量三列桨战船航行于大海之上,并强迫各城邦缴纳税款并履行所需义务,我们就能如愿以偿;然而我们却极大地偏离了真相。因为凡是我们所希冀的,无一得以实现,而仇恨、战争以及浩大的开支反倒由此落到了我们身上,这乃是理所当然的。因为在先前,一方面,正是由于这等的多事妄动,我们才陷入了极其严酷的危难之中;而另一方面,正是由于使城邦行事公正、扶助受侵害之人且不觊觎他人之物,我们才得以在希腊人心悦诚服之下获得了霸权;而对于这些原则,我们如今却毫无理智且极度轻率地鄙弃良久。
εἰς τοῦτο γάρ τινες ἀνοίας ἐληλύθασιν, ὥσθʼ ὑπειλήφασι τὴν ἀδικίαν ἐπονείδιστον μὲν εἶναι, κερδαλέαν δὲ καὶ πρὸς τὸν βίον τὸν καθʼ ἡμέραν συμφέρουσαν, τὴν δὲ δικαιοσύνην εὐδόκιμον μέν, ἀλυσιτελῆ δὲ καὶ μᾶλλον δυναμένην τοὺς ἄλλους ὠφελεῖν ἢ τοὺς ἔχοντας αὐτήν, κακῶς εἰδότες ὡς οὔτε πρὸς χρηματισμὸν οὔτε πρὸς δόξαν οὔτε πρὸς ἃ δεῖ πράττειν οὔθʼ ὅλως πρὸς εὐδαιμονίαν οὐδὲν ἂν συμβάλοιτο τηλικαύτην δύναμιν ὅσην περ ἀρετὴ καὶ τὰ μέρη ταύτης. τοῖς γὰρ ἀγαθοῖς οἷς ἔχομεν ἐν τῇ ψυχῇ, τούτοις κτώμεθα καὶ τὰς ἄλλας ὠφελείας, ὧν δεόμενοι τυγχάνομεν· ὥσθʼ οἱ τῆς αὑτῶν διανοίας ἀμελοῦντες λελήθασι σφᾶς αὐτοὺς ἅμα τοῦ τε φρονεῖν ἄμεινον καὶ τοῦ πράττειν βέλτιον τῶν ἄλλων ὀλιγωροῦντες.2
事实上,某些人已经陷入了如此荒唐的境地,以至于竟然认为不正义虽然可耻,但却有利可图且有益于日常生活;而正义虽有名望,却无利可图,并且比起拥有它的人,它反而更有能力造福他人。他们糊涂地不知晓,无论是对于牟利、名望、应当履行的事务,还是通体而言对于幸福,没有任何事物能够提供如同美德及其组成部分那般巨大的力量。因为凭借我们在灵魂中所拥有的善好品格,我们才得以获取我们碰巧需要的其余各种裨益;因此,那些忽视自己心智的人,全然未觉察到自己竟同时轻视了比其他人更明智的思想与更卓越的践履。
θαυμάζω δʼ εἴ τις οἴεται τοὺς τὴν εὐσέβειαν καὶ τὴν δικαιοσύνην ἀσκοῦντας καρτερεῖν καὶ μένειν ἐν τούτοις ἐλπίζοντας ἔλαττον ἕξειν τῶν πονηρῶν, ἀλλʼ οὐχ ἡγουμένους καὶ παρὰ θεοῖς καὶ παρʼ ἀνθρώποις πλέον οἴσεσθαι τῶν ἄλλων. ἐγὼ μὲν γὰρ πέπεισμαι τούτους μόνους ὧν δεῖ πλεονεκτεῖν, τοὺς δʼ ἄλλους ὧν οὐ βέλτιόν ἐστιν.3
假若有人以为,那些奉行敬虔与正义的人隐忍并坚守于此,是因为指望获得少于恶人的份额,而不是认为在神明与世人面前他们都将赢得比旁人更多的报偿,这实在令我感到惊异。因为我深信,唯有这些人能在理应多得的善事上占得优势,而其余的人则仅仅在不该多得的劣事上占得优势。
ὁρῶ γὰρ τοὺς μὲν τὴν ἀδικίαν προτιμῶντας καὶ τὸ λαβεῖν τι τῶν ἀλλοτρίων μέγιστον ἀγαθὸν νομίζοντας ὅμοια πάσχοντας τοῖς δελεαζομένοις τῶν ζώων, καὶ κατʼ ἀρχὰς μὲν ἀπολαύοντας ὧν ἂν λάβωσιν, ὀλίγῳ δʼ ὕστερον ἐν τοῖς μεγίστοις κακοῖς ὄντας, τοὺς δὲ μετʼ εὐσεβείας καὶ δικαιοσύνης ζῶντας ἔν τε τοῖς παροῦσι χρόνοις ἀσφαλῶς διάγοντας καὶ περὶ τοῦ σύμπαντος αἰῶνος ἡδίους τὰς ἐλπίδας ἔχοντας.
因为我看到,那些推崇不正义并将攫取他人财物视为至善的人,他们的遭遇正与那些受饵诱捕的兽类无异:起初他们固然能享用自己所得之物,但稍后不久便陷入了最大的灾祸之中;而那些怀着敬虔与正义生活的人,不仅在当下安稳度日,对于整段永恒(终极的一生)亦怀抱着更为甜美的希冀。
- 29καὶ δεόντων
此处传抄文本疑似在 δεόντων 之前脱落了诸如 διαπράξεσθαί τι τῶν(‘办成必要之事’)之类的动词短语。依照现有字面,将其与前文的不定式结构(συντάξεις διδόναι)在语义上作平行处理,理解为强迫各邦‘履行所需义务’。
- 32λελήθασι σφᾶς αὐτοὺς ἅμα τοῦ τε φρονεῖν ἄμεινον καὶ τοῦ πράττειν βέλτιον τῶν ἄλλων ὀλιγωροῦντες
动词 λανθάνω 搭配反身代词宾格(σφᾶς αὐτούς)及补充从属分词(ὀλιγωροῦντες),为典型熟语结构,意为‘他们自身未能察觉到正在忽视……’。分词 ὀλιγωροῦντες 后接属格冠词引导的不定式(τοῦ τε φρονεῖν ... καὶ τοῦ πράττειν)作为其宾语。
- 33τούτους μόνους ὧν δεῖ πλεονεκτεῖν, τοὺς δʼ ἄλλους ὧν οὐ βέλτιόν ἐστιν
动词 πλεονεκτέω(‘占优势’、‘多得’)与关系代词的范围属格(ὧν = τούτων ἅ)搭配,形成‘在理应多得之事上占优势’与‘在不该多得之事上占优势’的鲜明对比。此处属格非指受压制之人,而是表示所多得之利益或事物的范围。
