- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:18-25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐述了和平所带来的真正益处——安全、富裕以及重获希腊各邦的信任,指出以此可以通过和平谈判解决争端并在色雷斯开拓殖民,并呼吁公民们共同审议如何长久维持和平,而非仅求一时的喘息。
ταῦτα μὲν οὖν διὰ παντὸς τοῦ λόγου πειρασόμεθα διδάσκειν ὑμᾶς, περὶ δὲ τῆς εἰρήνης πρῶτον διαλεχθῶμεν, καὶ σκεψώμεθα τί ἂν ἐν τῷ παρόντι γενέσθαι βουληθεῖμεν ἡμῖν. ἢν γὰρ ταῦτα καλῶς ὁρισώμεθα καὶ νοῦν ἐχόντως, πρὸς ταύτην τὴν ὑπόθεσιν ἀποβλέποντες ἄμεινον βουλευσόμεθα καὶ περὶ τῶν ἄλλων.
因此,在整篇演说中我们将努力向你们阐明这些道理;但首先让我们来讨论和平,并审视一下眼下我们应当希望自身实现什么目标。因为如果我们能妥善而明智地界定这些事情,着眼于这一根本出发点,我们在审议其他事务时也就会更加明达。
ἆρʼ οὖν ἂν ἐξαρκέσειεν ἡμῖν, εἰ τήν τε πόλιν ἀσφαλῶς οἰκοῖμεν καὶ τὰ περὶ τὸν βίον εὐπορώτεροι γιγνοίμεθα1 καὶ τά τε πρὸς ἡμᾶς αὐτοὺς ὁμονοοῖμεν καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῖμεν; ἐγὼ μὲν γὰρ ἡγοῦμαι τούτων ὑπαρξάντων τελέως τὴν πόλιν εὐδαιμονήσειν. ὁ μὲν τοίνυν πόλεμος ἁπάντων ἡμᾶς τῶν εἰρημένων ἀπεστέρηκεν· καὶ γὰρ πενεστέρους πεποίηκε, καὶ πολλοὺς κινδύνους ὑπομένειν ἠνάγκασε, καὶ πρὸς τοὺς Ἕλληνας διαβέβληκε, καὶ πάντας τρόπους τεταλαιπώρηκεν ἡμᾶς.
那么,如果我们能够安全地居住在城邦中,在生计方面更加富裕,彼此之间和睦相处,并在全希腊人中享有盛誉,这对我们来说是否就足够了呢?依我之见,只要具备了这些条件,城邦就会彻底享有幸福。然而,战争已经剥夺了我们上述的所有一切;因为战争使我们更加贫困,迫使我们忍受重重危险,败坏了我们在希腊人中的声誉,并且在各个方面使我们困苦不堪。
ἢν δὲ τὴν εἰρήνην ποιησώμεθα, καὶ τοιούτους ἡμᾶς αὐτοὺς παράσχωμεν οἵους αἱ κοιναὶ συνθῆκαι προστάττουσι, μετὰ πολλῆς μὲν ἀσφαλείας τὴν πόλιν οἰκήσομεν, ἀπαλλαγέντες πολέμων καὶ κινδύνων καὶ ταραχῆς, εἰς ἣν νῦν πρὸς ἀλλήλους καθέσταμεν, καθʼ ἑκάστην δὲ τὴν ἡμέραν πρὸς εὐπορίαν ἐπιδώσομεν, ἀναπεπαυμένοι μὲν τῶν εἰσφορῶν καὶ τῶν τριηραρχιῶν καὶ τῶν ἄλλων τῶν περὶ τὸν πόλεμον λειτουργιῶν, ἀδεῶς δὲ γεωργοῦντες καὶ τὴν θάλατταν πλέοντες καὶ ταῖς ἄλλαις ἐργασίαις ἐπιχειροῦντες, αἳ νῦν διὰ τὸν πόλεμον ἐκλελοίπασιν.
相反,如果我们缔结和平,并按照共同条约所规定的那样要求我们自己,我们将能够极度安全地居住在城邦中,摆脱战争、危险以及我们如今彼此之间所陷入的动乱;我们将与日俱增地迈向富裕,从财产税、战船捐造以及其他战时公共劳役中解脱出来,无所畏惧地从事耕作,航行于大海,并恢复从事如今因战争而荒废的其他营生。
ὀψόμεθα δὲ τὴν πόλιν διπλασίας μὲν ἢ νῦν τὰς προσόδους λαμβάνουσαν, μεστὴν δὲ γιγνομένην ἐμπόρων καὶ ξένων καὶ μετοίκων, ὧν νῦν ἐρήμη καθέστηκεν. Τὸ δὲ μέγιστον, συμμάχους ἕξομεν ἅπαντας ἀνθρώπους, οὐ βεβιασμένους ἀλλὰ πεπεισμένους, οὐδʼ ἐν ταῖς μὲν ἀσφαλείαις διὰ τὴν δύναμιν ἡμᾶς ὑποδεχομένους, ἐν δὲ τοῖς κινδύνοις ἀποστησομένους, ἀλλʼ οὕτω διακειμένους ὥσπερ χρὴ τοὺς ὡς ἀληθῶς συμμάχους καὶ φίλους ὄντας.
我们将看到城邦所获得的收入是如今的两倍,并重新充满商贾、外邦人和同住异邦人(迈托伊科伊),而如今城邦在这些人方面已然一片空虚。最重大的是,我们将赢得全人类作为盟友——并非受强力胁迫而是出于心悦诚服的盟友,他们既不会仅在安全时因我们的力量而欢迎我们而在危难时背叛离去,而是会像真正的盟友和朋友那样对待我们。
πρὸς δὲ τούτοις, ἃ νῦν ἀπολαβεῖν οὐ δυνάμεθα διὰ πολέμου καὶ πολλῆς δαπάνης, ταῦτα διὰ πρεσβείας ῥᾳδίως κομιούμεθα. μὴ γὰρ οἴεσθε μήτε Κερσοβλέπτην ὑπὲρ Χερρονήσου μήτε Φίλιππον ὑπὲρ Ἀμφιπόλεως πολεμήσειν, ὅταν ἴδωσιν ἡμᾶς μηδενὸς τῶν ἀλλοτρίων ἐφιεμένους. νῦν μὲν γὰρ εἰκότως φοβοῦνται γείτονα ποιήσασθαι τὴν πόλιν ταῖς αὑτῶν δυναστείαις, ὁρῶσι γὰρ ἡμᾶς οὐ στέργοντας ἐφʼ οἷς ἂν ἔχωμεν, ἀλλʼ ἀεὶ τοῦ πλέονος ὀρεγομένους, ἢν δὲ μεταβαλώμεθα τὸν τρόπον καὶ δόξαν βελτίω λάβωμεν, οὐ μόνον ἀποστήσονται τῆς ἡμετέρας, ἀλλὰ καὶ τῆς αὑτῶν προσδώσουσι· λυσιτελήσει γὰρ αὐτοῖς θεραπεύουσι τὴν δύναμιν τὴν τῆς πόλεως ἀσφαλῶς ἔχειν τὰς ἑαυτῶν βασιλείας.
除此以外,凡是如今我们凭借战争和浩大开销都无法收复的领土,我们将能够通过派遣使节轻松地收回。因为你们切莫以为,一旦他们看到我们对别国领土毫无觊觎,刻耳索布勒普忒斯还会为了客松尼索斯而开战,或者腓力还会为了安菲波利斯而开战。眼下他们之所以自然而然地害怕城邦成为他们统治领地的近邻,是因为他们看到我们并不安于所拥有的现状,反而总是在谋求更多。但是,如果我们改变处事作风并赢得更佳的声誉,他们不仅将从属于我们的土地上撤出,甚至还会割让一部分自己的土地;因为对他们而言,通过讨好我们城邦的力量来确保自身王国的安全,是更为有利的。
καὶ μὲν δὴ καὶ τῆς Θρᾴκης ἡμῖν ἐξέσται τοσαύτην ἀποτεμέσθαι χώραν, ὥστε μὴ μόνον αὐτοὺς ἄφθονον ἔχειν, ἀλλὰ καὶ τοῖς δεομένοις τῶν Ἑλλήνων καὶ διʼ ἀπορίαν πλανωμένοις ἱκανὸν δύνασθαι βίον παρασχεῖν. ὅπου γὰρ Ἀθηνόδωρος καὶ Καλλίστρατος, ὁ μὲν ἰδιώτης ὤν, ὁ δὲ φυγάς, οἰκίσαι πόλεις οἷοί τε γεγόνασιν, ἦ που βουληθέντες ἡμεῖς πολλοὺς ἂν τόπους τοιούτους κατασχεῖν δυνηθεῖμεν.2 χρὴ δὲ τοὺς πρωτεύειν ἐν τοῖς Ἕλλησιν ἀξιοῦντας τοιούτων ἔργων ἡγεμόνας γίγνεσθαι πολὺ μᾶλλον ἢ πολέμου καὶ στρατοπέδων ξενικῶν, ὧν νῦν ἐπιθυμοῦντες ἡμεῖς τυγχάνομεν.
不仅如此,我们还将能够在色雷斯开拓出如此广阔的土地,以至于不仅我们自己能够富足充裕,而且还能够为那些陷于贫困而流离失所的希腊人提供足够的谋生之道。须知,既然阿忒诺多洛斯和卡利斯特拉托斯——前者只是一介平民,后者不过是个流亡者——都能够建立城邦,那么如果我们愿意的话,难道不能够占有许多这样的地方吗?那些自命在希腊人中居于首位的人,理应成为此类事业的领导者,而不是像我们如今所渴望的那样,成为战争和雇佣军队的领导者。
περὶ μὲν οὖν ὧν οἱ πρέσβεις ἐπαγγέλλονται, καὶ ταῦθʼ ἱκανά, καὶ πολλὰ ἂν ἴσως τις προσθείη τούτοις· ἡγοῦμαι δὲ δεῖν ἡμᾶς οὐ μόνον ψηφισαμένους τὴν εἰρήνην ἐκ τῆς ἐκκλησίας ἀπελθεῖν, ἀλλὰ καὶ βουλευσαμένους ὅπως ἄξομεν αὐτήν, καὶ μὴ ποιήσομεν ὅπερ εἰώθαμεν, ὀλίγον χρόνον διαλιπόντες πάλιν εἰς τὰς αὐτὰς καταστησόμεθα ταραχάς, μηδʼ ἀναβολὴν ἀλλʼ ἀπαλλαγὴν εὑρήσομέν τινα τῶν κακῶν τῶν παρόντων.3
关于使节们所承诺的事情,上述这些话已然足够,人们或许还可以对此增添许多内容;但我认为,我们绝不应当仅仅在民会中投票赞成和平后便一走了之,而是应当同时商议好我们将如何维持和平,切不可重蹈旧辙——即在相隔短暂的时间后便再度陷入相同的动乱之中——我们所寻求的绝不该是一时的拖延,而是从当下的祸患中获得彻底的解脱。
- 19ἆρʼ οὖν ἂν ἐξαρκέσειεν ἡμῖν, εἰ τήν τε πόλιν ἀσφαλῶς οἰκοῖμεν καὶ τὰ περὶ τὸν βίον εὐπορώτεροι γιγνοίμεθα
主句使用 ἆρʼ ἂν ἐξαρκέσειεν(ἄν + 希求语气),从句使用 εἰ + 希求语气(οἰκοῖμεν、γιγνοίμεθα 等),构成典型的潜在条件句(potential condition),在修辞上起到委婉向听众发问的作用。
- 24ὅπου γὰρ Ἀθηνόδωρος καὶ Καλλίστρατος, ὁ μὲν ἰδιώτης ὤν, ὁ δὲ φυγάς, οἰκίσαι πόλεις οἷοί τε γεγόνασιν, ἦ που βουληθέντες ἡμεῖς πολλοὺς ἂν τόπους τοιούτους κατασχεῖν δυνηθεῖμεν.
此处 ὅπου 并非指具体的物理空间(“在……地方”),而是引导逻辑前提(“既然在……的情况下”),与主句中的 ἦ που ... ἂν δυνηθεῖμεν(“那么我们岂不是更能……”)相呼应,构成举轻明重的推论(a fortiori)。
- 25βουλευσαμένους ὅπως ἄξομεν αὐτήν, καὶ μὴ ποιήσομεν ὅπερ εἰώθαμεν, ὀλίγον χρόνον διαλιπόντες πάλιν εἰς τὰς αὐτὰς καταστησόμεθα ταραχάς, μηδʼ ἀναβολὴν ἀλλʼ ἀπαλλαγὴν εὑρήσομέν τινα τῶν κακῶν τῶν παρόντων.
在由 βουλευσαμένους 所引导的表示谋划/谨慎的 ὅπως 从句中,并列连用了一系列将来时直陈语气动词(ἄξομεν、ποιήσομεν、καταστησόμεθα、εὑρήσομεν)。在 καὶ μὴ ποιήσομεν 及其后插入的关系代词分句 ὅπερ εἰώθαμεν 之后,καταστησόμεθα 以同位语/解释性质继续展开,指明旧习的具体内容(“即再度陷入同样的动乱”)。
